Scholia in Iliadem
Scholia in Homerum
Scholia in Homerum. Scholia Graeca in Homeri Iliadem, Volume 1-6. Dindorf, Ludwig; Maas, Ernest, editors. Oxford: Clarendon Press, 1875-1888.
54. ἦλθε θέων] ἦλθε πρὸ τοῦ συνθέσθαι Μενέλαον. τὸ δὲ ἀντίος ὁ μὲν Ζηνόδοτος διὰ τοῦ ν γράφει, ἀντίον, ὁ δὲ Ἀρίσταρχος διὰ τοῦ σ, ἀντίος· ὃ καὶ ἄμεινον.
56. ἦ] περισπαστέον τὸν ἦ· διαπορητικὸς γάρ ἐστι. πολὺ δὲ τὸ ἦθος ἐμφαίνει, λέγων ἆρα καλὰ πέπονθας πρὸς αὐτῶν.
58. στικτέον εἰς τὸ ἡμετέρας.
μηδ᾿ ὅντινα γαστέρι μήτηρ] μισητὰ καὶ οὐχ ἁρμόζοντα βασιλι- κῷ ἤθει τὰ ῥήματα· τρόπου γὰρ ἐνδείκνυσι θηριότητα, ὁ δὲ ἀκροατὴς ἄνθρωπος ὢν μισεῖ τὸ ἄγαν πικρὸν καὶ ἀπάνθρωπον. ὅθεν κἀν ταῖς τραγῳδίαις κρύπτουσι τοὺς δρῶντας τὰ τοιαῦτα ἐν ταῖς σκηναῖς, καὶ ἢ φωναῖς τισὶν ἐξακουομέναις ἢ δι᾿ ἀγγέλων ὕστερον σημαίνουσι τὰ πραχθέντα, οὐδὲν ἄλλο ἢ φοβούμενοι μὴ αὐτοὶ συμμισηθῶσι τοῖς δρωμένοις. δεκτέον δὲ λέγειν ὅτι εἰ μὲν ἔλεγε ταῦτα πρὸ τῆς ἐπιορ- κίας, ἦν ἂν ἔγκλημα· ἐπειδὴ δὲ μετὰ τοὺς ὅρκους καὶ τὴν παράβα- σιν, οὐκ ἐπαχθῆ· σχεδὸν γὰρ καὶ ὁ ἀκροατὴς τοῦτο βούλεται, τὸ [*](31. δεκτέον δὲ λέγειν ὅτι] *λεκτέον 32. *ἂν] om. δὲ ὅτι 33. ἐπαχθῆ] *ἐπαχθὴς Ἀγαμέμνων)
60. ἀκήδεστοι] μὴ ἔχοντες τὸν κηδεύοντα. ἄφαντοι δὲ, ὡς μηδὲ μνημεῖον αὐτῶν παραλείπεσθαι.