Commentarius In Apocalypsin (Pseudo-Oecumenii) (E Cod. Coislin.)

Catenae (Novum Testamentum)

Catenae (Novum Testamentum). Catenae Graecorum Patrum in Novum Testamentum, Vol 8. Cramer, John Anthony, editor. Oxford: Oxford University Pres, 1840.

Καὶ μετὰ ταῦτα εἶδον Ἄγγελον.

Kἀντεῦθεν τὸ φωτεινὸν καὶ λαμπρὸν τῶν ἁγίων δείκνυται δυνάμεων, πολλῷ τῷ μέτρῳ τὸ ἀστρῷον καὶ φωτιστικὸν ὑπερνικῶν σέλας.

Ἔπεσε Βαβυλὼν ἡ μεγάλη.

Καὶ ἐν Ἡσαΐᾳ περὶ τῆς Χαλδαίων μητροπόλεως Βαβυλῶνος, τῆς ὑπὸ Κύρου καὶ Περσῶν ἁλούσης, συγγενῆ τούτοις προεφητεύετο, ἅτε θηρίων καὶ πνευμάτων ἀκαθάρτων μελλούσης πληροῦσθαι, διὰ τὴν παντελῆ ἐρήμωσιν. ἔθος γὰρ τοῖς τε θηρίοις τοῖς τε πονηροῖς δαίμοσι, τὰς ἐρήμους διώκειν, διά τε τὴν θείαν οἰκονομίαν τῆς αὐτῶν βλάβης τοὺς ἀνθρώπους ἐλευθερούσης, διά τε τὸ οἰκεῖον μισάνθρωπον. πῶς δὲ τοῦ οἴνου τῆς πορνείας τῆς ἰδίας τὰ ἔθνη ἐπότισεν ἡ παροῦσα Βαβυλών; ἢ πάντως καθηγεμων πάσης παρανομίας τούτοις γινομένη, καὶ ταῖς ὑπηκόοις πόλεσι διὰ δώρων ἄρχοντας, ἐχθροὺς τῆς ἀληθείας καὶ τῆς δικαιοσύνης ἐκπέμπουσα.

558

Καὶ οἱ βασιλεῖς τῆς γῆς.

Διὰ τὴν ὑπερβολὴν, φησὶ, τοῦ ἐξ ἀδικίας πλούτου ἐν τοῖς ὑπὲρ τὴν χρείαν ἐκτεινομένη καὶ καταστρηνιῶσα τῶν δεομένων, τοῖς τῆς γῆς ἐμπόροις κέρδους ὑπόθεσις γέγονεν.

Καὶ ἤκουσα ἄλλην.

Ὅπερ τῷ Λὼτ ἐν Σοδόμοις ἐλέγετο, “ σώζων σῶσον τὴν “ σεαυτοῦ ψυχήν.’’ καὶ ἐν Ἡσαΐᾳ “ Ἐξέλθετε ἀπ’ αὐτῆς καὶ “ ἀφορίσθητε καὶ ἀκαθάρτου μὴ ἅπτεσθε, κἀνταῦθα φησὶ, φευκτὴ γὰρ ἡ μετὰ τῶν παραπικραινόντων τὸν Θεὸν συνδιάθεσις.

Ἀπόδοτε αὐτῇ ὡς καὶ αὐτή.

Ταῦτα, ἢ ὡς πρὸς τοὺς ἐν αὐτῇ ἀθῴους καὶ πεπονθότας ὑπὸ τῶν ἐν αὐτῇ κρατούντων κάκιστα φησὶν, ὡς αἰτίους διὰ τῆς τῶν ἀλγεινῶν ὑπομονῆς τῆς τῶν ἐπαγαγόντων ταῦτα κολάσεως· ἢ μετάβασιν δηλοῖ ἀπὸ προσώπων εἰς πρόσωπα ἐκ τῶν ἠδικημένων πρὸς δυνάμεις τινὰς ἁγίας τιμωρητικὰς, οἰκειουμένας διὰ φιλοθεΐαν τὰς εἰς τοὺς συνδούλους γενομένας παρ’ αὐτῆς κακώσεις. διπλοῦν δὲ τὸ ποτήριον φησὶν, ἢ διὰ τὸ κἀνταῦθα καὶ τῷ μέλλοντι τοὺς λίαν ἁμαρτωλοὺς κολάζεσθαι, ἢ διὰ τὴν ψυχὴν καὶ τὸ σῶμα, ἐξ ὧν ἡ πρᾶξις κοινὴ καὶ καθ’ ὧν ἡ κόλασις, διὰ τὸ τῆς θείας φιλανθρωπίας πέλαγος, διπλᾶ ὀργιζομένης, τὰ καὶ αὐτῆς τῆς ἀκράτου δικαιοσύνης ἀποδέοντα, διὰ τὸ τὴν ἁμαρτίαν ἔχειν, καὶ ἐν τῷ τολμᾶσθαι πολλάκις τὴν ἐκ τοῦ συνειδότος κόλασιν.

Διὰ τοῦτο ἐν μιᾷ ἡμέρᾳ.

Μίαν ἡμέραν, ἢ τὸ ἀθρόον καὶ ὀλίγον τοῦ καιροῦ φησιν, ἐν ᾧ ἔκ τε ῥομφαίας καὶ λιμοῦ, πένθος αὐτῇ προσγενήσεσθαι, ἔκ τε λοιμοῦ φθαρήσεσθαι, καὶ πυρὸς κατακαυθήσεσθαι. ἢ καὶ αὐτῆς τῆς ἡμέρας τὸν δρόμον, ἣ ταῦτα αὐτῇ προφητεύει πείσεσθαι. μετὰ γὰρ τὸ ἐγκρατεῖς γενέσθαι τοὺς ἐχθροὺς τῆς πόλεως, ἐξαρκεῖ καὶ μία ἡμέρα πᾶσαν τοῖς ἡττηθεῖσιν ἐπαγαγεῖν κάκωσιν, καὶ πολυειδεῖς θανάτου τρόπους· ἰσχύοντος τοῦ Θεοῦ κολάζειν τοὺς ἀμετανοήτως ἐξαμαρτάνοντας.

Καὶ κλαύσουσι καὶ κλαύσονται.

Βασιλεῖς ἐνταῦθα τοὺς ἄρχοντας λέγει, οὓς προσαγορεύει τὴν

559
ἐκ τῶν θείων ἐντολῶν πορνείαν ἐν αὐτῇ πράξαντας κλαύσεσθαι, τὴν αὐτῆς ὁρῶντας ἣ ἀκούοντας πυρπόλησιν καὶ ἐρήμωσιν, καταπληττομένους τὴν ἀθρόαν μεταβολὴν, πῶς ἐν ἀκαριαίῳ καιρῷ γέγονεν.

Καὶ οἱ ἔμποροι τῆς γῆς.

Καὶ τοὺς ἐμπόρους κλαύσεσθαι φησὶν ἐπ’ αὐτῇ, διὰ τὸ μηκέτι δύνασθαι ἐν αὐτῇ ἐμπορεύεσθαι. τῶν γὰρ ἐν δυναστείᾳ καὶ τρυφῇ φθειρομένων περιττὴ ἡ τούτων ὠνὴ καὶ κατάχρησις.