Commentarius In Apocalypsin (Pseudo-Oecumenii) (E Cod. Coislin.)
Catenae (Novum Testamentum)
Catenae (Novum Testamentum). Catenae Graecorum Patrum in Novum Testamentum, Vol 8. Cramer, John Anthony, editor. Oxford: Oxford University Pres, 1840.
Μετὰ ταῦτα ἤκουσα ὡς φωνήν.
Τὸ μὲν ἀλληλούϊα θεῖον αἶνον σημαίνει, τὸ δὲ ἀμὴν, ἀληθῶς, ἢ γένοιτο. ἅπερ κοινῶς ἔκ τε τῶν Ἀγγελικῶν δυνάμεων, ἔκ τε τῶν ἰσαγγέλων ἀνθρώπων τῷ Θεῷ φησὶν ἀναπέμπεσθαι τρισσῶς, διὰ τὴν τρισυπόστατον Πατρὸς καὶ Υἱοῦ καὶ Ἁγίου Πνεύματος ἑνιαίαν θεότητα. ὅτι καὶ τὸ αἷμα τῶν δούλων αὐτοῦ ἐκ τῆς χειρὸς Βαβυλῶνος ἐξεδίκησεν, καὶ τοὺς αὐτῆς οἰκήτορας διὰ τῆς κολάσεως εὐηργέτησεν, ἐκκοπὴν τῆς ἁμαρτίας ἐργασάμενος. διὰ δὲ τὸ εἰς αἰῶνας αἰώνων τὸν καπνὸν ἀναβαίνειν τῆς πόλεως δηλοῦται ἢ τὸ εἰς τὸ διηνεκὲς τῶν ἐπελθουσῶν αὐτὴ κολάσεων ἀνεπίληστον, ἢ τὸ μερικῶς αὐτὴν δοῦσαν δίκας, μετριωτέρως μὲν, αἰωνίως δὲ ὅμως, ἐν τῷ μέλλοντι κολασθήσεσθαι.
Καὶ φωνὴ ἀπὸ τοῦ θρόνου.
Θρόνος τοῦ Θεοῦ τὰ Χερουβὶμ καὶ Σεραφὶμ, ἀφ’ ὧν ὑμνεῖν αὐτὸν κελεύονται, οὐχ οἱ μεγάλοι μόνον, ἀλλὰ καὶ οἱ μικροὶ ἐν κατορθώμασι, καταλλήλως ἕκαστος τῆς οἰκείας δυνάμεως. οἶμαι δὲ καὶ οἱ νῦν μικροὶ τῇ ἡλικίᾳ καὶ ἀτελεῖς παῖδες, μεγάλοι ἀνιστάμενοι, τὸν μεγαλουργὸν Θεὸν ὑμνήσουσιν.
Καὶ ἤκουσα ὡς φωνήν.
Ἡ φωνὴ τοῦ ὄχλου καὶ τῶν πολλῶν ὑδάτων καὶ τῶν βροντῶν δηλοῖ τὸ διαπρύσιον a ἐν ὑμνολογίᾳ πασῶν τῶν Ἀγγελικῶν καὶ οὐρανίων ἀναριθμήτων οὐσῶν δυνάμεων, ἅς τινες τὰ ὕδατα τὰ ὑπεράνω τῶν οὐρανῶν ἐνόησαν, μεθ᾿ ὧν καὶ ἅπαν τὸ τῶν σύστημά τε καὶ πλήρωμα δοξολογεῖ τὸν κτίσαντα. ἐβασίλευσε [*](a In marg. ἐξάκουστον.)
Καὶ ἡ γυνὴ αὐτοῦ.
Tὸ βύσσινον τὴν Ἐκκλησίαν ἐνδεδύσθαι δηλοῖ τὸ λαμπρὸν τῶν ἀρετῶν, καὶ ἐννοήσει λεπτὸν καὶ ὑψηλὸν ἐν θεωρήμασιν. τούτοις γὰρ τὰ θεῖα ἐξυφαίνονται δικαιώματα. δεῖπνον δὲ Χριστοῦ ἡ τῶν σωζομένων ἑορτὴ καὶ εὐφροσύνη ἐναρμόνιος, ἧς μακάριοι οἱ τευξό- τευξόμενοι, καὶ τῷ ἁγίῳ τῶν καθαρῶν ψυχῶν νυμφίῳ εἰς τὸν αἰώνιον νυμφῶνα συνεισελευσόμενοι. πολλῶν δὲ ὄντων τῶν τοῦ μέλλοντος αἰῶνος ἀγαθῶν, καὶ πᾶσαν ὑπερβαινόντων διάνοιαν, πολυωνύμως ἡ τούτων μετοχὴ προφέρεται· ποτὲ μὲν ὡς βασιλεία οὐρανῶν διὰ τὸ ἔνδοξον αὐτῆς καὶ τίμιον, ποτὲ δὲ ὡς παράδεισος διὰ τὴν ἀν- έκλειπτον τῶν ἀγαθῶν πανδαισίαν, ποτὲ δὲ ὡς κόλποι Ἀβραὰμ, διὰ τὴν ἐκεῖ τῶν κεκμηκότων ἀνάπαυσιν· ποτὲ δὲ ὡς νυμφὼν καὶ γάμος, οὐ μόνον διὰ τὴν εὐφροσύνην τὴν ἄληκτον, ἀλλὰ καὶ διὰ τὴν εἰλικρινῆ καὶ ἄρρητον τοῦ Θεοῦ πρὸς τοὺς αὐτοῦ δούλους συνά- φειαν, τοσοῦτον ὑπεραίρουσα τὴν τῶν σωμάτων πρὸς ἄλληλα κοι- νωνίαν, ὅσον φῶς σκότους, καὶ μύρον δυσωδίας διέστηκεν.
Καὶ ἔπεσον ἔμπροσθεν.
Μὴ προσκύνει με, φησὶν, ὁ θεῖος Ἄγγελος ὡς τὰ μέλλοντα προλέγοντα· ἡ γὰρ εἰς Χριστὸν ὁμολογία, ἤγουν μαρτυρία αὕτη χορηγός ἐστι προφητικοῦ πνεύματος. καὶ ἑτέρως δὲ νοητέον, ὅτι διὰ τοῦτο ἡ προφητεία, ἵνα βεβαιωθῇ ἡ Χριστοῦ μαρτυρία καὶ ἡ πίστις ὑπὸ τῶν ἁγίων διαμαρτύρηται. διὸ μὴ τῷ συνδούλῳ προσ- κύνει, ἀλλὰ τῷ πάντων τὸ κράτος ἔχοντι.
Καὶ εἶδον τὸν οὐρανόν.
Tὸ ἠνεῶχθαι τὸν οὐρανὸν δηλοῖ τὴν τοῦ ὁραθέντος κριτοῦ παρου- σίαν ἐλεύσεσθαι, ὥσπερ ἡ τῶν ἐνταῦθα παραπετασμάτων συνολκὴ τῶν ἐπὶ γῆς δικαστῶν, τὴν κατὰ τῶν ὑπευθύνων κρίσιν καὶ ἀπό-
Ἔχων ὀνόματα γεγραμμένα.
Τὸ ἄγνωστον τοῦ ὀνόματος τὸ τῆς οὐσίας αὐτοῦ σημαίνει ἀκατάληπτον· ταῖς γὰρ οἰκονομίαις ὣν πολυώνυμος, ὡς ποιμὴν, ὡς ἥλιος, ὡς φῶς, ὡς ζωὴ, ὡς δικαιοσύνη, ὡς ἁγιασμὸς, ὡς ἀπολύτρωσις, καὶ ταῖς ἀποφάσεσιν ὁμοίως, ὡς ἄφθαρτος, ὡς ἀόρατος, ὡς ἀθάνατος, ὡς ἀναλλοίωτος, τῇ οὐσίᾳ ἀνώνυμος καὶ ἀνέφικτος ἑαυτῷ μόνῳ, σὺν τῷ Πατρικαὶ τῷ Πνεύματι γινωσκόμενος.