Scholia in Iliadem

Scholia in Homerum

Scholia in Homerum. Scholia Graeca in Homeri Iliadem, Volume 1-6. Dindorf, Ludwig; Maas, Ernest, editors. Oxford: Clarendon Press, 1875-1888.

14. ἀφνειὸς βιότοιο] πλούσιος τῷ βίῳ. δηλονότι δι᾿ ὅλης πλουτῶν τῆς ζωῆς.

15. πάντας, φησὶ, τοὺς παρατυγχάνοντας. ἡ δὲ ἐπί ἀντὶ τῆς παρά, ὡς τὸ ἐπὶ λιμένι οἰκῶν.

*Πορφυρίου. τὸ ὁδῷ ἔπι οἰκία ναίων οὐκ ἔστι τὸ παρὰ τὴν ὁδὸν οἰκῶν, ἀλλ᾿ ἡ ἐπί δηλοῖ ἐν τούτοις τὸ ὑψηλὸν ἀπὸ τῆς γῆς· ἐπεὶ τοίνυν ἐστὶν ἡ οἰκία ὑψηλοτέρα τῆς γῆς, καὶ ὁ οἰκῶν ἐν αὐτῇ ἐπάνω γῆς οἰκεῖ. οὕτως ἔφη καὶ τὸ “τὴν μὲν ἔπειτ᾿ ἐπὶ βωμὸν ἄγων πολύμητις Ὀδυσσεύς” (ΙΙ. 1, 440), ἤγουν παρὰ τὸν βωμὸν, ὅτι κυρίως βωμὸς κατασκεύασμα ἐλέγετο ἀναβαθμοὺς καὶ βήματα ἔχον, ὑψηλὸν ἀπὸ τῆς γῆς· διὰ τοῦτο οὖν ἐπὶ βωμὸν Ὀδυσσεὺς ἄγει. καὶ οὗτος μὲν ὁ βωμὸς θυήεις, εἰς ὃν ἀναβαίνειν ἔστιν. ἔστι δὲ καὶ ἄλλος ὅπου τὰ ἅρματα ἐτίθετο· “ἅρματα δ᾿ ἂμ βωμοῖσι τίθει” (ΙΙ. 8, 441). καὶ ἐπὶ τούτου οἰκείως χρησάμενος τῇ ἀνά προθέσει, καὶ τὸ “ἥδ᾿ ἧσται ἐπ᾿ ἐσχάρῃ” (Od. 6, 305) σημαίνει ὡς τοῦ θρόνου ὑψηλοτέρου ὄντος τῆς ἐσχάρας, καὶ τὸ “γενεὴ δέ τοι ἔστ᾿ ἐπὶ λίμνῃ Γυγαίῃ” (ΙΙ. 20, 390), ἡ γένεσις καὶ ἡ γονὴ καὶ ὁ τόπος ἐν ὕψει τῆς λίμνης.

16. ἀλλά οἱ οὔτις] δοκεῖ ἡ προσθήκη αὕτη τὸ κάλλιστόν τε καὶ βιωφελὲς ἐξευτελίζειν ὡς οὐκ ὂν καλόν· καίτοι μᾶλλον ἐχρῆν καὶ βοηθόν τινα ἐκ θεῶν τούτῳ ἀναπλάσαι, ἵν᾿ ἡμεῖς προτρεπώμεθα ἐπὶ τὸ φιλόξενον. ἢ οὖν ἁπλῶς ἀναπεφώνηται, ὡς τὸ “οὐδὲ ἑκηβολίαι” (ΙΙ. 5, 54)· ἢ ἀποδοκιμάζει τὴν ἄκριτον φιλοξενίαν καὶ τὸ μὴ ἐπικρίνειν ποῖός τίς ἐστιν μέλλει δεξιὰν συνάπτειν. ἐναρέτων γὰρ ἴδιον οὐχὶ τὸ πάντας φιλεῖν, ἀλλὰ τινάς· διὸ οὐδένα φίλον ἔσχεν. εἶτα καὶ ἐπίορκος μετὰ τῶν ἄλλων ὑπόκειται· τὰ δὲ καλὰ καθα- ρεύειν ἀπὸ τῶν ἐναντίων ὀφείλει.

17. πρόσθεν ὑπαντιάσας] ἢ ὑπερασπίσας, ἢ ἐναντιωθεὶς Διομήδει, ἢ ἀντὶ τοῦ πρὸ τούτου, ἵνα ᾖ πρὸς Διομήδην καὶ καθ᾿ ὑπερβατόν· ἀλλὰ πρόσθεν ὑπαντιάσας ἄμφω θυμὸν ἀπηύρα, τουτέστιν ἀμφοτέ- ρων ἀφελόμενος τὸν θυμὸν αὐτοὺς ἀφείλετο· ἀφῃρημένης γὰρ τῆς ψυχῆς κωφὸν τὸ σῶμα λείπεται.