Scholia in Iliadem
Scholia in Homerum
Scholia in Homerum. Scholia Graeca in Homeri Iliadem, Volume 1-6. Dindorf, Ludwig; Maas, Ernest, editors. Oxford: Clarendon Press, 1875-1888.
19. πλεονάζει ἡ ὑπό, ὡς τὸ ὑποδμώς. ἢ ὅτι καὶ ὁ παραβάτης ἡνίοχος λέγεται, ὡς τὸ “θρασὺν ἡνίοχον φέροντες Ἕκτορα” (ΙΙ. 8, 89). τὸ δὲ γαῖαν ἐδύτην φησὶν, ὅτι γῆν ταφέντες ἐνεδύσαντο.
[*](5. *Πορφυρίου] om. 6. Post οἰκῶν signum scholii finiti (:—))21. Αἴσηπον] οὗτος μὲν ἐξ Αἰσήπου τοῦ ποταμοῦ λέγεται, ὁ δὲ Πήδασος παρὰ τὸ πηδᾶν. οἱ δὲ περὶ Ἀρίσταρχον Πήρεχον τὴν Πήδασον λέγουσιν.
22. Νηΐς] ἢ παρὰ τὰ νήματα ἢ παρὰ τὰ νήϊα ξύλα· φασὶ γὰρ τὰς λεγομένας Νηΐδας νύμφας ἐν ἑλώδεσιν ὄρεσι διαιτᾶσθαι. τὸ δὲ Ἀβαρβαρέη κύριον· λέγει δὲ τὸ πολὺ καὶ χυδαῖον ἀβέρβηλον.
23. ἀγαυοῦ] τῷ γένει ἢ τῷ κάλλει· τὸν γὰρ Λαομέδοντος τρόπον οὐκ ἐπαινεῖ, ἐπειδὴ τοὺς περὶ Ἀπόλλωνα καὶ Ποσειδῶνα θεοὺς ἠδί- κησε, καὶ αὖθις Ἡρακλέα.