Scholia in Iliadem

Scholia in Homerum

Scholia in Homerum. Scholia Graeca in Homeri Iliadem, Volume 1-6. Dindorf, Ludwig; Maas, Ernest, editors. Oxford: Clarendon Press, 1875-1888.

24. σκότιον τὸν ἐξ ἀδᾳδουχήτων γάμων λέγει. σκότιον δὲ ὡς λόγιον· τὸ γὰρ κύριον παροξύνεται παρὰ Πινδάρῳ.

*σκότιον τὸν ἐκ λαθραίας μίξεως γεννηθέντα. τὸ δὲ κύριον ὄνομα Σκοτίος.

25. Ἀττικῶς ἀπὸ τῶν ὄντων τὸν τόπον δηλοῖ, ὡς τὸ “δήεις τόν γε σύεσσι παρήμενον” (Od. 13, 407). *τὸ ἐπί ἀντὶ τῆς παρά.

27. καὶ μὲν τῶν] οὗ μὲν τὰ γένη τῶν θανάτων προλέγει, οὗ δὲ ἐπιλέγει ἀεί ποτε.

35. ταύτην τὴν Πήδασον Μονηνίαν φασὶ τὸ πρότερον καλεῖσθαι· Ἀχιλλέως δὲ αὐτὴν ἐπὶ πολὺ πολιορκοῦντος, εἶτα μέλλοντος ἀνα- χωρεῖν, πηδήσασά τις παρθένος ἐρασθεῖσα αὐτοῦ ἐν μήλῳ ἔγραψεν οὕτως “μὴ σπεῦδ᾿ , Ἀχιλλεῦ. πρὶν Μονηνίαν ἕλῃς· ὕδωρ γὰρ οὐκ ἔχουσι· διψῶσιν κακῶς.” ὁ δὲ περιμείνας ὑπέταξε τὴν πόλιν, καὶ Πήδασον ὠνόμασε διὰ τὴν παρθένον.