Catena In Marcum (Recensio ii) (E Codd. Oxon. Bodl. Laud. 33 + Paris. Coislin. 23 + Paris. gr. 178)

Catenae (Novum Testamentum)

Catenae (Novum Testamentum). Catenae Graecorum Patrum in Novum Testamentum, Vol 1. Cramer, John Anthony, editor. Oxford: Oxford University Pres, 1840.

Εἰσ Τὸ Κατὰ Μάρκον Ἅγιον Εὐαγγέλιον ἐκ τῆσ Εἰσ Αὐτὸν Ἑρμηνείασ τοῦ ἐν Ἁγίοις Κυρίλλου Ἀλεξανδρείασ. a

Πολλων εἰς τὸ κατὰ Ματθαῖον καὶ εἰς τὸ κατὰ Ἰωάννην τὸν υἱὸν τῆς βροντῆς, συνταξάντων ὑπομνήματα, ὀλίγων δὲ εἰς τὸ κατὰ Λουκᾶν, οὐδενὸς δὲ ὅλως, ὡς οἶμαι, εἰς τὸ κατὰ Μάρκον Εὐαγγέλιον ἐξηγησαμένου (ἐπεὶ μηδὲ μέχρι τήμερον ἀκήκοα, τοῦτο b πολυπραγμονήσας παρὰ τῶν σπουδὴν c ποιουμένων τὰ τῶν ἀρχαιοτέρων συνάγειν πονήματα) συνεῖδον τὰ κατὰ μέρος καὶ σποράδην εἰς αὐτὸ εἰρημένα παρὰ τῶν διδασκάλων τῆς Ἐκκλησίας, συναγαγεῖν, καὶ σύντομον Ἑρμήνειαν συντάξαι. Ὅπως μὴ μόνον ἀπὸ τῶν τῆς καινῆς διαθήκης βιβλίων δόξῃ παρεωρᾶσθαι, ἢ ὡς μηδὲ μιᾶς ἐπιστάσεως δεομένου, ἣ ὡς δυναμένων ἡμῶν ἐκ τῆς τῶν λοιπῶν ἑρμηνείας καὶ τούτου τὴν διάνοιαν ἀνεξευρίσκειν. Μηδεὶς δὲ προπετείας ἣ θράσους γραφὴν ποιείσθω τοῦ ἐγχειρήματος, ἀλλὰ μᾶλλον ταῖς εὐχαῖς συνεργείτω ἄξιον τῆς προθέσεως ἐπιθεῖναι τὸ πέρας. d Μετὰ ατθαῖον Μάρκος ὁ Εὐαγγελιστὴς συγγραφὴν ποιεῖται, ἐκαλεῖτο δὲ καὶ Ἰωάννης. υἱὸς δὲ οὗτος ἐστὶ e Μάριας τῆς τοὺς Ἀποστόλους δεξαμένης f ἐν Ἱερουσαλὴμ ἐν τῇ αὑτῆς οἰκίᾳ, ὡς ἐν ταῖς Πράξεσι τῶν Ἀποστόλων δηλοῦται, περὶ τῆς τοῦ διὰ τοῦ Ἀγγέλου ἀπὸ τοῦ δεσμωτηρίου ἀπολύσεως τοῦ Πέτρου. “συνιδὼν γὰρ,” φησὶν, “ἦλθεν ἐπὶ τὴν οἰκίαν “τῆς μητρὸς Ἰωάννου τοῦ ἐπικαλουμένου Μάρκου, οὗ ἦσαν ἱκανοὶ “συνηθροισμένοι.” Καὶ τὰς μὲν ἀρχὰς τῷ Βαρνάβᾳ, ἀνεψιῷ ὄντι g αὐτοῦ, καὶ τῷ Παύλῳ συνείπετο ὡς πάλιν ἐν ταῖς Πράξεσιν εἴρηται τῶν Ἀποστόλων. Καὶ Παῦλος δὲ πρὸς Κολοσσαεῖς i [*](a Ed. Βίκτωρος Πρεσβυτέρου Ἀντιοχείας εἰς τὴν τοῦ κατὰ Μάρκον Ἑρμήνειαν. b ταύτης Ρ. ταῦτα L. c διὰ σπουδῆς L. d καὶ μετ’ ὀλίγα Ρ. ἰστέον ὅτι Poss. et Ρ. e ἦν Poss. f δεξιουμένης L. g ἀνεψιὸς ὤη Poss. ἀνεψίῳ ὄντι P.L. h συνήπτετο Poss. i Κολασαεῖς P.L. K(??) Poss.)

264
μνήμην αὐτοῦ ποιεῖται, φάσκων, “ἀσπάζεται ὑμᾶς Μάρκος ὁ “ἀνεψιὸς Βαρνάβα.” Καὶ ἐν τῇ πρὸς Τιμόθεον δευτέρᾳ, “ἀναλαβὼν ἄγαγε j μετὰ σεαυτοῦ, k ἔστι γάρ μοι εὔχρηστος εἰς “διακονίαν.” ἐπὶ τῆς Ρώμης δὲ μετὰ ταῦτα συνῆν l τῷ Πέτρῳ, καθὼς m ἐν τῇ πρώτῃ αὐτοῦ n Ἐπιστολῇ γράφων τοῖς ἐν τῇ διασπορᾷ φησὶν, “ἀσπάζεται ὑμᾶς ἡ ἐν Βαβυλῶνι Ἐκκλησία “συνεκλεκτὴ, καὶ Μάρκος ὁ υἱός μου.” Τὴν ἱερὰν τοίνυν τοῦ θείου ο κηρύγματος διδασκαλίαν παρὰ τῶν μαθητῶν τοῦ Σωτῆρος p δεδιδαγμένος ἦν, καὶ σὺν αὐτοῖς ἐποιεῖτο ταύτην καὶ ἐπὶ τῆς Ρώμης ἐπλήρου. Παρακλήσεσι δὲ παντοίαις ᾔτουν αὐτὸν αὐτόθι, φασιν r, ἔγγραφον αὐτοῖς ἐκθέσθαι τὴν διήγησιν τοῦ σωτηρίου s κηρύγματος, καὶ ταύτην αἰτίαν γενέσθαι τῆς τοῦ λεγομένου κατὰ Μάρκον ὐαγγελίου t γραφῆς. γνόντα δὲ τὸ πραχθὲν τὸν Ἀπόστολον, ἀποκαλύψαντος αὐτῷ τοῦ Πνεύματος, ἡσθῆναι μὲν τῇ τῶν ἀνδρῶν προθυμίᾳ, κυρῶσαι τὲ τὴν γραφὴν εἰς ἔντευξιν ταῖς Εκκλησίαις.

Εἰρηναίου. Μετὰ τὴν τοῦ κατὰ Ματθαῖον Εὐαγγελίου ἔκδοσιν, Μάρκος ὁ μαθητὴς καὶ Ἑρμηνευτὴς Πέτρου, καὶ αὐτὸς τὰ ὑπὸ Πέτρου κηρυττόμενα ἐγγράφως ἡμῖν παραδέδωκε.

Τὸ κατὰ Μάρκον Εὐαγγέλιον συνεγράφη ἀπὸ Μάρκου μετὰ δέκα χρόνους τῆς Χριστοῦ ἀναλήψεως· οὗτος ὑπὸ Πέτρου Ἀποστόλου ἤκουσε τὸ Εὐαγγέλιον καὶ συνεγράψατο αὐτὸ, μαθητὴς ὣν Πέτρου. Sch. Cod. L.

Ἰουστίνου. Ἐπειδὴ τοίνυν ἐχρῆν τοὺς ὑπὸ τῶν Ἀποστόλων ἀγρευομένους ἀποθανεῖν ἀπὸ τῆς προτέρας αὐτῶν ἐν ἁμαρτίᾳ ζωῆς, ἐλθόντας πρὸς τὸ φῶς τῆς θεογνωσίας καὶ τὴν πνοὴν τοῦ παντοκράτορος, τὸ ζωοποιὸν καὶ πανάγιον Πνεῦμα, διὰ τοῦτο ἡ ἄγρα τῶν ἰχθύων παρείκασεν ὁ Κύριος τὴν ἄγραν τῶν ἀνθρώπων, καὶ τοὺς Ἀποστόλους ἐξ ἁλιέων ἐξελέξατο, καὶ ἁλιέας ποιεῖν ἀνθρώπων ἐπηγγείλατο. προσέθηκε δὲ καὶ τὸ ζωγρῶν κατὰ τὸν Λουκᾶν, τὸ ἐλλεῖπον τοῦ ὑποδείγματος τῷ ἐπιδεικνυμένῳ προσθέμενος. ταῦτα θεικῇ δυνάμει προηγόρευσεν ὁ Σωτῆρ’· ταῦτα τοῖς ἔργοις πιστὰ [*](j ἄγε L. k σεαυτοῦ Ρ. ἑαυτοῦ Poss. l σὺν Poss. m ὅς φησιν Poss. n Ρ. ο Κυρίου Poss. P παρ’ αὐτῶν Poss. q ταύτης Ρ. r φησιν P.L. s Κυρίου Poss. t εὐαγγέλιον L.)

265
καὶ ἀληθῆ ἀπέδειξεν ὁ αὐτός. ὁ γοῦν ἀμφιβολεὺς ἐκεῖνος, ὁ ἁλιευτὴς, ὁ Σύρος, ἀντὶ τῆς τῶν ἰχθύων θήρας ὅσας ἀνθρώπων ἐσαγήνευσε μυριάδας, λόγων ἀπορρήτων δικτύοις θεικῇ δυνάμει συμπλακεῖσιν, οὐκ ἔστιν ἀριθμῷ περιλαβεῖν δυνατόν· ὄψις δ᾿ ἀδήλων τὰ φαινόμενα. ἃ γὰρ ὁ μακρὸς αἰὼν τοῦ βίου πρὸ τῆς τοῦ Σωτῆρος ἐπιφανείας οὐκ ἤνεγκεν· ἃ μήτε Μώσης ὁ τῶν Ἑβραίων νομοθέτης, μήτε οἱ μετὰ Μωσέα τοῦ Θεοῦ προφῆται, πολλὰ καμόντες διὰ πάσης νυκτὸς τῇ πρὸ τῆς ἐπιφανείας αὐτοῦ καταπράξασθαι μὴ δεδύνηνται, ταῦτα ὁ Γαλιλαῖος, ὁ πένης, ὁ βάρβαρος φωνὴν, αὐτὸς ἐκεῖνος ὁ Πέτρος κατεπράξατο. δεῖγμα δὲ τῶν τότε ἐπιτελεσθέντων πρὸς Πέτρου, αἱ εἰς δεῦρο διαλάμπουσαι ἐκκλησίαι, πολὺ μᾶλλον τῶν τότε σκαφῶν λογικῶν ἰχθύων πληθύουσαι· οἷα κατὰ Καισάρειαν τῆς Παλαιστίνης τυγχάνει· οἵα ἡ ἐπὶ Ἀντιόχειαν τὴν κατὰ Συρίαν· οἵα ἡ ἐπ’ αὐτῆς τῆς Ῥωμαίων πόλεως. τάσδε γὰρ αὐτὸς ὁ Πέτρος τὰς ἐκκλησίας, καὶ τὰς ἀμφ’ αὐτὰς ἁπάσας συστησάμενος μνημονεύεται· καὶ τὰς ἐπ’ Αἰγύπτου κατ’ αὐτὴν τὴν Ἀλεξάνδρειαν αὐτὸς πάλιν· οὐ μὴν δι’ ἑαυτοῦ, διὰ δὲ Μάρκου τοῦ μαθητευθέντος αὐτῷ κατεστήσατο. αὐτὸς μὲν γὰρ ἀμφὶ τὴν Ἰταλίαν καὶ πάντα τὰ ἀμφὶ ταύτην ἔθνη ἐσχόλαζε. τὸν δ’ αὐτοῦ φοιτητὴν Μάρκον τῶν κατ’ Αἴγυπτον διδάσκαλον καὶ σαγηνευτὴν ἀποδέδειχεν. Ap. Macar. Chrysoceph. Cod. Barocc. 156. f. 131. vers.