Catena In Epistulam Ad Romanos (Typus Monacensis) (E Cod. Monac. gr. 412)

Catenae (Novum Testamentum)

Catenae (Novum Testamentum). Catenae Graecorum Patrum in Novum Testamentum, Vol 4. Cramer, John Anthony, editor. Oxford: Oxford University Pres, 1844.

Θεοδωρήτου. Τὸ δὲ, “ ἡ ἐκ πίστεως δικαιοσύνη οὕτω λέγει,” ἀντὶ τοῦ, περὶ δὲ τῆς ἐκ πίστεως δικαιοσύνης, οὕτως λέγει. οὐ γὰρ ἡ δικαιοσύνη ταῦτα λέγει, ἀλλὰ διὰ Μώσεως, ὁ τῶν ὅλων Θεὸς περὶ τοῦ νόμου ταῦτα εἴρηκε· διδάσκων Ἰουδαίους, ὡς δίχα πόνων τὴν τῶν πρακτέων διδασκαλίαν ἐδέξαντο. ὁ μέντοι θεῖος Ἀπόστολος, εἰς τὸν περὶ πίστεως ταῦτα ἐξείληφε λόγον. διδάσκων, ὡς, οὐ δεῖ τὴν δεσποτικὴν οἰκονομίαν περιεργάζεσθαι, ἀλλὰ πίστει καρποῦσθαι τὴν σωτηρίαν. καὶ ἐπάγει, τουτέστι, τὸ ῥῆμα τῆς πίστεως ὃ κηρύσσομεν. ὅπερ Μωϋσῆς φησι περὶ τῶν νομικῶν εἴρηκεν ἐντολῶν, τοῦτο ἡμεῖς περὶ τῆς πίστεως λέγομεν, “ ὅτι “ ἐὰν ὁμολογήσῃς ἐν τῷ στόματι σου Κύριον Ἰησοῦν· καὶ πιστεύ- “ σῇς ἐν τῇ καρδίᾳ σου, σωθήσῃ. καρδίᾳ γὰρ πιστεύεται εἰς “ δικαιοσύνην· στόματι δὲ ὁμολογεῖται εἰς σωτηρίαν.” ἀμφοτέρων γὰρ χρεία. καὶ πίστεως ἀληθοῦς, καὶ βεβαίας ὁμολογίας σὺν παρρησίᾳ γινομένης. ἵνα καὶ ἡ καρδία κοσμῆται τῷ ἀναμφιβόλῳ τῆς πίστεως· καὶ ἡ γλῶττα λαμπρύνηται, ἀδεῶς κηρύττουσα τὴν ἀλήθειαν.

Γενναδίου. Ὅπερ τοίνυν ἐλέγετο περὶ τῆς τοῦ νόμου δόσεως ἐκείνης, τοῦτο καὶ ἡμῖν νῦν ἐπὶ τῆς διὰ Χριστοῦ χάριτος ἐφαρμόζει. οὐ χρὴ οὖν διαπιστεῖν ἡμᾶς, ἢ περὶ τῆς ἐξ οὐρανοῦ τοῦ Σωτῆρος καθόδου, ἣ περὶ τῆς ἐκ νεκρῶν αὐτοῦ πάλιν ἀνόδου. ἀλλὰ τελείᾳ καρδίᾳ πεπιστευκότας, ὁμολογεῖν καὶ διὰ γλώττης τὴν χάριν. περιγενήσεσθαι γὰρ ἡμῖν τοῦτο ποιοῦσι τὴν διὰ τῆς δικαιώσεως σωτηρίαν συμβῇ. τὸ γὰρ εἰς δικαιοσύνην καὶ τὸ εἰς σωτη-

375
ρίαν, διεῖλε συνήθως. καὶ τὸ μὲν, τῆ πίστει τῆς καρδίας· τὸ δὲ, τῇ ὁμολογίᾳ τοῦ στόματος ἀποδέδωκεν. ἑκατέροις ἁρμόζοντος ἑκατέρου. καρδίᾳ μὲν γάρ, φησι, πιστευόμενος ὁ Χριστὸς δικαιοῖ· στόματι δὲ ὁμολογούμενος, σώζει.

Μαξίμου. Τί λοιπὸν τοῦ πιστεύειν ταχύτερον, καὶ τοῦ διὰ στόματος ὁμολογεῖν τοῦ πιστευθέντος τὴν χάριν, ἔσται εὐκολώτερον; τὸ μὲν γὰρ, δηλοῖ, τὴν ἔμψυχον πρὸς τὸν πεποιηκότα ἀγάπην· τὸ δὲ, τὴν θεοφιλῆ πρὸς τὸν πλησίον διάθεσιν. ἀγάπη δὲ καὶ γνησία διάθεσις, ἤγουν πίστις καὶ ἀγαθὴ συνείδησις, ἔργον προδήλως τοῦ κατὰ καρδίαν ἀφανοῦς ὑπάρχει κινήματος· τῆς ἐκτὸς ὕλης πρὸς γένεσιν παντελῶς οὐ δεομένη.

Κυρίλλου. Ὅθεν ἐπειδὴ κατὰ τὸν Ἀπόστολον “ καρδίᾳ πιστεύ- “ εἰς δικαιοσύνην. στόματι δὲ ὁμολογεῖται εἰς σωτηρίαν.” καὶ ἡ ἀμφοτέρων ἐν τούτοις ἐνέργεια ὑποβάλλει τὴν τελειότητα. διὰ τοῦτο καὶ ὁ ψαλμῳδὸς ἀμφότερα ἐν τῷ αὐτῷ συνείληφε, τήν τε τοῦ στόματος ἐνέργειαν, καὶ τὴν τῆς ψυχῆς μελέτην. εἰπὼν, “ τὸ “ στόμα μου λαλήσει σοφίαν. καὶ ἡ μελέτη τῆς καρδίας μου “ σύνεσις.” ἐάν τε γὰρ μὴ ᾖ τὸ ἀγαθὸν ἐν τῇ καρδίᾳ προαποκείμενον, πῶς ἐνέγκῃ τὸν θησαυρὸν διὰ στόματος, ὁ μὴ κεκτημένος ἐν τῷ κρυπτῷ ; ἐάντε ἔχων τὰ τῆς καρδίας ἀγαθὰ μὴ δημοσιεύσῃ τῷ λόγῳ, αὐτῷ λεχθήσεται σοφία κεκρυμμένη καὶ θησαυρὸς ἀφανὴς, τίς ὠφέλεια ἐν ἀμφοτέροις ; διόπερ εἰς μὲν τὸ ἑτέρων ὠφέλιμον, λαλείτω τὸ στόμα σοφίαν. εἰς δὲ τὴν ἡμετέραν προκοπὴν, ἡ καρδία μελετάτω σύνεσιν.

Γρηγορίου Τοῦ Θεολόγου. Οὐδὲν οὖν δεῖ σοι, φησὶ, εἰς τὸν οὐρανὸν ἀνελθεῖν, ἱν ἐκεῖθεν ἑλκύσῃς Χριστόν. οὐδὲ εἰς τὴν ἄβυσσον κατελθεῖν, ἵν ἐντεῦθεν αὐτὸν ἐκ νεκρῶν ἀναστήσῃς· ἣ τὴν πρώτην πολυπραγμονῶν φύσιν· ἣ τὴν τελειοτάτην οἰκονομίαν. ἐγγύς σου, φησὶν, τὸ ῥῆμα ἐστίν· ἡ διάνοια τοῦτον ἔχει τὸν θησαυρόν. οὐ μὴν ἀλλὰ καὶ ἡ γλῶττα. ἡ μὲν, πιστεύουσα, ἡ δὲ, ὁμολογοῦσα. τι τούτου συντομώτερον τοῦ πλούτου ; τι τῆς δωρεᾶς εὐκολώτερον ; ὁμολόγησον Χριστὸν Ἰησοῦν, καὶ πίστευσον ὅτι ἐκ νεκρῶν ἐγήγερται, καὶ σωθήσῃ. δικαιοσύνη μὲν γὰρ καὶ τὸ πιστεῦσαι μόνον. σωτηρία δὲ παντελὴς, τὸ καὶ ὁμολογεῖν, καὶ προσθεῖναι

376
τῆ γνώσει τὴν παρρησίαν. σὺ μεῖζον τι σωτηρίας ζητεῖ; τὴν ἐκεῖθεν δόξαν τὲ καὶ λαμπρότητα, ἐμοὶ καὶ τὸ σωθῆναι μέγιστον. καὶ τὰς ἐκεῖσε φυγεῖν βασάνους.

Κυρίλλου. Σὺ δέ μοι σκόπει. ὅτι ἀλλαχοῦ εἰπὼν ὁ Ἀπόστολος, “ὅτι ἦτε ποτὲ ἀπεξενωμένοι τῶν διαθηκῶν τῆς ἐπαγγελίας τοῦ “ Ἰσραήλ· ἐλπίδα μὴ ἔχοντες, καὶ ἄθεοι ἐν τῷ κόσμῳ. νυνὶ δὲ “ ἐπιγνόντες Θεόν.” ἐνταῦθα τὸν τρόπον τῆς ἐπιγνώσεως αὐτοῖς ἐξηγούμενος λέγει, “ἐγγύς σου τὸ ῥῆμα ἐστὶ τῆς πίστεως, ὃ “ κηρύσσομεν. ὅτι, ἐὰν ὁμολογήσῃς ἐν τῷ στόματι σου, ὅτι “ Κύριος Ἰησοῦς. καὶ πιστεύσῃς ἐν τῇ καρδίᾳ σου, ὅτι ὁ Θεὸς “ αὐτὸν ἤγειρεν ἐκ νεκρῶν, σωθήσῃ.” ὅτε τοίνυν ὁ πιστεύων εἰς Χριστὸν Ἰησοῦν, καὶ ὁμολογῶν ὅτι Κύριός ἐστιν, ὡς Θεὸν ἐπι- γνοὺς τὸν ἀληθινὸν δικαιοῦται, πῶς οὐκ ἔστι Θεὸς κατὰ φύσιν ὁ Υἱός ; ὁ δὲ τοῦτο ὢν, πῶς ἃν εἴη καὶ ποίημα ; λέγει γὰρ ἡ γραφή; “πᾶς ὁ πιστεύων ἐπ’ αὐτῷ, οὐ καταισχυνθήσεται. “ οὐ γάρ ἐστι διαστολὴ Ἰουδαίου τὲ καὶ Ἕλληνος. ὁ γὰρ αὐ- “ τὸς Κύριος πάντων, πλουτῶν εἰς πάντας τοὺς ἐπικαλουμένους “ αὐτόν. πᾶς γὰρ ὃς ἃν ἐπικαλέσηται τὸ ὄνομα Κυρίου, σωθή- “ σεται ž”.