Catena In Marcum (Recensio ii) (E Codd. Oxon. Bodl. Laud. 33 + Paris. Coislin. 23 + Paris. gr. 178)

Catenae (Novum Testamentum)

Catenae (Novum Testamentum). Catenae Graecorum Patrum in Novum Testamentum, Vol 1. Cramer, John Anthony, editor. Oxford: Oxford University Pres, 1840.

Ἀρχὴ τοῦ Εὐαγγελίου Ἰησοῦ Χριστοῦ Υἱοῦ Θεοῦ. ὡς γέγραπται ἐν τοῖς προφήταις, Ἴδου ἐγὼ ἀποστέλλω τὸν Ἄγγελον μου πρὸ προσώπου σου, ὃς κατασκευάσει τὴν ὁδόν σου ἔμπροσθεν σου.

Ἰωάννην οὖν τελευταῖον τῶν προφητῶν ἀρχὴν εἶναι τοῦ Εὐαγγε. λιου φησὶν ὁ Μάρκος, ἐπιφέρων “ ὡς γέγραπται ἐν τοῖς προφήταις· “ Ἰδοὺ ἐγὼ ἀποστέλλω τὸν Ἄγγελόν μου πρὸ προσώπου σου, ὃς “ κατασκευάσει τὴν ὁδόν σου.” τοῦτο προφητικὸν Μαλαχίου ἐστὶν, οὐχ Hσαίου. γραφέως τοίνυν ἐστι σφάλμα, ὥς φησιν Εὐσεβίος ὁ Καισαρείας ἐν τῷ πρὸς Μαρῖνον περὶ τῆς δοκούσης ἐν τοῖς Εὐαγγελίοις περὶ τῆς ἀναστάσεως διαφωνίας. Ὠριγένης δὲ ἐν ἑκτῷ τόμῳ τῶν εἰς τὸ κατὰ Ἰωάννην Εὐαγγέλιον ἐξηγητικῶν φησι, δύο προφητείας ἐν διαφόροις εἰρημένας τόποις ὑπὸ δύο προφητῶν εἰς ἓν συναγαγὼν πεποίηκεν, καθὼς γέγραπται ἐν Ἡσαΐᾳ τῷ προφήτῃ “ἰδοὺ ἀποστέλλω τὸν Ἄγγελόν μου πρὸ προσώπου σου, ὃς “ κατασκευάσει τὴν ὁδόν σου· φωνὴ βοῶντος ἐν τῇ ἑ ρημῷ, Ἑτοι- “ μάσατε τὴν ὁδὸν Κυρίου, εὐθείας ποιεῖτε τὰς τρίβους αὐτοῦ.” τὸ μὲν γὰρ φωνὴ βοῶντος ἐν τῇ ἐρήμῳ μετὰ τὴν περὶ τοῦ Ἐζεκίου ἱστορίαν ἀναγέγραπται. τὸ δὲ “ ἰδοὺ ἐγὼ ἀποστέλλω τὸν Ἄγγελόν “ μου πρὸ προσώπου σου” ὑπὸ Μαλαχίου. ἐπιτεμόμενος οὖν ὁ Εὐαγγελιστὴς, ὡς ὑπὸ ‘Hσαΐου εἰρημένας τὰς δύο χρήσεις παρἔθηκεν.

267
τὴν δὲ ὁμοίαν ἐπιτομὴν πεποίηται, καὶ ἔπι τοῦ “ ἴδου ἐγὼ “ ἀποστέλλω τὸν Ἄγγελόν μου πρὸ προσώπου σου, ὃς κατασκευ- “ άσει τὴν ὁδόν σου,” παρασιωπήσας τὸ προκείμενον “ἔμπροσθέν “ σου.” καὶ ἐν ἄλλοις δὲ οὐ μόνος αὐτὸς ἀλλὰ καὶ οἱ λοιποὶ Εὐαγγελισταὶ τοῦτο ποιοῦσιν, ἐπιτεμόμενοι τὰς προφητικὰς ῥήσεις. ταύτην δὲ τὴν χρῆσιν παρήγαγεν καὶ ὁ Ματθαῖος ὡς ἐπ’ αὐτοῦ εἰρημένην τοῦ Σωτῆρος περὶ τοῦ βαπτιστοῦ πρὸς τοὺς ὄχλους, ἡνίκα μετὰ τὴν ἐρώτησιν οἱ τοῦ Ἰωάννου μαθηταὶ ἐπορεύθησαν. εἰπὼν γὰρ “τί ἐξήλθετε προφήτην ἰδεῖν; ναὶ λέγω ὑμῖν καὶ περισ- “σότερον προφήτου” φησίν· “οὗτος γάρ ἐστιν περὶ οὗ γέγραπται “ἰδοὺ ἐγὼ ἀποστέλλω τὸν Ἄγγελον μου πρὸ προσώπου σου” καὶ τὰ ἑξῆς. πρότερον γὰρ τῶν Ἰουδαίων μαρτυρίαν θεὶς, τότε τὴν τῷ προφήτῃ ἐφαρμόζει.

Τὸ δὲ “πρὸ προσώπου σου,” καθάπερ γὰρ ἐπὶ τῶν βασιλέων οἱ ἐγγὺς τοῦ ὀχήματος ἐλαύνοντες οὗτοι τῶν ἄλλων εἰσὶ λαμπρότεροι, οὕτω δὴ καὶ Ἰωάννης ἐγγὺς αὐτῆς φαίνεται τῆς παρουσίας ἐλαύνων.

Καὶ ταύτην ἐπιτεμόμενος οὕτω παρέθηκεν, μὴ ἔχουσαν οὕτως ἐν τῷ προφήτῃ, ἀλλὰ “τὰς τρίβους τοῦ Θεοῦ ἡμῶν.” τίς δὲ ἦν ὁ ταῦτα βοῶν τοῖς ἀποσταλεῖσιν πρὸς Ἰωάννην ὑπὸ τῶν ἀρχιερέων καὶ διδασκάλων τοῦ λαοῦ πυνθανόμενοι τὲ ὅστις εἴη καὶ διερωτῶσι, μὴ ἆρα αὐτὸς εἴη ὁ Χριστὸς, Ἠλίας, ἣ ὁ προφήτης; τούτων μὲν οὐδεὶς εἶναι ἔλεγεν· διερωτῶσι δὲ ἑξῆς καὶ λέγουσιν, εἶπον οὖν ἡμῖν ὅστις εἴη, ἵνα ἀπόκρισιν [ὑμῖν] δῶμεν τοῖς πέμψασιν ἡμᾶς, τί λέγεις περὶ σεαυτοῦ; ταύτην τὴν ἀπόκρισιν ἐδίδου λέγων, “ἐγὼ “φωνὴ βοῶντος ἐν τῇ ἐρήμῳ” καὶ τὰ ἑξῆς. ὅπερ εἰς ἑαυτὸν πληροῦσθαι ἐδίδασκεν, ἑαυτὸν μὲν εἶναι τὸν βοῶντα ἐπὶ τῆς ἐρήμου παριστὰς, καὶ τὴν ἔρημον ἑτέραν οὖσαν παρὰ τὴν Μώσεως δεικνὺς, ἐν ἧ τὰς διατριβὰς ἐποιεῖτο.

Φωνὴ βοῶντος ἐν τῇ ἐρήμῳ, ἑτοιμάσατε τὴν ὁδὸν τοῦ Κυρίου, εὐθείας ποιεῖτε τὰς τρίβους αὐτοῦ.

Ἤδη δ᾿ ἐπὶ θύραις παρεῖναι ἐσήμαινε τὸ σωτήριον τοῦ Θεοῦ. σαφῶς δὲ παρίστησιν ἡ προφητεία μὴ ἐν τῇ Ἱερουσαλὴμ γενήσεσθαι

268
τὰ τεθεσπισμένα, ἀλλ’ ἐπὶ τῆς ἐρήμου, ἅτινα ἐπληροῦτο πρὸς ἱστορίαν καὶ λέξιν ἐπὶ τοῦ βαπτιστοῦ Ἰωάννου κηρύσσοντος τὴν σωτήριον ἐπιφάνειαν ἐν τῇ ἐρήμῳ τοῦ Ἰορδάνου, ἐν ᾗ καὶ ἡ δόξα τοῦ Χριστοῦ πᾶσιν ἐγνώσθη· ὅτε βαπτισθέντος αὐτοῦ ἠνοίχθησαν οἱ οὐρανοὶ, καὶ τὸ Πνεῦμα τὸ Ἅγιον ἐν εἴδει περιστερᾶς καταβὰν ἔμεινεν ἐπ’ αὐτόν. φωνή τε ἐνέχθη πατρικὴ τῷ Υἱῷ μαρτυροῦσα, “οὗτός ἐστιν ὁ Υἱός μου ὁ ἀγαπητὸς, αὐτοῦ “ἀκούετε.” τοῦτό τοι προεγνωκὼς ἐν πνεύματι ὁ μακάριος Ζαχαρίας ὁ τούτου πατὴρ, προεφήτευσε λέγων, “καί σὺ παιδίον προφήτης “Ὑψίστου κληθήσῃ, προπορεύσῃ γὰρ πρὸ προσώπου Κυρίου ἑτοι- “μάσαι ὁδοὺς αὐτοῦ.” ἅπερ οὖν πλατύτερον ἐξέθετο ὁ Ματθαῖος, συντεμὼν ὁ παρὼν Εὐαγγελίστης ἐπιφέρει “ἐγένετο Ἰωάννης “βαπτίζων ἐν ἐρήμῳ καὶ τὰ ἑξῆς.

Ἐγένετο Ἰωάννης βαπτίζων ἐν τῆ ἐρήμῳ, καὶ κηρύσσων βάπτισμα μετανοίας εἰς ἄφεσιν ἁμαρτιῶν.

Τὸ δὲ φωνὴ βοῶντος ἐν τῇ ἐρήμῳ, εἰρήκει ὁ μακάριος βαπτιστὴς πρὸς τοὺς σταλέντας ὑπὸ f τῶν ἀρχιερέων καὶ διδασκάλων τοῦ λαοῦ. πυνθανομένων γὰρ αὐτῶν καὶ διερωτώντων “τίς εἶ; ἵν “ἀπόκρισιν δῶμεν,” καὶ τὰ ἑξῆς. αὐτὸς ἀνταπεκρίθη τὸ, “φωνὴ “βοῶντος ἐν τῇ ἐρήμῳ,” ὡς καὶ τὸ ἐπαγόμενον δηλοῖ κηρύττων g βάπτισμα μετανοίας, καὶ τὰ ἑξῆς. h ὁρᾷς καὶ διὰ τί i ἐκήρυττεν, εἰς τοῦτο δηλονότι k μόνον ἔτι προοδοποιῶν παραγεγόνει, καὶ προετοιμάζων, οὐ τὴν δωρεὰν χαριζόμενος, ὅπερ ἦν ἄφεσις, ἀλλὰ προπαρασκευάζων τὰς ψυχὰς τῶν μελλόντων δέχεσθαι τὸν τῶν ὅλων Θεόν. Τὸ μὲν γὰρ Ἰωάννου βάπτισμα διὰ μετανοίας ἐκάθηρεν εἰς εὐτρεπισμὸν ἁγιασμοῦ· τὸ δὲ τοῦ Χριστοῦ, διὰ χάριτος ἡγίαζεν εἰς τελείωσιν.

Ἦν δὲ Ἰωάννης ἐνδεδυμένος τρίχας καμήλου.

Ὥπερ σαφέστερον ὁ Ματθαῖός φησιν, ὡς τὸ ἔνδυμα αὐτοῦ ἦν ἀπὸ τριχῶν καμήλου.

[*](f παρὰ Ρ. g κηρύσσων P. h ὁρᾶς ὅτι καὶ δι’ ὧν ἐκήρυττεν, ἐν τούτῳ δηλοῦται ὅτι προοδοποιῶν μόνον παρεγένετο L. i καὶ δι’ αὐτὸ Ρ. k ἐν τούτω, δηλοῦντι Ρ. l παρεγένετο Ρ.)
269

Οὕτω μετανοίας καὶ βασιλείας εἶχε σύμβολα τὸ σχῆμα ἐκεῖνο· ἣ ὡς ὁ ἄλλος m φησὶ, πένθους ἦν σύμβολον τὸ ἔνδυμα Ἰωάννου, καὶ n νεκρώσεως τοῦ λαοῦ ἡ δερματίνη ζώνη· τοῦτο γὰρ ὁ Σωτῆρ’ ἐσήμανε ο λέγων, “ηὐλήσαμεν ὑμῖν καὶ οὐκ ὠρχήσασθε Ρ, ἐθρη- “νήσαμεν, καὶ οὐκ ἐκόψασθε, ἦλθε γὰρ Ἰωάννης μήτε ἐσθίων μήτε “πίνων καὶ εἴπατε, δαιμόνιον ἔχει. πρὸς τὸ ἐθρηνήσαμεν ἀποδοὺς, πρὸς δὲ τὸ “ηὐλήσαμεν” περὶ ἑαυτοῦ, “ἦλθεν ὁ υἱὸς τοῦ “ἀνθρώπου ἐσθίων,” καὶ τὰ ἑξῆς.

Ἡ δὲ τροφὴ q αὐτοῦ, r ὡς ἡγοῦμαι, σύμβολον ἦν τῆς λογικῆς τοῦ λαοῦ τότε s τροφῆς, οὐκ ἐσθίοντός τι τῶν καθαρῶν πετεινῶν τοῦ οὐρανοῦ, τρεφομένου δὲ τῷ μὲν δοκοῦντι t λόγῳ μετεωροπόρῳ, ἀλλ’ οὐ βεβηκότι u ὑπὲρ τῶν πτερύγων, οὐδὲ δυναμένῳ x ὑπεραναβῆναι τῆς γῆς, καὶ ἐπὶ τὰ ὑψηλὰ φθάναι αὐτῆς y.

Ὠσπερ ἦν z καὶ μέλι ἄγριον γενόμενον μὲν ὑπὸ τῶν νοητῶν μελισσῶν τῶν προφητῶν, μὴ γεωργούμενον δὲ καὶ ἡμερούμενον διὰ τῆς ἐμμελοῦς νοήσεως καὶ ζητήσεως.

Καὶ ἐκήρυσσε λέγων· Ἔρχεται ὁ ἰσχυρότερος μου, ὀπίσω μου, οὗ οὐκ εἰμὶ ἱκανὸς κύψας λῦσαι τὸν ἱμάντα τῶν ὑποδημάτων αὐτοῦ.

Ετερόν ἐστιν ὁ φησιν ὁ Ματθαῖος, βαστάζειν τὰ ὑποδήματα. ἕτερον δὲ τὸ κύψαντα λῦσαι τὸν ἱμάντα τῶν ὑποδημάτων. καὶ ἀκόλουθόν γε, μηδενὸς σφαλλομένου τῶν Εὐαγγελιστῶν, ἀμφότερα κατὰ διαφόρους καιροὺς εἰρηκέναι τὸν a βαπτιστὴν, καθ’ ἕτερον νοῦν b. κειμένου γὰρ περὶ τῶν αὐτῶν, ὡς οἴονται τινες οἱ ὑπομνημονεύσαντες c, διαφόρως ἠνέχθησαν, μὴ ἀκριβοῦντες τῇ μνήμῃ ἕκαστον τῶν εἰρημένων ἣ γεγενημένων.

Ἱμάντά φησι τὸν σφαιρωτῆρα d τοῦ ὑποδήματος· πρὸς δὲ τὸ μέγεθος τοῦ ἀξιώματος, καὶ τῆς θεότητος τὴν ὑπεροχὴν ἀφορῶν, οὐδ’ ἐν ὑπηρέτου, φησὶ, τάξει καταλογισθῆναι ἱκανός εἰμι· πᾶσα γὰρ ἡ e ἀνθρώπου φύσις “ὡς σταγὼν ἀπὸ κάδου καὶ ὡς σίελος f [*](m ἢ ἄλλως φ. L. n Ρ. o ἐσήμαινε Ρ. Ρ ὀρχήσασθε Poss. q καὶ ἡ τρ. Ρ. r δέ φησιν Ρ. s τούτου Poss. t δὲ εἰ καὶ δοκ. P.L. u P.L. x L. δυναμένου Ρ. y φθάνειν αὐτὴν Ρ. αὐτῆς L. z οὖν Ρ. a P.L. b καθ’ ἕτερον καὶ ἕτερον νοῦν Ρ. καὶ ὧρον om. L. c ἀπομν. L. d σφαιροτ. Ρ. e P.L. f ὡς σίελος L. καὶ σίαλον Ρ. et Poss.)

270
“ λογισθήσεται, καὶ ἡ ταὐτῆς δικαιοσύνη ὡς ῥάκος g ἀποκαθη- “ μένης.”

Καὶ ἐγένετο ἐν ἐκείναις ταῖς ἡμέραις, ἦλθεν Ἰησοῦς ἀπὸ Ναζαρὲθ τῆς Γαλιλαίας, καὶ ἐβαπτίσθη ὑπὸ Ἰωάννου εἰς τὸν Ἰορδάνην.

Ὡς μηδέπω Πνεύματος Ἁγίου δοθέντος, ἐν ὕδατι βαπτίζειν φησὶν, αὐτὸν δὲ, τουτέστι τὸν Χριστὸν, βαπτίσειν ἐν Πνεύματι Ἁγίῳ προλέγει· οὖπερ καὶ ἔτυχον, μετὰ τὴν εἰς τοὺς οὐρανοὺς ἄνοδον, τοῦ χαρίσματος h πρῶτοι οἱ θεσπέσιοι μαθηταὶ, κατὰ τὴν τοῦ Σωτῆρος i ἐπαγγελίαν, εἰπόντος τοῖς μαθηταῖς, “ὑμεῖς δὲ “βαπτισθήσεσθε ἐν Πνεύματι Ἁγίῳ οὐ κατὰ πολλάς.”

Διὰ τοῦτο προλαβὼν ὁ Ἰωάννης φησιν, “ἔρχεται ὁ k ἰχυρότε- “ρός μου, ὀπίσω μου, οὗ οὐκ εἶμι ἱκανὸς κύψας λῦσαι τὸν ἱμάντα “τῶν ὑποδημάτων αὐτοῦ. καὶ αὐτὸς ὑμᾶς βαπτίσει ἐν Πνεύματι “Ἁγίῳ·” καὶ τὰ ἑξῆς. ἵν ὅταν l αὐτὸν θεάσῃ m μετὰ τῶν δούλων ἐρχόμενον βαπτισθῆναι, μὴ θορυβηθῇς· ἐν γὰρ τοῖς ταπεινοῖς τούτοις μάλιστα αὐτοῦ διαλάμπει τὸ ὑψηλόν· ἕτερα γάρ τινα οἰκονομῶν ἐπὶ τὸ βάπτισμα ἔρχεται τοῦ n Ἰωάννου. ὃ τοῦ μὲν ἡμετέρου ἀτελέστερον ἦν, τοῦ δὲ Ἰουδαϊκοῦ ὑψηλότερον· μέσον πῶς ἀμφοτέρων ὑπάρχον, ἵνα δι’ αὐτῆς τῆς τοῦ βαπτίσματος φύσεως μάθῃς, ὅτι οὐ δι’ ἁμαρτίας ἐβαπτίσθη· αὐτὸς γὰρ ἦν ὁ αἴρων τὴν ο ἁμαρτίαν τοῦ κόσμου, “ὃς ἁμαρτίαν οὐκ ἐποίησεν, “οὐδ᾿ εὑρέθη δόλος,” καὶ τὰ ἑξῆς Ρ. οὐδὲ ὡς τῆς τοῦ πνεύματος δεόμενον χορηγίας, ἑκάτερον γὰρ τούτων ἔρημον ἦν ἐκεῖνο τὸ βάπτισμα· ἀλλ’ οὐδὲ πολλῷ πλέον εἰς μετάνοιαν καθάπερ οἱ λοιποὶ παραγίνονται q. Καὶ αὐτοῦ γὰρ τοῦ βαπτιστοῦ πολὺ μείζων r ἦν, καὶ ἀσυγκρίτως ἐστὶ καθαρώτερος. τίνος οὖν ἕνεκεν ἐβαπτίσατο; ἵνα γνωρισθῇ τοῖς πολλοῖς, καὶ πιστεύσωσιν, ὡς ὁ Παῦλός φησι.

Διὰ τοῦτο δὲ s καὶ ἡ τοῦ Πνεύματος τηνικαῦτα γίνεται κάθοδος, οὐχ ὡς τότε πρῶτον ἐπιφοιτήσαντος (οὐδὲ γὰρ ἦν [*](g ῥάκκος Ρ. h τοῦ Χριστοῦ L. i πνεύματος Ρ. k Ρ. l ἵνα ὅτ᾿ ἂν Ρ. m θεωρήσῃ Ρ. n τὸ P.L. o P.L. p Ρ. q παραγίνεται L. τ μεῖζον Ρ. s τούτου δὲ Ρ.)

271
ἔρημος) ἀλλ’ ἵνα δείξῃ τὸν κηρυττόμενον, ὥσπερ δακτύλῳ τινι τῇ πτήσει πᾶσι t γνώριμον ποιοῦν u. καὶ διὰ τὸ πληρῶσαι πᾶσαν δικαιοσύνην, βαπτίζεται v, ἥτις ἐστιν τῶν ἐντολῶν ἡ πλήρωσις. ἐντολὴ δὲ καὶ τὸ πεισθῆναι x προφήτῃ βαπτίζοντι· ὅτι γὰρ βούλημα ἦν τοῦ Θεοῦ τὸ βάπτ’ ἵζεσθαι πάντας τότε, ἄκουσον τί φησιν· “ὁ πέμψας με βαπτίζειν ὕδατι.” καὶ πάλιν ὁ Χριστός· “οἱ τελῶναι καὶ αἱ y πόρναι ἐδικαίωσαν τὸν Θεὸν “βαπτισθέντες τὸ βάπτισμα Ἰωάννου, οἱ δὲ Φαρισαῖοι καὶ οἱ z “Γραμματεῖς ἠθέτησαν τὴν βουλὴν τοῦ Θεοῦ, μὴ βαπτισθέντες “ὑπ’ αὐτοῦ.” Εἰ τοίνυν πείθεσθαι a τῶ Θεῶ δικαιοσύνη, ὁ δὲ Θεὸς ἔπεμψε τὸν Ἰωάννην, ὥστε βαπτίσαι τὸν λαὸν, μετὰ τῶν ἄλλων ἁπάντων τῶν νομικῶν, καὶ τοῦτο ἐπλήρωσεν ὁ b Χριστός. εἰ δὲ καὶ διὰ τὸ c ἁγιάσαι τὰ ὕδατα ἡμῖν ἐβαπτίσθη· καὶ τοῦτο λέγων οὐκ ἃν ἁμάρτοις. διὸ καὶ τὸ πνεῦμα ἐν εἴδει περιστερᾶς κατήει d. ὅπου γὰρ καταλλαγὴ Θεοῦ, περιστερὰ, ὡς ἐπὶ τῆς κιβωτοῦ τοῦ Νῶε· καὶ νῦν ἐν εἴδει περιστερᾶς, οὐκ ἐν σώματι, τὸ Πνεῦμα ἔρχεται, τὸν ἔλεον τοῦ Θεοῦ καταγγέλλον e τῇ οἰκουμένῃ, ἅμα καὶ δηλοῦν, ὅτι τὸν πνευματικὸν, ἀπόνηρον εἶναι χρὴ καὶ πρᾶον, ἁπλοῦν τε καὶ ἄδολον.

Καὶ εὐθέως ἀναβαίνων ἀπὸ τοῦ ὕδατος, εἶδε σχιζομένους τοὺς οὐρανοὺς, καὶ τὸ Πνεῦμα ὡσεὶ περιστερὰν καταβαῖνον ἐπ’ αὐτόν.

Σχίζονται δὲ οἱ οὐρανοὶ, ἢ f κατὰ ατθαῖον ἀνοίγονται, ἵνα τοῖς ἀνθρώποις ἀποδοθῇ ἐξ οὐρανοῦ ὁ ἁγιασμὸς, καὶ συναφθῇ τοῖς ἐπίγείοις g τὰ οὐράνια. ἡ δὲ φωνὴ ἡ ἐνεχθεῖσα, ἣ ἀγγελική τις ἦν, ἣ καὶ ἑτέρα ἐκ h προσώπου τοῦ Πατρός.

Ἐνταῦθα ἕτερά τινα οἰκονομεῖ ὁ Σωτῆρ’ ἐρχόμενος ἐπὶ τὸ βάπτισμα Ἰωάννου· τοῦτο γὰρ τοῦ μὲν ἡμετέρου πολὺ ἦν ἀτελέστερον, τοῦ δὲ Ἰουδαικοῦ ὑψηλότερον. ἐλήλυθε γὰρ ἐπὶ τοῦτο, ἵνα δείξῃ διὰ τῆς τοῦ βαπτίσματος φύσεως, ὅτι οὐ δι’ ἁμαρτίας ἐβαπτίσθη, οὐδὲ ὡς τῆς τοῦ Πνεύματος δεόμενος χορηγίας. καὶ [*](t κτίσει πάση Poss. u P.L. v P.L. x πεισθῆναι P.L. πλυθῆναι Poss. y Ρ. z Ρ. a τῷ θεῷ πείθεσθαι Ρ. b P.L. c P.L. d κατιεῖ Ρ. κάτεισιν L. e καταγγέλον L. f οἳ L. g ἐπὶ γῆς L. h ὡς ἐκ L.)

272
γὰρ καὶ ἀναμάρτητος ἦν, καὶ τὸ Πνεῦμα ἐν ἑαυτῷ οὐσιωδῶς εἶχεν ἀεὶ.

Εἰ ἄλλος ἐν ἄλλῳ ἐστὶ κατὰ τοὺς λόγους τοῦ Νεστορίου, ἔδει εἰπεῖν, ἔν σοί ἐστιν ὁ υἱός μου ὁ ἀγαπητὸς, ἐν ᾧ εὐδόκησα.

Καὶ εὐθὺς τὸ Πνεῦμα αὐτὸν ἐκβάλλει εἰς τὴν ἔρημον. καὶ ἦν ἐκεῖ ἐν τῆ ἐρήμῳ ἡμέρας τεσσαράκοντα, πειραζόμενος ὑπὸ τοῦ Σατανᾶ.

Ἐπειδὴ i πάντα πρὸς διδασκαλίαν ἡμῶν ἔπραττέ τε καὶ ὑπέμενεν, ἀνέχεται καὶ τῆς ἐκεῖσε ἀναγωγῆς k, καὶ τῆς πρὸς τὸν διάβολον πάλης, ἵνα ἕκαστος τῶν βαπτιζομένων, εἰ κατὰ τὸ βάπτισμα μείζονας ὑπομείνειε πειρασμοὺς, μὴ ταράττηται ὡς παρὰ προσδοκίαν τοῦ πράγματος γενομένου, ἀλλὰ μένῃ m γενναίως πάνθ’ n ὑποφέρων. Διὰ τοῦτο γὰρ o οὐδ’ Ρ ἐπιόντας κωλύει τοὺς πειρασμοὺς ὁ Θεός· πρῶτον μὲν ἵνα μάθῃς ὅτι πολλῷ γέγονας ἰχυρότερος· ἔπειτα ἵνα μένῃς μετριάζων, μηδὲ q τῷ μεγέθει τῶν δωρεῶν ἐπαρθῇς r, τῶν πειρασμῶν συστέλλειν σε δυναμένων s. καὶ ἵνα ὁ πονηρὸς ἀπὸ τῆς βασάνου τῶν πειρασμῶν πληροφορηθῇ ὅτι τέλεον αὐτὸν ἐγκαταλιπὼν ἀπέστης t. τέταρτον, ἵνα ταύτῃ ὥσπερ σίδηρος στομωθῇς, καὶ ἰσχυρότερος γένῃ. πέμπτον, ἵνα σαφῆ λαβῆς ἀπόδειξιν τῶν πιστωθέντων υ σοι θησαυρῶν. οὐδὲ γὰρ ἂν x ἐπῆλθεν ὁ διάβολος, εἰ μή σε σε y ἐν μείζονι γενόμενον z εἶδεν τιμῇ.

Διὰ τοῦτο δὲ οὐκ ἀνιόντα ἁπλῶς δείκνυσί σοι τὸν Ἰησοῦν, ἀλλ’ ἀναγόμενον κατὰ τὸν τῆς οἰκονομίας λόγον· αἰνιττόμενος διὰ τούτων, ὅτι οὐκ αὐτοὺς ἐπιπηδᾷν χρὴ, ἀλλ’ ἑλκομένους a ἑστάναι γενναίως·

Ἕλκει δὲ αὐτὸν εἰς τὴν ἔρημον, ἐπειδὴ τὸν διάβολον ἐβούλετο μετασπάσασθαι b, οὐ διὰ τῆς πείνης μόνον, ἀλλὰ καὶ διὰ τοῦ c τόπου δίδωσιν αὐτῷ λαβήν· τότε γὰρ μάλιστα ἐπιτίθεται, ὅταν [*](i καὶ εὐθὺς τὸ πνεῦμα αὐτὸν ἐκβάλλει, καὶ τὰ ἑξῆς. Ἐπειδὴ πρὸς διδασκαλίαν ἣν ἔπραττέν τε Ρ. k ἀγωγῆς Ρ. l ὑπομείνοιεν P.L. m μένει P. n πάντα Ρ. πάντα φέρων L. o γὰρ om. L. P οὐδὲ P.L. q καὶ μηδὲ L. r ἐπαρθεὶς P. s P.L. t ἀπέπτης L. u πιστευθ. P.L. x P.L. y P.L. z ἐν μειζ. εἶδε γεν. L. a P.L. b ἐπισπάσ. P.L. c P.L.)

273
ἴδῃ μεμονωμένους καὶ καθ’ ἑαυτοὺς ὄντας. ταύτῃ τοι καὶ ἄβατος ἢν ἡ ἔρημος, ὡς καὶ θηρίων πλήρης ὑπάρχειν. Καὶ οἱ ἄγγελοι διηκόνουν αὐτῷ. Διηκόνουν δὲ αὐτῷ οἱ Ἄγγελοι κατὰ τὴν πείραν, καὶ τὴν κατὰ τοῦ διαβόλου νίκην, τὴν τῶν ἀνθρώπων κατεργαζόμενοι σωτηρίαν, κατὰ τὸ εἰρημένον· “οὐχὶ πάντες εἰσὶ λειτουργικὰ πνεύματα εἰς “διακονίαν ἀποστελλόμενα διὰ τοὺς μέλλοντας κληρονομεῖν σω- “τηρίαν;” νόει δέ μοι καὶ καθ’ ἕκαστον, ὅτι συντελεσθέντος παντὸς πειρασμοῦ, Ἄγγελοι προσέρχονται διακονοῦντες τῷ νενι- κηκοτι.

Ἀκολούθως ἐκτίθεται d τῷ Ματθαίῳ καὶ ὁ παρὼν Εὐαγγελιστής. κἀκεῖνος γὰρ κατὰ τὸ εἰπεῖν, ὡς Ἄγγελοι προσῆλθον καὶ διηκόνουν αὐτῷ, ἐπιφέρει· “ἀκούσας δὲ Ἰησοῦς ὅτι Ἰωάννης παρεδόθη, “ἀνεχώρησεν εἰς τὴν Γαλιλαίαν.” καὶ μετ’ ὀλίγα· “ἀπὸ τότε “ἤρξατο ὁ Ἰησοῦς κηρύσσειν e καὶ λέγειν, μετανοεῖτε· ἤγγικε “γὰρ ἡ βασιλεία τῶν οὐρανῶν.”

Προσέχειν δὲ χρὴ ὅτι ὁ μὲν Ἰωάννης ἐν τῇ ἐρήμῳ τῆς Ἰουδαίας f κηρύσσει, λέγων πρὸ τοῦ, “ἤγγικεν ἡ βασιλεία τῶν ὐρα- “νῶν,” τὸ “μετανοεῖτε.” ὁ δὲ Σωτῆρ’ ἡμῶν ἀναχωρήσας εἰς τὴν Γαλιλαίαν καὶ καταλιπὼν τὴν Ναζαρὲθ, ὡς ὁ Ματθαῖός φησιν, “ἐλθὼν κατῴκησεν εἰς Καπερναοὺμ g τὴν παραθαλασσίαν·” καὶ “ἀπὸ τότε ἤρξατο κηρύσσειν, καὶ λέγειν,” οὐχὶ, τὸ μετανοεῖτε, καὶ τὰ ἑξῆς, ἄλλα μόνον τὸ, “ἤγγικεν ἡ βασιλεία τῶν οὐρανῶν.” ἔδει γὰρ τὸ μετανοεῖτε προτασσόμενον τούτου λεχθῆναι ὑπὸ Ἰωάννου ἑτοιμάζοντος h τὴν ὁδὸν τοῦ Κυρίου. Κατὰ οὖν τὸν Μάρκον ὁ Κύριος ἡμῶν ἔλεγεν τὸ, πεπλήρωται ὁ καιρὸς, καὶ ἤγγικεν ἡ βασιλεία τοῦ Θεοῦ. ἔδει i δὲ πληρωθέντος τοῦ καιροῦ k. κατὰ τὸ “ὅτε ἦλθε τὸ πλήρωμα τοῦ χρόνου, ἐξαπέστειλεν ὁ Θεὸς τὸν υἱὸν “αὐτοῦ.” τὴν l διὰ τῶν προφητῶν πέρας εἰληφέναι οἰκονομίαν m. διὸ κατὰ τὸν πειρασμὸν καὶ τοὺς προσελθόντας Ἀγγέλους διακονεῖν τῷ Ἰησοῦ, ἀκούει Ἰησοῦς n ὅτι Ἰωάννης παρεδόθη.

Τὸ δὲ “μετανοεῖτε καὶ πιστεύετε ἐν τῷ Εὐαγγελίῳ,” ὅρα εἰ [*](d ἐκτίθεται P.L. e κηρύσσειν κ. τ. ἑξῆς L f P.L. g Καφαρναοὺμ Ρ. h P.L. i L. εἰ Ρ. k P.L. 1 P.L. m P.L. n P.L.)

274
δύναται λέγειν, ὅτι τὸ μὲν Ἰωάννου “ μετανοεῖτε” προσεκαλεῖτο τοὺς ἀκούοντας ἀποθέσθαι τὰ ἐν τῷ βίῳ ο ἁμαρτήματα· τὸ δὲ Ἰησοῦ, προέτρεπεν P εἰς τὸ μετανοεῖν ἀπὸ τοῦ νομικοῦ γράμματος ἐπὶ τὸ ζωοποιοῦν q πνεῦμα ἀνακαλυπτόμενον ἐν τῷ Εὐαγγελίῳ r. διὸ συνάπτει ὁ Ἰησοῦς τὸ “μετανοεῖτε καὶ πιστεύετε ἐν τῷ Εὐ- “ αγγελίῳ s.”

Μετὰ δὲ τὸ παραδοθῆναι τὸν Ἰωάννην ἀναχωρεῖ εἰς τὴν Γαλιλαίαν, διδάσκων ἡμᾶς μὴ ὁμόσε χωρεῖν t, μηδὲ διαμάχεσθαι τῇ βίᾳ τῶν μονηρῶν. καὶ ἄλλως διετήρει ἑαυτὸν ταῖς πρὸ τοῦ u παθεῖν διδασκαλίαις καὶ θεραπείαις, ἵνα πληρώσας αὐτὰς, καὶ ἃ προέγνωκεν καὶ προώρισε, μετὰ τοῦτο x ἑαυτὸν ταπεινώσῃ y καὶ ὑπήκοος γένηται μέχρι θανάτου, θανάτου δὲ σταυροῦ.

Ἀνεχώρησεν αὐτοῦ z μὴ παραμείνας διωχθῆναι, ἀλλ’ ὡς ἐνδεχομένου τοῦ αὐτὸν διωχθήσεσθαι a μετὰ τὸ παραδοθῆναι τὸν Ἰωάννην ἀνεχώρησεν b. καὶ τοῦτο δὲ εἰδέναι προσήκει, ὡς καταλλήλως τῷ Ματθαίῳ ὁ Μάρκος τὰ πολλὰ c ἐκτίθεται, ἀλλ’ ἐπιτετμημένως. Μετὰ δὲ τὴν τῶν Ἀποστόλων ἐκλογὴν ἐπιφέρει, “καὶ εἰς “πορεύονται εἰς Καπερναούμ d.”