Scholia in Iliadem
Scholia in Homerum
Scholia in Homerum. Scholia Graeca in Homeri Iliadem, Volume 1-6. Dindorf, Ludwig; Maas, Ernest, editors. Oxford: Clarendon Press, 1875-1888.
48. πολύκμητος] ὁ ἤδη εἰργασμένος, ἢ ὁ πολλοὺς κάμνειν (ὅ ἐστιν ἀποθνήσκειν) ποιῶν· ἢ ὁ εἰς πολλοὺς καμάτους ἐπιτήδειος· ἢ ὁ δυσκατέργαστος. ταῦτα δὲ λέγει, ἵνα μὴ ὡς πένητι αὐτῷ ἀπι- στήσῃ.
49. χαρίσαιτο] μετὰ χαρᾶς δοίη. ἢ τὴν πρᾶσιν ἑτέρῳ ὀνόματι περιεκάλυψεν.
51. τῷ δ᾿ ἄρα θυμόν] μαλθακός ἐστιν αἰχμητὴς, ὅτι λόγος πολε- μίου τὴν ψυχὴν αὐτοῦ ὤρινεν.
53. καταξέμεν] ὑψηλὴ γὰρ καὶ ἀνεμόεσσα ἡ Ἴλιος.