Commentarius In Apocalypsin (Pseudo-Oecumenii) (E Cod. Coislin.)

Catenae (Novum Testamentum)

Catenae (Novum Testamentum). Catenae Graecorum Patrum in Novum Testamentum, Vol 8. Cramer, John Anthony, editor. Oxford: Oxford University Pres, 1840.

Καὶ πᾶν ξύλον θύινον.

Προυπακουστέον τούτοις τὸ, οὐδεὶς ἀγοράζει· σκοπεῖν δὲ χρὴ τίνι τῶν πόλεων ἄρα ἡ τῶν τοιούτων εἰδῶν ὠνὴ συνήθης, καὶ τίσι μᾶλλον ἀνθρώποις ἡ τῶν περισσῶν κτῆσις περισπούδαστος διὰ τρυφὴν ἄμετρον. διὰ δὲ τοῦ ῥαίδων, τὰ ὀχήματα εἰκὸς σημαίνεσθαι· ῥαιδιοὺμ γὰρ Ῥωμαϊστὶ τὸ ὄχημα, ἡ δὲ τούτου γενικὴ πληθυντικὴ ῥαιδιόρουμ, ἥτις κατὰ συγκοπὴν ῥαίδων γέγονεν.

Καὶ σωμάτων ψυχὰς ἀνθρώπων.

Οὔτε ψυχὰς ἀνθρώπων τοῦ λοιποῦ ἐμπορεύσῃ, φησὶ, καταδουλοῦσα τοὺς ἐλευθέρους, οὔτε τῶν πάλαι λιπαρῶν καὶ λαμπρῶν ἕξεις τὴν ἀπόλαυσιν.

Οἱ πλουτήσαντες ἀπ’ αὐτῆς.

Ὑπ᾿ ὄψιν ἄγει τὰ τῆς Βαβυλῶνος ταύτης πάθη, διὰ τῶν ἐν αὐτῇ θρήνων τὸ τῆς συμφορᾶς διαγράφων μέγεθος, ὅπερ πείσεται ἡ τὸ πρὶν αὐχοῦσα ἐπὶ βασιλικῷ ἀξιώματι.

Καὶ πᾶς κυβερνήτης.

Εἰ καὶ θάλασσα τροπικῶς ὁ παρὼν βίος ὡς πολυκύμων εἴρηται, καὶ οἱ ἐν αὐτῇ ἐμπορευόμενοι ἰχθύες ὡς τῷ βιωτικῷ νηχόμενοι κλύδωνι, ἀλλ’ εἰκὸς καὶ τὴν ταῦτα πάσχουσαν πόλιν, αἰσθητῇ θαλάσσῃ γειτνιῶσαν, τὰ παρὰ τῶν ἐν αὐτῇ πλεόντων δεχομένῃ, πένθους τούτοις διὰ τῆς οἰκείας ἐρημώσεως ὑπόθεσιν ἔσεσθαι. ταὐτὸν δὲ παθεῖν ἐπάναγκες καὶ τοὺς τῆς παγκοσμίου Βαβυλῶνος, ἤγουν συγχύσεως ἐμπόρους, ἐν τῇ συντελείᾳ τῶν ὁρωμένων θρηνεῖν ἀπαραμύθητα, τῶν ἡδέων τοῦ παρόντος βίου ἀβουλήτως χωριζομένους, καὶ ὑπὸ τοῦ συνειδότος ἐπὶ ταῖς οἰκείαις πράξεσι κεντουμενους.

560

Εὐφραίνου ἐπ’ αὐτῇ οὐρανέ.

Διὰ τοῦ οὐρανοῦ ἢ τοὺς Ἀγγέλους φησὶν, ἢ τοὺς ἐν αὐτῷ ἔχοντας ἁγίους τὸ πολίτευμα, μεθ’ ὦν τοῖς Ἀποστόλοις καὶ προφήταις τὴν εὐφροσύνην ἐγκελεύεται· ὅτι περ ἐφ’ οἷς ὑβρισμένοι παρ’ αὐτῆς εἰσὶν, ἐκδεδίκηνται, ἢ ὡς πολλάκις διὰ τῆς παραβάσεως τῶν θείων ἐντολῶν ἀτιμασθέντες, ἅτε ἐμβοήσαντες ἀνόνητα τοῖς τῆς λεχθείσης πόλεως οἰκήτορσιν· ἢ ὡς ἐν τῆ καθ’ ὅλης τῆς γῆς συγκεχυμένῃ δυναστείᾳ διὰ τὸν Θεὸν σφαγιασθέντες, ὅτι τοῖς λογίοις αὐτοῦ διηκονήσαντο· ὅθεν οἱ μὲν προφῆται ὑπὸ Ἰουδαίων, οἱ δὲ Ἀπόστολοι ὑπὸ τῶν ἐθνῶν, οἷς μάλιστα τὸν λόγον ἐκήρυξαν, ἀπεκτάνθησαν. οὐχ ὡς χαιρέκακοι δὲ τῇ τῶν παιδειῶν ἐπιφορᾷ χαίρουσιν, ἀλλ’ ὡς ἐπιθυμίαν διάπυρον περὶ τὴν διακοπὴν τῆς ἁμαρτίας ἔχοντες, ὡς ἂν οἱ ταύτῃ δουλωθέντες ἡμερωτέρας τύχωσιν ἐν τῷ μέλλοντι τῆς κολάσεως, δι’ ὧν ἐνταῦθα μαστίζονται.

Καὶ ἦρεν εἷς Ἄγγελος.

Καθάπερ, φησὶν, ὁ μύλος καταδύνει ὁρμήματι εἰς τὴν θάλασσαν, οὕτως καὶ ἡ τῆς Βαβυλῶνος ταύτης ἀθρόον ἔσται καθαίρεσις, ὥστε μήτε ἴχνος αὐτῆς φυλαχθῆναι εἰς τὰ μετέπειτα. τοῦτο γὰρ σημαίνει ἡ τῶν κιθαρῳδῶν καὶ μουσικῶν καὶ λοιπῶν ἔκλειψις· τὴν δὲ αἰτίαν φησὶν, ὅτι πάντα τὰ ἔθνη τῇ οἰκείᾳ φαρμακείᾳ ἐπλάνησεν, καὶ αἱμάτων προφητικῶν καὶ λοιπῶν ἁγίων δοχεῖον γέγονεν· δι’ ὧν ἁπάντων τὴν ἀσεβῆ παρὰ Πέρσαις Βαβυλῶνα διὰ τούτων δηλοῦσθαι εἰκὸς, ὡς πολλῶν ἁγίων κατὰ διαφόρους καιροὺς μέχρι τοῦ νῦν δεξαμένην αἵματα, καὶ ὡς μαγείαις καὶ ἀπάταις διηνεκῶς χαίρουσαν· καὶ τοῦτο ἡμῖν εὐχῆς ἔργον ταύτην τὰ προφητευθέντα δέχεσθαι, τῆς κατὰ Χριστοῦ καὶ τῶν αὐτοῦ δούλων ἀλαζονείας τὰ ἐπίχειρα.

Οὐ μὴ φανῇ ἐν σοὶ ἔτι.

Ἐναντιοῦσθαι πως δοκεῖ τῇ ὑπολήψει ταύτῃ τὸ ἐκ τῶν ἀρχαίων τῆς Ἐκκλησίας διδασκάλων κατὰ τῆς παρὰ Ῥωμαίοις Βαβυλῶνος ταῦτα φάναι προφητεύεσθαι, διὰ τὸ ἐν τῷ δ θηρίῳ ἑωρᾶσθαι τὰ δέκα κέρατα, τουτέστιν ἐν τῇ Ῥωμαίων ἀρχῇ, καὶ ἐξ αὐτῆς τὸ ἐκβλαστάνον ἐκριζοῦν τὰ τρία, καὶ τὰ λοιπὰ ὑποτάττον, καὶ ὣς

561
βασιλέα Ῥωμαίων ἐλεύσεσθαι· προσχήματι μὲν τοῦ θάλπειν καὶ συγκροτεῖν τὴν ἀρχὴν αὐτῶν, τῆ δὲ ἀληθείᾳ τοῦ τὴν τελείαν αὐτῆς λύσιν ἐργάσασθαι. διὸ ὡς εἴρηται, τὴν ὡς ἑνὶ σώματι ἀρχῆθεν μέχρι τοῦ νῦν κρατήσασαν βασιλείαν ταύτην τις ἐκλαβὼν, ὡς ἀληθῶς καὶ Ἀποστόλων καὶ προφητῶν καὶ μαρτύρων ἐκχεάσαν αἵματα, οὐκ ἂν διαμάρτοι τοῦ προσήκοντος. καὶ γὰρ εἷς χορὸς καὶ στρατὸς καὶ μία πόλις λέγονται, κἂν ὑπαλλαγῶσιν οἱ ἀναπληροῦντες τούτων ἕκαστον. οὕτως καὶ βασιλεία μία, κἂν εἰς πολλοὺς χρόνους καὶ τόπους μερίζηται.