Catena In Epistulam Ad Romanos (Typus Monacensis) (E Cod. Monac. gr. 412)

Catenae (Novum Testamentum)

Catenae (Novum Testamentum). Catenae Graecorum Patrum in Novum Testamentum, Vol 4. Cramer, John Anthony, editor. Oxford: Oxford University Pres, 1844.

Χρυσοστόμου. Ἐπειδὴ μέγα εἴρηκε, πάλιν ἀπὸ τῆς γραφῆς αὐτὸ πιστοῦται καὶ τῆς πίστεως καὶ τῆς ὁμολογίας παρέχων μάρτυρας. τῷ μὲν γὰρ εἰπεῖν “ὅτι πᾶς ὁ πιστεύων,” τὴν πίστιν ἐδήλωσε· τῷ δὲ εἰπεῖν “ὅτι πᾶς ὃς ἂν ἐπικαλέσηται,” τὴν ὁμολο- γίαν ἐνέφηνεν. εἶτα πάλιν τὸ κοινὸν ἀνακηρύττων τῆς χάριτος. “ὁ γὰρ αὐτός,” φησι, “Κύριος πάντων, πλουτῶν εἰς πάντας.” ὁρᾷς πῶς δείκνυσιν αὐτὸν σφοδρῶς ἐφιέμενον ἡμῶν τῆς σωτηρίας, εἴγε καὶ πλοῦτον οἰκεῖον ἡγεῖται ταύτην ; ὥστε μὴ δὲ νῦν αὐτοὺς ἀπο- γνῶναι, μὴ δὲ νομίσαι, εἴγε βουληθεῖεν μετανοῆσαι, ἀσυγγνώστους εἶναι. ὁ γὰρ πλοῦτον οἰκεῖον ἡγούμενος τὸ σώζειν ἡμᾶς, οὐ παύ- σεται πλουτῶν. ἐπεὶ καὶ τοῦτο πλοῦτος, τὸ εἰς πάντας ἐκχεῖσθαι τὴν δωρεάν. ἐπειδὴ γὰρ καὶ τοῦτο μάλιστα αὐτοὺς ἐθορύβει τὸ προεδρίας ἀπολαύοντας ὑπὲρ τὴν οἰκουμένην ἅπασαν, νῦν ἐκ τῆς πίστεως ἀπὸ τῶν θρόνων καταβιβάζεσθαι ἐκείνων, καὶ μηδὲν πλέον τῶν λοιπῶν ἔχειν, συνεχῶς τοὺς προφήτας εἰσάγει ταύτην ἐπά-

377
δόντας αὐτοῖς τὴν ἰσοτομίαν. “ πᾶς γάρ,” φησι, “ ὁ πιστεύων ἐπ’ “ αὐτῷ οὐ καταισχυνθήσεται.” καὶ, “ πᾶς ὃς ἃν ἐπικαλέσηται “ τὸ ὄνομα Κυρίου σωθήσεται.” καὶ πανταχοῦ τὸ πᾶς τέθειται, ἵνα μὴ ἀντιλέγωσι· καὶ τὸ ἐκείνων φύσημα καταστέλλων. ἃ διὰ πολλῶν ἔμπροσθεν ἀπέδειξε, ταῦτα ἐν βραχέσι πάλιν ἀναμιμνήσκει· δεικνὺς, ὅτι οὐδέν τι μέσον Ἰουδαίου καὶ ἀκροβύστου. “ οὐ “ γάρ ἐστι διαστολή,” φησι, “ Ἰουδαίου καὶ Ἕλληνος.” καὶ ὃ περὶ τοῦ Πατρὸς εἴρηκεν ἐν τῇ περὶ τούτων ἀποδείξει, τοῦτο καὶ περὶ τοῦ Υἱοῦ λέγει ἐνταῦθα. ὥσπερ γὰρ ἔμπροσθεν αὐτὸ κατασκευάζων ἔλεγεν, “ἢ Ἰουδαίων μόνων ὁ Θεὸς, οὐχὶ καὶ ἐθνῶν ;” ναὶ καὶ ἐθνῶν. ἐπείπερ εἷς ὁ Θεὸς, οὕτω καὶ ἐνταῦθα φησί. ἀλλ’ οὐδὲν κενοδοξίας χεῖρον, αὕτη γὰρ, αὕτη μάλιστα πάντων αὐτοὺς ἀπώλεσε. διὸ καὶ ὁ Χριστὸς αὐτοῖς ἔλεγε, “ πῶς δύνασθε πιστεύειν, δόξαν παρὰ ἀλλήλων λαμβάνοντες, καὶ τὴν δόξαν τὴν παρὰ τοῦ μόνου Θεοῦ οὐ ζητοῦντες ;

Κυρίλλου. Μῆ τοίνυν ποιείτω ἴδιον ἀγαθὸν τὴν διὰ πίστεως σωτηρίαν ὁ Ἰσραήλ. “ πᾶς γὰρ ὃς ἃν ἐπικαλέσηται τὸ ὄνομα “ Κυρίου, σωθήσεται.” κἂν Ἰουδαῖος ἦ κἂν Ἕλλην, ἀδιαφόρως σώζει ὁ Θεὸς τῶν ὅλων. αὐτοῦ γὰρ ἅπαντα· οὕτω φαμὲν ἀνακεφαλαιοῦσθαι τὰ πάντα ἐν Χριστῷ.

Πῶς οὖν ἐπικαλέσονται εἰς ὃν οὐκ ἐπίστευσαν ; πῶς δὲ πιστεύσουσιν οὗ οὐκ ἤκουσαν ; πῶς δὲ ἀκούσουσι χωρὶς κηρύσσοντος ; πῶς δὲ κηρύξουσιν, ἐὰν μὴ ἀποσταλῶσι; καθὼς γέγραπται, ὡς ὡραῖοι οἱ πόδες τῶν εὐαγγελιζομένων εἰρήνην, τῶν εὐαγγελιζομένων τὰ ἀγαθά.

Χρυσοστόμου. Πάλιν ἀναιρεῖ τὴν συγγνώμην αὐτῶν. ἐπειδὴ γὰρ εἶπεν, “ ὅτι μαρτυρῶ αὐτοῖς, ὅτι ζῆλον ἔχουσιν ἀλλ’ οὐ κατ’ “ ἐπίγνωσιν.” καὶ “ ἀγνοοῦντες τὴν τοῦ Θεοῦ δικαιοσύνην, τῇ δικαιο- “ σύνῃ τοῦ Θεοῦ οὐχ ὑπετάγησαν,” δείκνυσι λοιπὸν ὅτι καὶ αὐτῆς τῆς ἀγνοίας δίκην ὀφείλουσι τῷ Θεῷ. καὶ οὐ λέγει μὲν οὕτως. κατασκευάζει δὲ τοῦτο· κατ’ ἐρώτησιν προάγων τὸν λόγον, καὶ σαφέστερον ποιῶν τὸν ἔλεγχον, τῷ κατὰ ἀντίθεσιν καὶ λύσιν, ἅπαν ὑφάναι τουτὶ τὸ χωρίον. σκόπει ’δε ἄνωθεν. εἶπε, φησὶν, ὁ

378
προφήτης, “ πᾶς ὃς ἃν ἐπικαλέσηται τὸ ὄνομα Κυρίου σωθήσεται.” ἀλλ’ ἴσως ἔχοι τίς ἃν εἰπεῖν, καὶ πῶς ἠδύναντο ἐπικαλέσασθαι τοῦτον, ᾧ οὐκ ἐπίστευσαν ; εἶτα, ἐρώτησις παρ’ αὐτοῦ μετὰ τὴν ἀντίθεσιν. καὶ διατί οὐκ ἐπίστευσαν ; καὶ πάλιν ἀντίθεσις. πάντως ἔχει τίς εἰπεῖν, καὶ πῶς εἶχον πιστεῦσαι, μὴ ἀκοῦ. σαντες; καὶ μὴν ἤκουσαν φησί. εἶτα ἕτερα πάλιν ἀντίθεσις. καὶ πῶς ἠδύναντο ἀκοῦσαι χωρὶς κηρύσσοντος ; εἶτα πάλιν λύσις. καὶ μὴν ἐκήρυξαν, καὶ ἀπεστάλησαν εἰς αὐτὸ τοῦτο πολλοί. καὶ πόθεν δῆλον ; ὅτι οὗτοι εἰσὶν ἐκεῖνοι οἱ ἀποσταλέντες. τότε δὴ λοιπὸν εἰσάγει τὸν προφήτην λέγοντα, “ ὡς ὡραῖοι οἱ πόδες.” ὁρᾷς πῶς ἀπὸ τοῦ τρόπου τοῦ κηρύγματος, δείκνυσι τοὺς κήρυκας ; οὐδὲν γὰρ ἄλλο περιῄεσαν οὗτοι πανταχοῦ λέγοντες, ἀλλ’ ἣ τὰ ἀπόρρητα ἐκεῖνα ἀγαθὰ, καὶ τὴν τοῦ Θεοῦ πρὸς ἀνθρώπους γενομένην εἰρήνην. ὥστε ἀπιστοῦντες, οὐχ ἡμῖν ἀπιστεῖτε φησί· ἀλλὰ τῷ Ἠσαίᾳ τῷ πρὸ πολλῶν ἐπῶν εἰπόντι ὅτι καὶ ἀποσταλησόμεθα καὶ κηρύξομεν, καὶ ἐροῦμεν ἅπερ εἰρήκαμεν. εἰ τοίνυν τὸ μὲν σωθῆναι ἐκ τοῦ ἐπικαλέσασθαι· τὸ δὲ ἐπικαλέσασθαι ἐκ τοῦ πιστεῦσαι ἐστί· τὸ δὲ πιστεῦσαι ἐκ τοῦ ἀκοῦσαι· τὸ δὲ ἀκοῦσαι ἐκ τοῦ κηρύξαι· τὸ δὲ κηρύξαι ἐκ τοῦ ἀποσταλῆναι· ἀπεστάλησαν δὲ καὶ ἐκήρυξαν· καὶ μετ’ αὐτῶν ὁ προφήτης περιῄει, δεικνὺς αὐτοὺς, καὶ ἀνακηρύττων ὅτι οὗτοι εἰσὶν οὓς πρὸ πολλῶν ἄνωθεν ἐδήλουν χρόνων, ὧν καὶ τοὺς πόδας ἐνεγκωμίαζον διὰ τὸν τοῦ κηρύγματος τρόπον, εὔδηλον ὅτι τὸ μὴ πιστεῦσαι, ἐκείνων ἔγκλημα γέγονε μόνων. καὶ γὰρ τὰ παρὰ Θεοῦ πάντα ἀπήρτισται.