Scholia in Iliadem

Scholia in Homerum

Scholia in Homerum. Scholia Graeca in Homeri Iliadem, Volume 1-6. Dindorf, Ludwig; Maas, Ernest, editors. Oxford: Clarendon Press, 1875-1888.

62. αἴσιμα] τὰ πρέποντα τοῖς ἀδικουμένοις. ἐμαρτύρησε δὲ αὐτῷ ὡς καλῶς διαθεμένῳ τοὺς λόγους. ὁ δὲ Μενέλαος ὡς ἱκέτην οὐ φονεύει. μέτριον οὖν καὶ ἀόργητον τὸ τούτου ἦθος χαρακτηρίζει· ὁ πρότερον γὰρ ἀδικηθεὶς, νῦν δὲ τρωθεὶς ἐπὶ σπονδαῖς, φείδεται τοῦ πολεμίου.

66. μακρόν] ὡς πρὸς τὴν ἑαυτοῦ δύναμιν μακρόν· ἢ καὶ αὐτὸς ὑπὸ τῆς χαρᾶς ἐπιρρώννυται.

70. κτείνωμεν] τῷ πόνῳ συζεύγνυσιν ἑαυτὸν, δυσωπῶν τοὺς νέους. διὰ δὲ τὸ νεμεσητὸν οὐ πρὸ τῆς συμβολῆς τοῦτο παραινεῖ. τακτικὸς γάρ ἐστι καὶ καλῶς παραινεῖν οἶδε. νεκροὺς δὲ λέγει τεθνειῶτας τὸ ὂν δηλῶν, ὡς τάφρον ὀρυκτήν. ὁ δὲ Ζηνόδοτος “Τρώων ἀμπεδίον συλήσομεν ἔντεα νεκρῶν,” ἵνα μὴ μόνον εἰς τὴν πρᾶξιν, ἀλλὰ καὶ εἰς τὸ κέρδος συμπεριλαμβάνοι ἑαυτὸν ὁ Νέστωρ. ἀγνοεῖ δὲ ὅτι ἔθος ἐστὶν Ὁμηρικὸν τὸ τοιοῦτον, ὡς τὸ “ἀλλ᾿ ἄγεθ᾿ , ὡς ἂν ἐγὼ εἴπω, πειθώμεθα πάντες” (ΙΙ. 2, 139)· ὤφειλε γὰρ πείθεσθε. καὶ “νῦν μὲν δόρπον ἕλεσθε κατὰ στρατὸν ἐν τελέεσσιν” (ΙΙ. 18, 298). ἔδει γὰρ εἰπεῖν ἑλώμεθα.

73. ἔνθα κεν αὖτε Τρῶες] λίαν οἶδε τὸ τῆς εἱμαρμένης ὁ ποιη- τὴς, ὡς καὶ ἐπὶ Ἀχιλλέως. καὶ νῦν οὖν ἀπεφθάρησαν ἂν, εἰ μὴ ἱκέτευσαν.