Scholia in Iliadem
Scholia in Homerum
Scholia in Homerum. Scholia Graeca in Homeri Iliadem, Volume 1-6. Dindorf, Ludwig; Maas, Ernest, editors. Oxford: Clarendon Press, 1875-1888.
37. ζωὸν ἕλ᾿ ] καλὸν ἐπεισόδιον πρὸς ἐξαλλαγὴν ταυτότητος. ἀτυζομένω] ἀπὸ τοῦ ἄττω, ἀτῶ, ἀτύσω, Αἰολικῶς ἀτύζω.
39. μυρικίνῳ] ἐπεὶ μεταξὺ ποταμῶν ἡ μάχη, εἰκότως μυρῖκαι πολλαί· καὶ ἐπὶ Δόλωνος “θῆκεν ἀνὰ μυρίκην” (Il. 10, 466). ἀγκύλον δὲ διὰ τοὺς τροχούς.
[*](2. Πήρεχον] *Τήρεχον 623 bis: in B priore loco μενήνειαν, 4. * νήματα] νάματα altero μενηνίαν. 6. ἀβέρβηλον] Sic correxi pro 21. πηδήσασά τις] *Πεισιδίκη ἀβέρβελλον (* ἀβέρβερε). Hoc voca- 23. ἔχουσι] *ἔνεστι cum Eusta- bulum Hesychius et Suidas expli- thio. cant inter alia per πολὺ, ἐπαχθὲς, 26. ἀπὸ τοῦ ἄττω ἀτῶ ἀτύσω μέγα, βαρύ. (ἀτύω Philemo p. 278, ἀτύσσω Etym. M. 19. *Μονηνίαν alii codices, ut p. 168)] *ἄτω ἄττω ἀτύω ἀτύσω hic et infra ap. Eustathium p.)40. ῥυμῷ] ἐνταῦθα ἢ τὸν ἄξονα λέγει, ἢ τὸ τοῦ ῥυμοῦ τέλος, ὃ προσερείδεται τῷ ζυγῷ. ἄμεινον δὲ λέγειν τὸν ἄξονα· καὶ γὰρ καὶ “παρὰ τροχὸν ἐξεκυλίσθη” (42).
αὐτὼ μέν] γραφικῶς οἱ μὲν ἵπποι φεύγουσιν ἐπικειμένου τοῦ ζυγοῦ· τὸ δὲ ἅρμα ἐπιπλέκεται μυρίκης κλάδῳ· ὁ δὲ Ἄδραστος κυλισθεὶς ἐκ τοῦ ἅρματος κεῖται παρὰ τὸν τροχὸν ἐπὶ πρόσωπον· ὁ δὲ Μενέλαος ἀνατετακὼς τὸ δόρυ ἐφέστηκεν αὐτῷ.
46. ἄξια δέξαι ἄποινα] οὐχ ὥρισε ποσότητα, ἀλλ᾿ ἐν ἑαυτῷ τὸν ἀριθμὸν κατέλιπεν. ἀπὸ δὲ διηγηματικοῦ εἰς μιμητικὸν μέτεισιν.