Catena In Epistulam Ad Romanos (Typus Monacensis) (E Cod. Monac. gr. 412)
Catenae (Novum Testamentum)
Catenae (Novum Testamentum). Catenae Graecorum Patrum in Novum Testamentum, Vol 4. Cramer, John Anthony, editor. Oxford: Oxford University Pres, 1844.
Διοδώρου. Ἢ τὸ ζήσεται ἐν αὐτοῖς ἐμφαίνει, ὡς ὁ τὸν νόμου πληρώσας, ἐκείνων μόνων ἀπολαύσειε τῶν διὰ τοῦ νόμου ἐπηγγελμένων ἀγαθῶν· τουτέστι γῆς ῥεούσης μέλι καὶ γάλα.
Ἡ δὲ ἐκ πίστεως δικαιοσύνη οὕτω λέγει, μὴ εἴπης ἐν τῇ καρδίᾳ σου, τίς ἀναβήσεται εἰς τὸν οὐρανόν; τουτέστι Χριστὸν καταγαγεῖν· ἢ τίς καταβήσεται εἰς τὴν ἄβυσσον; τουτέστι, Χριστὸν ἐκ νεκρῶν ἀναγαγεῖν· ἀλλὰ τί λέγει; ἐγγύς σου τὸ ῥῆμα ἐστὶν, ἐν τῷ στόματί σου, καὶ ἐν τῇ καρδίᾳ σου· τουτέστι, τὸ ῥῆμα τῆς πίστεως ὃ κηρύσσομεν· ὅτι ἐὰν ὀμολογήσῃς ἐν τῷ στόματί σου Κύριον Ἰησοῦν, καὶ πιστεύσῃς ἐν τῇ καρδίᾳ σου, ὅτι ὁ Θεὸς αὐτὸν ἤγειρεν ἐκ νεκρῶν, σωθήσῃ.
Χρυσοστόμου. Ἐπειδὴ ἤλεγξε τὴν ἐκ τοῦ νόμου δικαιοσύνην, μεταβαίνει λοιπὸν ἐπὶ τὴν ἐκ χάριτος. ἵνα γὰρ μὴ λέγωσιν οἱ Ἰουδαῖοι· πῶς εὗρον μείζονα δικαίωσιν οἱ τὴν ἐλάττω μὴ εὑρόντες, λέγει λογισμὸν ἀναντίρρητον. ὅτι κουφοτέρα αὕτη ἡ ὁδὸς ἐκείνης. αὕτη μὲν γὰρ πλήρωσιν ἀπαιτεκῖ πάντων. ὅταν γὰρ ποιήσῃς, φησὶ, πάντα, τότε ζήσῃ. ἡ δὲ ἐκ πίστεως δικαιοσύνη, οὐ τοῦτο λέγει. ἀλλὰ τί; “ἐὰν ὁμολογήσῃς ἐν τῷ στόματί σου Κύριον Ἰησοῦν, “καὶ πιστεύσῃς ἐν τῇ καρδίᾳ σου, ὅτι ὁ Θεὸς ἤγειρεν αὐτὸν ἐκ “νεκρῶν, σωθήσῃ.” εἶτα ἵνα μὴ δόξῃ πάλιν τὸ εὔκολον εὐκαταφρόνητον αὐτὴν ποιεῖν, καὶ εὐτελῆ δεικνύναι, ὅρα πῶς πλατύνει τὸν λόγον τὸν περὶ αὐτῆς. οὐ γὰρ εὐθέως ἐπὶ τοῦτο ἦλθεν ὄπερ εἰρήκαμεν, ἀλλὰ τί φησι; “ἡ δὲ ἐκ πίστεως δικαιοσύνη, οὕτως “λέγει. μὴ εἴπῃς, τίς ἀναβήσεται εἰς τὸν οὐρανόν; τουτέστι
“Χριστὸν καταγαγεῖν. ἣ τίς καταβήσεται εἰς τὴν ἄβυσσον ; “ τουτέστι Χριστὸν ἐκ νεκρῶν ἀγαγεῖν.” ὥσπερ γὰρ τῇ ἀρετῇ τῇ διὰ τῶν ἔργων ἀνθίσταται ῥαθυμία, τοὺς τόνους ἐκλύουσα, καὶ δεῖ σφόδρα ἀγρυπνούσης ψυχῆς ὥστε μὴ εἴκειν, οὕτω καὶ ὅταν πιστεῦσαι δέῃ, εἰσὶ λογισμοὶ θορυβοῦντες καὶ λυμαινόμενοι τὴν τῶν πολλῶν διάνοιαν. καὶ δεῖ νεανικωτέρας ψυχῆς, ὥστε αὐτοὺς διακρούσασθαι. διὰ δὴ τοῦτο, καὶ αὐτὸς τούτους εἰς μέσον ἄγει z, καὶ δείκνυσιν ὅτι φιλοσόφου διανοίας χρεία, καὶ γνώμης οὐρανομήκους τινὸς καὶ μεγάλης. καὶ οὐκ εἶπε μὴ εἴπῃς ἁπλῶς, ἀλλὰ “ μὴ εἴπῃς ἐν τῇ καρδίᾳ σου.” τουτέστι, μὴ δὲ ἐννοήσῃς ἀμφιβαλεῖν, καὶ εἰπεῖν κατὰ σεαυτόν· καὶ πῶς τοῦτο δυνατόν;
Ὁρᾷς ὅτι τοῦτο μάλιστα πίστεως ἴδιον, τὸ τὴν κάτω πᾶσαν ἀκολουθίαν ἀφέντα, τὰ ὑπὲρ φύσιν ἐπιζητεῖν ; καὶ λογισμῶν ἀσθένειαν ἐκβάλλοντας, ἀπὸ τῆς τοῦ Θεοῦ δυνάμεως ἅπαντα παραδέχεσθαι ; καίτοι γε οὐ ταῦτα Ἰουδαῖοι μόνον ἔλεγον, ἀλλ’ ὅτι οὐ δυνατὸν ἐκ πίστεως δικαιωθῆναι. ἀλλ’ αὐτὸς ἐφ’ ἕτερον ἄγει τὸ γεγενημένον. ἵνα ὅταν δείξῃ μέγα οὕτως ὂν, ὡς κα; μετὰ τὸ γεγενῆσθαι πίστεως αὐτὸ δεῖσθαι, δικαίως δόξη τούτοις τὸν στέφανον πλέκειν. καὶ κέχρηται ῥήμασι τοῖς ἐν τῇ παλαιᾷ κειμένοις, σπουδάζων ἀεὶ τὰ τῆς καινοτομίας καὶ τῆς πρὸς ἐκείνην μάχης ἐγκλήματα, διαφεύγειν. τοῦτο γὰρ ὃ περὶ πίστεως ἐνταῦθα φησὶ, περὶ τῆς ἐντολῆς αὐτοῖς λέγει Μωϋσῆς, δεικνὺς ὅτι πολλῆς ἀπέλαυσαν παρὰ Θεῷ τῆς εὐεργεσίας· οὐ γάρ ἐστιν εἰπεῖν, φησιν, ὅτι εἰς τὸν οὐρανὸν ἀναβῆναι δεῖ, καὶ πέλαγος διαβῆναι μέγα, καὶ τότε λαβεῖν τὰς ἐντολάς· ἀλλὰ τὰ οὕτω μεγάλα καὶ ὑπέρογκα, εὔκολα ἡμῖν ἐποίησεν ὁ Θεός. τι δέ ἐστιν, “ ἐγγύς σου “ τὸ ῥῆμα ἐστί;” τουτέστιν εὔκολόν ἐστιν. ἐν γὰρ τῇ διανοίᾳ σου καὶ τῇ γλώττῃ ἡ σωτηρία, οὐ μακρὰν ὁδὸν βαδίσαντας, οὐδὲ πέλαγος πλεύσαντας, οὐδὲ ὄρη παρελθόντας, οὕτω σωθῆναι δεῖ. ἀλλ’ εἰ μὴ δὲ αὐτὸν βουληθείης ὑπερβῆναι τὸν οὐδὸν, ἔξεστι σοι καὶ οἴκοι καθημένῳ σωθῆναι. ἐν γὰρ τῷ στόματί σου, καὶ ἐν τῇ καρδίᾳ σου ἔστι τῆς σωτηρίας ἡ ἀφορμή. εἶτα καὶ ἑτέρωθεν εὔκολον ποιῶν τὸν τῆς πίστεως λόγον, φησὶ, ὅτι ὁ Θεὸς αὐτὸν [*](z Ι. m. a m. rec. defect.)
Κλήμεντοσ. Ἢ ζωὴν λέγει, τὴν τῶν Ἑβραίων ἐπανόρθωσιν· τήν τε τῶν πέλας δι᾿ ἡμῶν αὐτῶν συνάσκησίν τε καὶ προκοπήν. οἱ γὰρ νεκροὶ τοῖς παραπτώμασι, ζωοποιοῦνται σὺν τῷ Χριστῷ διὰ τῆς ἡμετέρας διακονίας.