Catena In Marcum (Recensio ii) (E Codd. Oxon. Bodl. Laud. 33 + Paris. Coislin. 23 + Paris. gr. 178)

Catenae (Novum Testamentum)

Catenae (Novum Testamentum). Catenae Graecorum Patrum in Novum Testamentum, Vol 1. Cramer, John Anthony, editor. Oxford: Oxford University Pres, 1840.

Περὶ τοῦ δαιμονιζομένου.

Καὶ εἰσπορεύονται εἰς Καπερναούμ.

Τούτῳ τὰ ὁμοία παρέθετο καὶ ὁ Λουκᾶς· πόθεν δὲ καὶ εἰσπορεύονται εἰς Καπερναούμ; ἀπὸ τῆς Ναζαρὲτ, ὥς φησιν ὁ Λουκᾶς, “καὶ ἦν διδάσκων αὐτοὺς ἐν τοῖς σάββασι.”

Καὶ εὐθέως τοῖς σάββασιν εἰσελθὼν εἰς τὴν συναγωγὴν, ἐδίδασκε.

Τότε γὰρ συνηγάγοντο e μόνον, ὡς διὰ τὴν τῆς ἀργίας f ἀναγκην, οὐ διὰ τὴν τοῦ νόμου φιληκοίαν· ταύτῃ τοι καὶ τοῦ σαββάτου αὐτοῖς ἐπέστησεν τὴν ἀνάγκην ὁ νόμος. ἐδίδασκεν οὖν ἐν [*](ο βιοῦν L. P προετρέπετο L. q L. r P.L. s τοῖς εὐαγγελίοις Poss. t P.L. u πρὸς τὸ Ρ. x PL. y ταπεινώσει P.L. z L. a P.L. b P.L. c L. d post ἐπιτετμ. æc add. P.L. e συνήγοντο P.L. f ἀργίας P.L.)

275
σαββάτῳ, τὰς τῶν ἀκουόντων βουλόμενος θηρᾶσθαι ψυχὰς πρὸς εὐσέβειαν.

Καὶ ἐξεπλήσσοντο ἐπὶ τῆ διδαχῇ αὐτοῦ· ἦν γὰρ διδάσκων αὐτοὺς ὡς ἐξουσίαν ἔχων, καὶ οὐχ ὡς οἱ Γραμ- ματεῖς.

“Καὶ g ἐξεπλήσσοντο ἐπὶ τῇ διδαχῇ αὐτοῦ,” ὅτι οὐ πρὸς χάριν τοὺς λόγους προέφερεν h, οὐ κολακεύων καὶ τὸν i τῶν ἀκροωμένων θηρώμενος ἔπαινον· ἀλλ’ ἐν ἐξουσίᾳ ἦν ὁ λόγος αὐτοῦ, προτρεπτικὸς εἰς σωτηρίαν, καὶ τιμωρίαν τοῖς ἀπειθοῦσιν k ἐπανατεινό- μενος.

Καὶ ἦν τῇ συναγωγῇ αὐτῶν ἄνθρωπος ἐν πνεύματι ἀκαθάρτῳ.

Διὰ τῆς προσθήκης τοῦ ἀκαθάρτου διαστέλλεται τὴν ὁμωνυμίαν l τοῦ πνεύματος· πνεῦμα γὰρ καὶ ὁ ἀὴρ, καὶ ἡ ψυχὴ, καὶ τὰ λειτουργικὰ πνεύματα προσαγορεύεται, καὶ τὸ Πνεῦμα δὲ τὸ Ἅγιον· ἵνα τοίνυν μὴ τῇ κοινότητι εἰς ἀδηλίαν ἐκπέσωμεν, διὰ τοῦτό φησι “πνεῦμα δαιμονίου ἀκαθάρτου.” ἀκαθάρτου m δὲ διὰ τὴν ἀσέβειαν, καὶ τὴν ἀπὸ θεοῦ ἀναχώρησιν, καὶ διὰ τὸ πάσαις ταῖς αἰσχραῖς καὶ πονηραῖς ἐφήδεσθαι n πρά- ξεσιν.

Καὶ ἔκραξε φωνῇ μεγάλῃ λέγων· τί ἡμῖν καί σοι ἦλθες πρὸ καιροῦ, καὶ τὰ ἑξῆς. Στοχάζομαι σοῦ τὴν παρουσίαν, φησὶν, ὑποπτεύω τὴν ἄφιξιν ο. οὐδὲ γὰρ ἀσφαλῆ καὶ βεβαίαν τῆς παρουσίας εἶχεν τὴν γνῶσιν· εἰ καὶ τοῦτο εἰδέναι δοκεῖ, μεθ’ ὑποκρίσεως ἐκφέρων τοὺς λόγους.

Διατὶ δέ φησιν, ἦλθες ἡμᾶς ἀπολέσαι; οὐκέτι γὰρ ἡμῖν δίδως χώραν, περιαιρῶν τὴν ἀσέβειαν, ἀπελαύνων τὴν πλάνην, θεογνωσίαν ταῖς τῶν ἀνθρώπων ψυχαῖς ἐνιείς· “οἶδά σε τὶς εἶ, ὁ “ἅγιος τοῦ Θεοῦ.” ἅγιος ἦν καὶ ἕκαστος τῶν προφητῶν· ἀλλ’ οὐχ ἕνα τῶν πάντων σημαίνει, ἀλλὰ τὸν ἐκ τοῦ ἑνὸς ἕνα καταγγέλλει. [*](g P.L. h προσέφερεν L. i τὴν Poss. k ἀπειθουμένοις P.L. 1 L. m ἀκάθαρτον P.L. n ἀναχώρησιν διὰ τὴν προαίρεσιν, διὰ τὸ ἐφείδεσθαι Ρ. ο P.L.)

276
διὰ γὰρ τοῦ ἄρθρου, τὸν ἕνα σημαίνει τῶν ἄλλων ἐξαίρετον p. καὶ διὰ τοῦ φόβου ἐπιγνώσκει τὸν q πάντων δεσπότην. ταύτῃ τοι καὶ τοῦ σαββάτου αὐτοῖς ἐπέστησε τὴν ἀνάγκην, καὶ ἐδίδασκεν ἐν σαββάτῳ, τῶν ἀκούοντων βουλόμενος θηράσασθαι ψυχὰς πρὸς εὐσέβειαν. ἀλλ’ ἐπετίμησεν αὐτῷ ὁ Ἰησοῦς· οὐδὲ γὰρ ἔχρηζεν ἡ ἀλήθεια τῆς ἀπὸ τῶν πονηρῶν δαιμόνων συστάσεως, οὐδὲ ταῖς τῶν ἀντικειμένων μαρτυρίαις σεμνύνεσθαι· ὅθεν φησίν,

Ἐπετίμησεν αὐτῷ λέγων, φιμώθητι καὶ ἔξελθε ἐξ αὐτοῦ.

Ἅμα δὲ καὶ σωτήριον ἡμῖν r παραδίδωσι δόγμα, μὴ παντελῶς δαίμοσι πείθεσθαι, μηδὲ ἂν s τὴν ἀλήθειαν ἐπαγγέλλωνται λέγειν. “καὶ ἐξῆλθεν ἀπ’ αὐτοῦ, καὶ ῥῖψαν αὐτὸν τὸ δαιμόνιον” καὶ τὰ ἑξῆς· ἐπειδὴ ἐλάλει ὡς νήφων καὶ ὡς καθεστηκὼς ἐφθέγγετο, καὶ ἐνόμιζον οἱ παρόντες οὐκ ἀπὸ τοῦ δαίμονος ἀλλ’ ἐκ καρδίας τοὺς λόγους ἐκφέρεσθαι.

Καὶ σπαράξαν αὐτὸν τὸ πνεῦμα τὸ ἀκάθαρτον, καὶ κράξαν φωνῇ μεγάλῃ ἐξῆλθεν ἐξ αὐτοῦ. ἐθάμβησαν δὲ πάντες· ὥστε συζητεῖν πρὸς αὐτοὺς λέγοντας, τί ἐστι τοῦτο; τίς ἡ διδαχὴ ἢ καινὴ αὕτη; ὅτι κατ’ ἐξουσίαν καὶ τοῖς πνεύμασι τοῖς ἀκαθάρτοις ἐπιτάσσει, καὶ ὑπακουουσιν ἀυτῶ.

Διὰ τοῦτο δὲ t συνεχώρησεν αὐτὸν ῥίψαι τὸ δαιμόνιον, ἵνα δῆλον γένηται ὅτι τὸ δαιμόνιον ἦν ὁ λαλήσας υ, καὶ οὐκ ἄνθρωπος ὁ φθεγξάμενος. τὸ γὰρ, “οἶδά σε τὶς εἶ,” σώφρονος ἦν. ἐξῆλθε δὲ ἀπ’ αὐτοῦ μηδὲν βλάψαν αὐτόν. οὐδὲ γὰρ ἐπειδὴ κατέβαλεν, ἤδη τραυματίαν ἀπέφηνεν· ἀλλὰ τὸ μὲν συνεχώρησεν ὁ Κύριος διὰ τοὺς παρόντας, βλάβην δὲ γενέσθαι οὐκ εἴασεν· ἵνα τοῦ ἐπιτάξαντος φανερωθῇ ἡ ἰσχύς.

[*](Ρ τ. ἄλλ. ἐξαιρ. om. L. q L. r ἡμῖν om. L. s μηδ’ ἂν L. t διὰ τ. δ. om. L. u ἐστὶ τὸ λαλῆσαι Ρ. λαλῆσαν L.)
277