Catena In Marcum (Recensio ii) (E Codd. Oxon. Bodl. Laud. 33 + Paris. Coislin. 23 + Paris. gr. 178)

Catenae (Novum Testamentum)

Catenae (Novum Testamentum). Catenae Graecorum Patrum in Novum Testamentum, Vol 1. Cramer, John Anthony, editor. Oxford: Oxford University Pres, 1840.

Περὶ τοῦ σπόρου παραβολή.

Καὶ πάλιν ἤρξατο διδάσκειν παρὰ τὴν θάλασσαν· καὶ συνήχθη πρὸς αὐτὸν ὄχλος πολὺς, ὥστε αὐτὸν ἐμβάντα εἰς τὸ πλοῖον καθῆσθαι ἐν τῆ θαλάσσῃ· καὶ πᾶς ὁ ὄχλος πρὸς τὴν θάλασσαν ἐπὶ τῆς γῆς ἦν. καὶ ἐδίδασκεν αὐτοὺς ἐν παραβολαῖς πολλὰ, καὶ ἔλεγεν αὐτοῖς ἐν τῇ διδαχῇ αὑτοῦ.

Κάθηται πρὸς τῇ θαλάσσῃ τῆς e ἐν μέσοις ὄχλοις διατριβῆς ὑφιστάμενος· καὶ οὐδ’ οὕτως εὐρυχωρία καταλείπεται διὰ τὴν τοῦ πλήθους συνδρομὴν, ἀλλ’ ἐπὶ τὸ πλοῖον ἀναβαίνει. πρὸς γὰρ τὴν χρείαν αἱ πράξεις καλῶς γίνονται. διδάσκει τοίνυν ἐκ θαλάττης τοὺς ἐπὶ γῆς ἑστηκότας· συνήθως δὲ διὰ πλοίου, καὶ οὐκ αὐτῆς τῆς θαλάττης ἐπιβεβηκὼς f, καίτοι δυνάμενος, ἵνα μήτε τῆς ἀκροάσεως ἐκβάλῃ διὰ τῆς ἐκπλήξεως, μήτε θαυματουργὸς μᾶλλον ἣ διδάσκαλος φαίνηται· τὸ γὰρ περιττὸν καὶ οὐ κατὰ φιλανθρωπίαν γινόμενον παράδοξον, ἄκαιρον εἶχε τὴν θαυματουργίαν· ἐπειδὴ τοίνυν σημεῖα πολλὰ ἐποίησε, πάλιν τὴν ἐκ τῆς διδασκαλίας ὠφέλειαν παρέχει· καὶ κάθηται ἐν τῷ πλοίῳ ἁλιεύων καὶ σαγηνεύων τοὺς ἐν τῇ γῇ. ἐκάθισε δὲ οὕτω. οὐ γὰρ ἁπλῶς αὐτὸ τέθεικεν ὁ Εὐαγγελιστὴς, ἵνα μετ’ ἀκριβείας συνθῇ τὸ θέατρον. [*](b ἐπί τι Ρ. καὶ ἐπί τι L. c ἐπειδὴ τοιαύτη διανοία λαὶ ὁ P.L. d Sic P.L. male Poss. πατέρα. e τοῖς Ρ. f ἐπιβέβηκε Ρ. μεταβέβηκε Poss.)

302
καὶ μηδένα ἀφῇ g κατὰ νώτου, ἀλλὰ πάντας ἀντιπροσώπους ἔχει. καθίσας δὲ ἐκεῖ διὰ παραβολῶν φθέγγεται· καὶ πᾶσαι αἱ παραβολαὶ, ἃς ἐφεξῆς ἐνταῦθα τίθησι, πρόρρησίς h εἰσι τῶν ἀπὸ τοῦ κηρύγματος, ἤτοι περὶ τὸ κήρυγμα ἐσομένων· λέγει δὲ αὐτὰ πολλῶν μὲν ἑτέρων ἕνεκεν, τὴν τούτων προαγόρευσιν ἀναγκαίαν εἶναι νομίσας αὐτῷ· μάλιστα δὲ ὡς ἃν μὴ καθάπερ οἱ λοιποὶ τῶν διδασκαλίας ἀρξάντων τινὸς, δοκῇ καὶ αὐτὸς ἀγνοίᾳ τῶν ἑξῆς ἐσομένων κηρύττειν τὸ Εὐαγγέλιον. προλέγει τοίνυν καὶ τοῦ κηρύγματος τὴν ἐπίδοσιν, καὶ τῶν ἀπειθούντων τὴν φαυλότητα, ἣ μὴ γνησίᾳ διαθέσει τῶν τῷ Εὐαγγελίῳ προσιόντων τὴν χαυνότητα. ἀλλὰ μὴν καὶ τὴν ἐν τούτοις σπουδὴν, ὡς διὰ πάντων δῆλον γενέσθαι τοῖς ἀκούουσιν, ὅτι σφόδρα εἰδὼς οἷά τινα τὰ περὶ τὸ κήρυγμα ἔσται, κέχρηται τῆ διδασκαλίᾳ· τῶν σπουδαίων ἕνεκα πάντα διαπραττόμενος.

Ἀκούετε. ἰδοὺ, ἐξῆλθεν ὁ σπείρων τοῦ σπεῖραι· καὶ ἐγένετο ἐν τῷ σπείρειν, ὃ μὲν ἔπεσε παρὰ τὴν ὁδὸν, καὶ ἦλθε τὰ πετεινὰ τοῦ οὐρανοῦ καὶ κατέφαγεν αὐτό· ἄλλο δὲ ἔπεσεν ἐπὶ τὸ πετρῶδες, ὅπου οὐκ εἶχε γῆν πολλήν· καὶ εὐθέως ἐξανέτειλε, διὰ τὸ μὴ ἔχειν βάθος γῆς· ἡλίου δὲ ἀνατείλαντος ἐκαυματίσθη, καὶ διὰ τὸ μὴ ἔχειν ῥίζαν ἐξηράνθη. καὶ ἄλλο ἔπεσεν εἰς τὰς ἀκάνθας· καὶ ἀνέβησαν αἱ ἄκανθαι, καὶ συνέπνιξαν αὐτὸ, καὶ καρπὸν οὐκ δέδωκε. καὶ ἄλλο ἔπεσεν εἰς τὴν γῆν τὴν καλήν· καὶ ἐδίδου καρπὸν ἀναβαίνοντα καὶ αὐξάνοντα, καὶ ἔφερεν ἓν τριάκοντα, καὶ ἓν ἑξήκοντα, καὶ ἓν ἑκατόν.

Πρώτην ταύτην παραβολὴν τίθησι ποιοῦσαν τὸν ἀκροατὴν προσεκτικώτερον. ἐπειδὴ γὰρ αἰνιγματωδῶς ἤμελλε διαλέγεσθαι διὰ τὸ εἶναι καὶ Γραμματεῖς καὶ Φαρισαίους ἀναμεμιγμένους τῷ πλήθει, διανίστησι τὴν διάνοιαν τῶν ἀκουόντων πρῶτον διὰ τῆς παραβολῆς· πρὸς τούτοις καὶ ἵνα ἐμφατικώτερον l τὸν λόγον ποιήσῃ, ἐν παραβολαῖς φθέγγεται, καὶ ἵνα k πλείονα τὴν μνήμην ἐνθῇ, καὶ ὑπ’ ὄψιν ἀγάγῃ τὰ πράγματα. οὕτως καὶ οἱ προφῆται [*](g ἀφῆῃκε διὰ νώτου Poss. h προρρήσεις Ρ. i ἐμφαντ. P.L. K ἵνα om. P.L.)

303
ποιοῦσιν· ἀνοίγει οὖν ἐν παραβολαῖς τὸ στόμα, κατὰ τὴν τοῦ ψάλλοντος φωνὴν, καὶ φησιν, “ἐξῆλθεν ὁ σπείρων τοῦ σπείρειν.” πόθεν ἐξῆλθεν ὁ πανταχοῦ παρὼν, ὁ πάντα πληρῶν; οὐ τόπῳ, ἀλλὰ σχέσει καὶ οἰκονομίᾳ τῇ πρὸς ἡμᾶς ἐγγύτερος ἡμῖν γενόμενος διὰ τῆς κατὰ τὴν σάρκα παραμονῆς l. ἐπειδὴ γὰρ εἰσελθεῖν οὐκ ἠδυνάμεθα, τῶν ἁμαρτημάτων διατειχιζόντων ἡμῶν τὴν εἴσοδον, αὐτὸς ἔρχεται πρὸς ἡμᾶς. ἐξῆλθεν οὖν σπεῖραι τὸν τῆς εὐσεβείας λόγον· σπόρον γὰρ ἐνταῦθα τὴν διδασκαλίαν φησὶν, ἄρουραν δὲ τῶν ἀνθρώπων τὰς ψυχάς. καὶ ὃ μὲν ἔπεσε παρὰ τὴν ὁδόν. οὐκ εἶπεν ὅτι αὐτὸς ἔρριψεν, ἀλλ’ ὅτι ἔπεσεν ὃ δὲ παρα m τὴν πέτραν ὃ δὲ ἐπὶ τὰς ἀκάνθας ὃ δὲ ἐπὶ τὴν n γῆν τὴν καλήν. τέταρτον οὖν ο μέρος ἐσώθη· καὶ οὐδὲ τοῦτο ἐπίσης p καρποφορεῖ. ἀλλὰ κἀνταῦθα q πολλὴ ἡ διαφορά· ταῦτα δὲ ἔλεγε, δηλῶν ὅτι μετ’ ἀφθονίας ἅπαντα r διελέγετο· καθάπερ ὁ σπείρων οὐ διαιρεῖ τὴν ὑποκειμένην γῆν, ἀλλ’ ἁπλῶς καὶ ἀδιακρίτως βάλλει τὰ σπέρματα· οὕτω καὶ αὐτὸς ἅπασι διελέγετο, τὰ πη ἑαυτοῦ πληρῶν, καίτοι προειδὼς τὰ ἐσόμενα· ἵνα λέγῃ, “τί ἐμὲ s ἔδει “ποιῆσαι καὶ οὐκ ἐποίησα;” καὶ οἱ μὲν προφῆται ὡς περὶ ἀμπέλου t διαλέγονται τῷ δήμῳ u, οὗτος δὲ ὡς περὶ σπόρου, δηλῶν ὅτι ταχεῖα νῦν ἅπασιν x ὑπακοὴ καὶ εὐκολωτέρα, καὶ εὐθέως τὸν καρπὸν δώσει. ὅταν δὲ ἀκούσῃς, ἐξῆλθεν ὁ σπείρων σπείραι, μὴ ταυτολογίαν νομίσῃς· ἐξέρχεται γὰρ πολλάκις ὁ σπείρων, καὶ ἐφ’ ἕτερον πρᾶγμα, ἣ ἀνανεῶσαι, ἣ τὰς πονηρὰς ἐκτεμεῖν y βοτάνας, ἢ ἄλλο τι z ἐπιμελήσασθαι· αὐτὸς δὲ ἐπὶ τὸ σπεῖραι. πόθεν ὖν τὸ πλέον ἀπώλετο τοῦ σπόρου; οὐ παρὰ τὸν σπείροντα a, ἀλλὰ παρὰ τὴν ὑποδεχομένην γῆν, τοῦτ’ ἐστι, παρὰ τὴν ἀκούουσαν ψυχήν. καὶ τί δήποτε οὐ προφανῶς τοῦτο φησι b; ὅτι οὐ βούλεται αὐτῶν σφόδρα καθικέσθαι, ὥστε μὴ εἰς ἀπόγνωσιν ἐμβάλλειν c, ἀλλὰ καταλιμπάνει d τῷ συνειδότι τῶν ἀκουόντων τὸν ἔλεγχον· ταύτην δὲ λέγει τὴν παραβολὴν τοὺς μαθητὰς ἀλείφων καὶ παιδεύων, κἂν πλείους τῶν δεχομένων τὸν λόγον οἱ ἀπολλύμενοι ὦσι, μὴ [*](l παραβολῆς Ρ. m ἐπὶ P. n Ρ. ο οὖν om. Ρ. p ἐπ’ ἴσης Ρ. q καἰ ἐντ’. P.L. r ἅπασι. s. τί με P.L. t ἀγγέλου Ρ. u τοῦ δήμου P.L. x ἔσται ἡ ὑπ’. L. y P.L. ἐκταμεῖν Poss. z ἀλλ’ ὅτι Ρ. a σπείραντα P.L. b Ρ. c ἐμβαλεῖν Ρ. d Ρ.)
304
καταπίπτειν. καὶ γὰρ ἐπὶ τοῦ δεσπότου σου τοῦτο γέγονε· καὶ ὁ πάντα προειδὼς ἐπιστάμενος ταῦτα ἔσεσθαι, οὐκ ἀπέστη τοῦ σπόρου. καὶ ὁ μὲν γεωργὸς εἰκότως ἂν ἐγκαλοῖτο ὅπου δήποτε ῥίπτων τὸν σπόρον, ὁ δὲ διδάσκαλος πολὺν σχοίη τὸν ἔπαινον. ὁ μὲν γὰρ γεωργὸς εἰκότως ἃν ἐγκαλοῖτο τοῦτο ποιῶν· οὐ γὰρ ἔνι τὴν πέτραν γενέσθαι γῆν, οὐδὲ τὴν ὁδὸν μὴ εἶναι ὁδὸν, ἣ μὴ εἶναι ἀκάνθας· ἐπὶ δὲ τῶν λογικῶν e οὐχ οὕτως. δυνατὸν γὰρ τὴν πέτραν μεταβληθῆναι καὶ γίνεσθαι f γῆν λιπαρὰν, καὶ τὴν ὁδὸν μηκέτι καταπατεῖσθαι, μηδὲ προκεῖσθαι τοῖς περιοῦσιν ἅπασιν. ἀλλ’ ὡς g ἄρουραν πίονα γίνεσθαι h, καὶ τὰς ἀκάνθας ἀφανισθῆναι καὶ πολλῆς ἀπολαύειν ἀδείας τὰ σπέρματα. εἰ γὰρ μὴ ἐξῆν, οὐκ ἃν ἔσπειρεν οὕτως. σὺ δέ μοι σκόπει, ὅτι οὐ μία τῆς ἀπω- λείας ἡ ὁδὸς, ἀλλὰ διάφοροι· οἱ μὲν γὰρ τῇ ὁδῷ ἐοικότες οἱ ῥάθυμοι καὶ ὀλίγωροι· οἱ δὲ τῇ πέτρᾳ ἀσθενέστεροι i, μονονουχὶ μηδενὸς ἐπηρεάσαντος k τὴν διδασκαλίαν μαρανθῆναι, πόσῳ μᾶλλονl καὶ πειρασμῶν ἐπικειμένων· οἱ δὲ ἐν ταῖς ἀκάνθαις, πολλῷ τούτων ἀσυγγνωστότεροι. ὑστέραν δὲ τίθησι τὴν καλὴν γῆν, οὐκ ἀφιεὶς ἀπογνῶναι, ἀλλὰ διδοὺς ἐλπίδας μετανοίας· καὶ ὅτι δυνατὸν ἐκ τῶν εἰρημένων εἰς ταύτην μεταβαλεῖν· καίτοι εἰ καὶ ἡ γῆ καλὴ, καὶ ὁ σπορεὺς εἷς, καὶ τὰ σπέρματα τὰ αὐτά.

Διατὶ ὁ μὲν ρ ὁ δὲ ξ ὁ δὲ λ; ἐνταῦθα πάλιν παρὰ τὴν φύσιν τῆς γῆς ἡ διαφορὰ, τουτέστι παρὰ τὴν γνώμην m. πολλὴ δὲ ἡ φιλανθρωπία τοῦ γεωργοῦ, ὅτι καὶ τοὺς πρώτους ἀποδέχεται, καὶ τοὺς δευτέρους οὐκ ἐκβάλλει, καὶ τοῖς τρίτοις δίδωσι χώραν.

Καὶ ἔλεγεν, Ὁ ἔχων ὤτα ἀκούειν, ἀκουέτω. ὅτε δὲ ἐγένετο καταμόνας, ἠρώτησαν αὐτὸν οἱ περὶ αὐτὸν σὺν τοῖς δώδεκα τὴν παραβολήν. καὶ ἔλεγεν αὐτοῖς, Ὑμῖν δέδοται γνῶναι τὸ μυστήριον τῆς βασιλείας τοῦ Θεοῦ· ἐκείνοις δὲ τοῖς ἔξω, ἐν παραβολαῖς τὰ πάντα γίνεται.

Εἰπὼν δὲ ὁ Εὐαγγελιστὴς, καὶ ἔλεγεν αὐτοῖς ἐν τῇ διδαχῇ αὐτοῦ, ἴδιον αὐτοῦ τὸν λόγον ἔδειξε καὶ οὐκ ἀλλότριον. οὐκ ἔστι [*](e λόγον L. f γενέσθαι P.L. g ἵνα L. h om. P.L. i ἀσθενέστεροι μόνον· οὐκέτι δὲ ἴσον μηδένος ἐπ’. L. k ἐπηρεάζοντος P.L. l π. μᾶλλον om. L. m γνῶσιν Poss.)

305
γὰρ Πέτρου ἣ Παύλου ἡ διδαχὴ, ἀλλὰ τοῦ Σωτῆρος· “ἐξῆλθεν “γάρ,” φησιν, “ὁ σπείρων σπεῖραι τὸ σπέρμα αὐτοῦ·” ἔλεγεν δὲ καὶ ὁ Σωτὴρ, “μὴ καλέσητε διδάσκαλον ἐπὶ τῆς γῆς, εἷς γάρ ἐστιν ὑμῶν “ὁ διδάσκαλος ὁ ἐν τοῖς οὐρανοῖς·” ἐκεῖνος γὰρ μόνος ἀληθὴς διδάσκαλος, ὁ δίχα τοῦ μαθεῖν διαλεγόμενος. ταῦτα μὲν ὁ Σωτῆρ’ ἐλάλει καὶ ἡρμήνευσεν· “ὅτε δὲ ἐγένετο καταμόνας ἠρώτησαν αὐτὸν οἱ περὶ αὐτὸν σὺν τοῖς δώδεκα, καὶ τὰ ἑξῆς. Ἴνα εἴπῃ, ὅτι ὑμεῖς ἄξιοι ὄντες ἅπαντα μαθεῖν τὰ πρὸς διδασκαλίαν συντείνοντα τοῦ κηρύγματος, μαθήσεσθε καὶ τῶν παραβολῶν τὴν σαφήνειαν· πρὸς δὲ τούτους κατὰ παραβολῶν κέχρημαι τῇ διδασκαλίᾳ n. ἐπειδὴ μηδὲ ἄξιοι μαθεῖν εἰσι, διὰ τὴν κακίαν τοῦ τρόπου ο. οὔτε γὰρ ἀγνοῶν Ἰουδαίους ἀπιστήσαντας ἦλθε πρὸς αὐτοὺς ὁ Κύριος, οὔτε πάντα πρὸς τὴν πίστιν ἐνάγων αὐτοὺς, ἀλλὰ τοῖς μὲν σημείοις δυσωπῶν, ἰκανοῖς οὖσι καὶ τοὺς πάνυ σκληροὺς καὶ ἀσυνέτους ἐνάγεσθαι· ἵνα διὰ τούτων εἶεν ἀναπολόγητοι περὶ τῆς ἀπιστίας· τὴν δὲ διὰ γνώσεως προαγωγὴν οὐ παρέχων, ὅτι τοῦ κατὰ τὸν νόμον, ὃν ἔλαβον, μὴ παρέχοντες τὴν ὑπακοὴν, οὐ δίκαιον κρῖναι τοῦ καινοῦ λόγου μετασχεῖν, ἀλλ’ ἐκατέρων ἀφαιρεθῆναι. ἐν p μὲν γὰρ τῷ νέῳ καὶ ὁ παλαίος· ὅπου δὲ ὁ νέος οὐκ ἔστιν, οὐδὲ ὁ παλαιὸς ἔτι χώραν ἔχειν δύναται. δείκνυσιν οὖν τῷ παραδείγματι τῶν ὑπηκόων μαθητῶν ὅτι δι’ ἀντιλογίαν ἀνάξιοι τῆς σαφοῦς διδασκαλίας οἱ λοιποί. τὸ δὲ ὅλως λαλεῖν διὰ παραβολῶν, καὶ μὴ παντελῶς ἀποσιωπᾷν, ἐπιδείκνυσιν ὅτι τοῖς μὴ προσιοῦσι πλησίον τοῦ ἀγαθοῦ, καὶ εἰ φανείη τὸ ἀγαθὸν δι’ ἑαυτοῦ q, ἀμυδρῶς μᾶλλον ἣ ἐναργῶς φαίνεται· ὥσπερ καὶ σώματος εἶδος r τοῖς πόρρωθεν ἑστῶσι, σαφῶς οὐ καταλαμβάνεται. οὐδὲ βούλεσθέ, φησι, παρασχεῖν τοῖς διὰ τέλους ἀπειθέσι τὴν τῆς σοφίας ἀνάπτυξιν· ὅταν γάρ τις ἐπάγηται προαίρεσιν εὐσεβῆ καὶ γνώμης ὀρθότητα, λήψεται μετὰ πολλῆς τῆς περιουσίας τῶν ἀποκρύφων τὴν ἀποκάλυψιν· ὅταν δὲ μηδὲν ὑγιὲς φρονῇ, οὐδὲ τῶν προχείρων τοῖς πολλοῖς ἀξιοῦται δέξασθαι τὴν ἀκρόασιν.

Ἵνα βλέποντες βλέπωσι, καὶ μὴ ἴδωσι· καὶ ἀκούδιδασκαλίαν n [*](n διδασκαλίαν Ρ. o Sic. P.L. προσώπου Poss. p Sic. P.L. ἦν Poss. q ἑαυτὸ Ρ. r σωματοειδῶς Poss.)

306
ὄντες ἀκούωσι, καὶ μὴ συνιῶσι· μήποτε ἐπιστρέψωσι, καὶ ἀφεθῇ αὐτοῖς τὰ ἁμαρτήματα.

Εἶτα καὶ τῇ ἐπαγωγῇ τῆς προφητικῆς φωνῆς τὴν κακία, αὐτῶν ἐλέγχει, ὡς πόρρωθεν κηρυττομένην. “βλέποντες γὰρ οὐ “βλέψουσι. καὶ οὐ μὴ ἴδωσι. καὶ ἀκούσονται καὶ οὐ μὴ συνιῶσι·” οὐδὲ γὰρ βουληθήσονται τὴν χάριν αὐτοῦ παραδέξασθαι. διό φησιν, “ἰδοὺ ταῖς ἁμαρτίαις ὑμῶν ἐπράθητε· καὶ ταῖς ἀνομίαις ὑμῶν “ἐξαπέστειλα μητέρα ὑμῶν. διότι ἦλθον, καὶ οὐκ ἦν ἄνθρωπος· “ἐκάλεσα καὶ οὐκ ἦν ὁ ἐπακούων.” τὸ μὲν οὖν βλέψαι ὑπῆρχεν αὐτοῖς ἀπὸ τῆς χάριτος τοῦ ὀφθέντος· τὸ δὲ μὴ ἰδεῖν συμβέβηκεν ἀπὸ τοῦ αὐτοὺς q μῦσαι τοὺς ἑαυτῶν ὀφθαλμοὺς, καὶ προσποιηθῆναι μὴ βλέπειν. ὁμοίως δὲ καὶ τὸ μὴ ἀκοῦσαι ἀπὸ τοῦ μὴ βούλεσθαι συνιέναι τὰ λεγόμενα, ἀλλὰ καταφρονεῖν τῶν λεγομένων. καὶ οὕτως συμβήσεται αὐτοῖς τὸ μὴ ἀπαλλαγῆναι τῶν οἰκείων ἁμαρτημάτων, ἀλλ’ ἀντιπαθῶς ἔχειν πρὸς τὴν ἑαυτῶν σωτηρίαν·

Καὶ ἔλεγεν αὐτοῖς, μήτι ὁ λύχνος ἔρχεται ἵνα ὑπὸ τὸν μόδιον τεθῇ, ἣ ὑπὸ τὴν κλίνην; οὐχ ἵνα ἐπὶ τὴν λυχνίαν ἐπιτεθῇ;

Ὁ βουλόμενος τὸν λύχνον ἐφαρμόζειν καὶ r τοῖς τελειοτάτοις τῶν τοῦ Ἰησοῦ μαθητῶν, δυσωπήσει ἡμᾶς ἀπὸ τῶν περὶ τοῦ Ἰωάννου λελεγμένων· ὅτι ἐκεῖνος ἦν ὁ λύχνος ὁ καιόμενος καὶ φαίνων. ἀλλὰ καὶ τὸ, “ὁ λύχνος τοῦ σώματός ἐστιν ὁ ὀφθαλμὸς,” ἀναφερόμενον ἐπὶ τὸν ἐν ἑκάστῳ νοῦν s πᾶσιν ἀνθρώποις ἐφαρμόσει. ἀλλὰ καὶ “ἔστωσαν ὑμῶν αἱ ὀσφύες περιεζωσμέναι, καὶ οἱ λύχνοι “καιόμενοι,” πρὸς πάντας εἴρηται τοὺς t μαθητὰς τοῦ Ἰησοῦ. φήσει τις οὖν ἐπὶ τὴν ἐνεστηκυῖαν ζωὴν ἀναφέρεσθαι τὸ εἰρημένον περὶ τοῦ μὴ δεῖν τὸν ἀναφέντα u λύχνον ἐν τῇ ψυχῇ λογικὸν κρύπτειν αὐτὸν, ἀλλ’ ἐπιτιθέναι λυχνίᾳ x. εἰς σύμβολον ἧς Μώσης ἐν τῇ σκήνη ἀπέθετο τοῦ μαρτυρίου. χρὴ οὖν τὸν λύχνον μὴ ὑπὸ τὸν μόδιον τοῦ σιτομετρίου εἶναι· μοδίῳ γὰρ σιτομετρείσθωσαν ὑπὸ τοῦ πιστοῦ καὶ φρονίμου οἰκονόμου οἱ σύνδουλοι, βλεπέτωσαν δὲ [*](q αὐτοῖς Ρ. r Ρ. s Sic P.L. τῶν ἐκαστῶν οὖν Poss. t τὰς Ρ. u ἀνάψαντα P.L. x λυχνίαν Ρ.)

307
τὰς αὐγὰς τοῦ λύχνου ἐπικειμένου τῇ λυχνίᾳ καὶ εἰς φανερὸν τοῦ λόγου προαγομένου οἱ ἐν τῇ οἰκίᾳ πάντες τῆς ἐκκλησίας y. ἀλλ’ οὐδὲ ὑπὸ τὴν κλίνην τιθέασι τὸν λύχνον, ἔνθα τις ἀναπαύεται, οὐδὲ ἄλλου τινὸς σκεύους ὑποκάτω. τοῦτο γὰρ ὁ ποιῶν οὐ προνοεῖται τῶν εἰσπορευομένων εἰς τὴν ἰκίαν z, οἷς δεῖ προστίθεσθαι a τὸν λύχνον, οἱ τῷ ἀληθινῷ φωτὶ καὶ λόγῳ τῷ λαμπρῷ καὶ ταῖς ἀκτῖσι τῆς σοφίας ἀνάπτοντες τὸν ἐν αὐτοῖς νοῦν φύσιν ἔχοντα· καθ’ ἣν κατεσκεύασεν αὐτὸν ὁ δημιουργός· λύχνου δεομένου τῆς ἀπὸ τοῦ λόγου καὶ σοφίας καὶ τῆς ἀληθείας τοῦ ἀληθινοῦ φωτὸς ἀνάψεως. καὶ νομιστέον τὴν “ἔστωσαν ὑμῶν οἱ λύχνοι καιόμενοι” ἐντολὴν, ὑπὸ μὲν τῶν προνοουμένων ἔχειν ἐν τῇ ψυχῇ τὸν νοῦν διορατικώτατον b, καὶ μετέχοντα τοῦ εἰπόντος “ἐγὼ φῶς εἰς τὸν “κόσμον ἐλήλυθα,” πληροῦσθαι. οἱ γὰρ καίοντες τὸν λύχνον καὶ τιθέντες ἐπὶ τὴν λυχνίαν, ἵνα λάμπῃ πᾶσι τοῖς ἐν τῇ οἰκίᾳ, προτρέψονται c καὶ τοὺς d ἐν τῇ οἰκίᾳ βλέποντας τὴν τοῦ λύχνου λαμπρότητα καὶ αὐτοὺς καίειν τὴν ἑαυτῶν λυχνίαν. δυνάμει οὖν τοῦτό φησιν, ἐγὼ μὲν ἧφα τὸ φῶς, τὸ δὲ μεῖναι καιόμενον τῆς ὑμετέρας ἔστω σπουδῆς, οὐ δι’ ὑμᾶς αὐτοὺς μόνον, ἀλλὰ καὶ διὰ τοὺς μέλλοντας τῆς αὐγῆς ἀπολαύειν e, καὶ πρὸς τὴν ἀλήθειαν χειραγωγεῖσθαι. ἐὰν γὰρ ὑμεῖς ᾖτε μετὰ ἀκριβείας βιοῦντες, οὐ δυνήσονται αἱ κατηγορίαι συσκιάσαι ὑμῶν τὴν λαμπάδα. Οὐ γάρ ἐστί τι κρυπτὸν, ὃ ἐὰν μὴ φανερωθῇ· οὐδὲ ἐγένετο ἀπόκρυφον, ἀλλ’ ἵνα εἰς φανερὸν ἔλθῃ. Πάλιν δὲ αὐτοὺς διὰ τούτων εἰς ἀκρίβειαν ἄγει βίου, παιδεύων ἐναγωνίους εἶναι ὡς ὑπὸ τοῖς ἁπάντων ὀφθαλμοῖς κειμένους, καὶ ἐν μέσῳ τῆς οἰκουμένης θεάτρῳ ἀγωνιζομένους. μὴ γὰρ δὴ τοῦτο εἰδῆτε, φησὶν, ὅτι ἐνταῦθα καθήμεθα νῦν, καὶ ἐν μικρῷ γωνίας ἔσμεν μέρει. οὕτω γὰρ ἔσεσθε κατάδηλοι πᾶσιν, ὡσανεὶ λύχνος ἐν οἰκίᾳ ὑπὲρ τῆς λυχνίας φαίνων. ποῦ νῦν οἱ τῇ δυνάμει τοῦ Χριστοῦ διαπιστοῦντες; ἀκουέτωσαν ταῦτα, καὶ τῆς προφητείας τὴν δύναμιν ἐκπλαγέντες, προσκυνείτωσαν αὐτοῦ τὴν ἰσχύν. διὰ τοῦτο γὰρ καὶ προσεκτικωτέρους ποιῶν τοὺς ἀκούοντας, ἐπιφέρει,

[*](y τῆ, ἐκκλησίᾳ L, z οἰκείαν Poss. a τίθεσθαι L. b διωρατικ. Cod. c προτρέψωνται L. d τοὺς om. Ρ. e ἀπολ. τ. αὐγ. L.)
308

Ὁ ἔχων ὦτα ἀκούειν, ἀκουέτω.

Εννόησον γὰρ ἡλίκα ὑπέσχετο τοῖς οὐδὲ ἐν τῇ χώρᾳ γνωρίμοις οὖσι τῇ αὐτῶν, ὅτι γῆ καὶ θάλασσα f αὐτοὺς εἴσεται, καὶ πρὸς τὰ πέρατα τῆς οἰκουμένης ἥξουσιν οὐ φήμῃ μόνον, ἀλλὰ καὶ τῇ τῆς εὐεργεσίας ἐνεργείᾳ.

Καὶ ἔλεγεν αὐτοῖς, βλέπετε τί ἀκούετε. ἐν ᾧ μέτρῳ μετρεῖτε, μετρηθήσεται ὑμῖν, καὶ προστεθήσεται ὑμῖν τοῖς ἀκούουσιν. ὃς γὰρ ἂν ἔχῃ, δοθήσεται αὐτῷ, καὶ ὃς οὐκ ἔχει, καὶ ὃ ἔχει ἀρθήσεται ἀπ’ αὐτοῦ.

Ἐπιφέρει “βλέπετε τι ἀκούετε.” νήψατε πρὸς τὸ μέτρον τῆς ὑπακοῆς, καὶ ἡ γνῶσις δοθήσεται, καὶ ὅσον ἃν βούληται τις σοφίας, ἐπισπάσηται τῇ προθυμίᾳ, πρὸς ὃ δίδωσι μέτρον ἀντιλαμβάνων· οὐδὲ γὰρ ἄμετρον ἐν ἀνθρώποις ἐστὶ χρηστὸν ἢ φαῦλον. διόπερ κατὰ τὴν ἀναλογίαν “οὗ ἐμετρήσαμεν μετρηθήσεται ἡμῖν, “μέτρῳ καλῷ σεσαλευμένῳ, πεπιεσμένῳ, ὑπερεκχυνομένῳ, ἀποδο- “θησομένῳ εἰς τὸν κόλπον ἡμῶν.”

Ὃς γὰρ ἂν ἔχῃ πόθον καὶ προθυμίαν τοῦ ἀκούειν καὶ αἰτεῖν, δοθήσεται αὐτῷ ὃς δ᾿ ἂν οὐκ ἔχῃ θείας ἀκροάσεως ἔρωτα, διὰ τῆς καταφρονήσεως, καὶ εἴ τι ἔδοξεν ἔχειν τί νόμου γραπτοῦ, ἀρθήσεται ἀπ’ αὐτοῦ, κατὰ τὸ, “ἀρθήσεται ἡ βασιλεία τῶν οὐρανῶν “ἀφ’ ὑμῶν, καὶ δοθήσεται ἔθνει ποιοῦντι τοὺς καρποὺς αὐτῆς.” αἰνιττόμενος τοὺς ἐν εἰδήσει καυχωμένους τοῦ Μωσαϊκοῦ νόμου, καὶ βύοντας g τὰ ὦτα τοῦ μὴ ἀκούειν τῆς τοῦ Κυρίου διδασκαλίας.

βασιλείαν Θεοῦ τὴν εἰς αὐτὸν πίστιν καλεῖ h, καὶ τῆς ἐνσάρκου παρουσίας αὐτοῦ κατὰ i τὴν οἰκονομίαν φησιν· κατὰ τὸ, “ἤγγικεν “ἡ βασιλεία τῶν οὐρανῶν,” καὶ, “ἡ βασιλεία τοῦ Θεοῦ ἐντὸς “ὑμῶν ἐστι,” τοῖς μαθηταῖς εἰρημένον. αὕτη οὖν ἔοικεν, “ὡς “ἐὰν ἄνθρωπος βάλῃ τὸν σπόρον ἐπὶ τῆς γῆς.” καὶ ἄνθρωπος γὰρ ἐστι k, καὶ τίς γνώσεται αὐτόν; Θεὸς γὰρ ὣν, καὶ υἱὸς Θεοῦ πρὸ αἰώνων ὑπάρχων, ἄνθρωπος ἀτρέπτως γέγονε δι’ ἡμᾶς, σπείρας τὴν [*](f θάλαττα Ρ. g βύοντος Cod. L. qui hæc solus habet. h Om. P.L. i Om. P.L. k Sic P.L. ἦν Poss.)

309
γῆν καὶ τὸν ἅπαντα κόσμον φωτίσας τῷ τῆς θεογνωσίας λόγῳ· καὶ οἱονεὶ καθεύδει ἀναληφθεὶς, ἣ ὡς ἀλλαχοῦ φησιν, ἀπεδήμησεν· ἀναμένων διὰ τῆς μακροθυμίας καὶ ἀνεξικακίας καρποφορῆσαι τοὺς δεξαμένους καὶ ὁσημέραι δεχομένους τὸν σπόρον καὶ σωτήριον λόγον. ἐγείρεται δὲ νύκτα καὶ ἡμέραν κατὰ τὸ εἰρημένον, “ἐξε- “γέρθητι, ἵνα τί ὑπνοῖς Κύριε; ἀνάστηθι καὶ μὴ ἀπώσῃ εἰς “τέλος,” τοῖς τῆς προνοίας λόγοις διεγείρων ἡμᾶς ὑπὲρ καρποφορίαν, διὰ τῶν δεξιῶν ὅπλων τῆς δικαιοσύνης καὶ χρηστοτέρων· τοῦτο γὰρ ἡ ἡμέρα καὶ τὸ φαιδρὸν τῆς χρηστότητος· καὶ διὰ τῶν ἀριστερῶν καὶ σκαιοτέρων· τοῦτο γὰρ ἡ νὺξ, τῶν τε διωγμῶν καὶ τῆς παιδείας τὸ σκυθρωπὸν ὑπομένουσαι. διὰ τούτων γὰρ ὁ σπόρος βλαστάνει τε καὶ μηκύνεται. τὸ δὲ, ὡς οὐκ οἰδεν αὐτὸς,” ἵνα εἴπῃ τῷ αὐτεξουσίῳ τῶν δεχομένων τὸν λόγον βουλήματι ἐπιτρέπων τὴν ἐργασίαν, καὶ μὴ τὸ πᾶν αὐτὸς κατεργαζόμενος· ἵνα μὴ ἀκούσιον ἡμῶν ᾖ τὸ ἀγαθόν. ὅθεν ἐπάγει, “αὐτομάτως n γὰρ ἡ γῆ “καρποφορεῖ,” οὐκ ἀνάγκης τὸ αὐτεξούσιον βιαζομένης, οὐ περιφορᾶς ἄστρων καὶ τύχης ἣ εἱμαρμένης, κατὰ τὸν τῶν ἐμπλήκτων ο λόγον, ἀλλὰ προαιρέσεως προιούσης εἰς τοῦτο. καρποφορεῖ δὲ πρῶτον χόρτον p νόμῳ φύσεως, καί ταῖς κατὰ μικρὸν ἀναβάσεσι προἰοῦσα εἰς τελείωσιν· ἐπειδὴ q καὶ ὡς νήπια γάλα ποτίζονται οἱ νεωστὶ τοῦ λόγου μετέχοντες, καὶ ἀναπίπτουσιν ἐπὶ τὸν χόρτον, οἱ ὡς ἀσθενοῦντες ἐσθίουσι λάχανα καὶ τῆς ἀλογωτέρας τροφῆς ἀπολαύουσι τῶν κριθινῶν r ἄρτων. εἶτα φέρει καὶ στάχυν τὸν προσαγόμενον τῷ θυσιαστηρίῳ τοῦ Κυρίου καὶ εἰς δράγμα γινόμενον τῶν ἐρχομένων ἐν ἀγαλλιάσει καὶ αἰρόντων τὰ δράγματα αὑτῶν. ὅταν δὲ παραδῷ ὁ καρπὸς, καὶ αἳ χῶραι λευκανθῶσι πρὸς θερισμὸν, ἐκτείνει τὸ s δρέπανον ὁ καλὸς γεωργὸς, ἵνα συναγάγῃ τὸν σῖτον εἰς τὰς ἀποθήκας. οὐδὲ γὰρ ἀρκεῖ πρὸς σωτηρίαν ἡμῖν τὸ ἀνθῆσαι μόνον ὡς χόρτος, διὰ τῆς ὑπακοῆς, ἀλλὰ καὶ ἀνδρείας, ἵνα ὡς καλάμη σίτου ἱστάμεθα τῶν πνεόντων ἀνέμων περιφρονοῦντες u, ἣ τῶν πειρασμῶν, εἰς ὕψος τείνοντες τῆς ψυχῆς τὸ ἀνάστημα· καὶ μνήμης δὲ διηνεκοῦς, ἵνα ὡς στάχυς ὠδινήσωμεν τὸν καρπὸν, καὶ [*](l ὑποφαίνουσα L. n αὐτομάτη L. o ἐκπλ. L. p χορτίον P. q ἐπεὶ P.L. r κρῖ Ρ. s τὸ P. τὸν Poss. t ἀνδρίας Ρ. u παραφ. Ρ.)
310
τῇ ἐπεξεργασίᾳ τῆς ἀρετῆς τέλειον αὐτὸν ἀποδείξωμεν, τοῦ θερίζοντος τὴν χεῖρα πληροῦντα, καὶ εἰς εὐλογίαν Κυρίου τηρούμενον. θερισμὸς δ’ ἂν εἴη ὁ τῆς συντελείας καιρός. δρέπανον “ὁ τοῦ Θεοῦ “λόγος ζῶν τε καὶ ἐνεργὴς καὶ τομώτερος ὑπὲρ πᾶσαν μάχαιραν “δίστομον, καὶ διικνούμενος μέχρι μερισμοῦ ψυχῆς καὶ πνεύματος, “ἁρμῶν τε καὶ μυελῶν, καὶ κριτικὸς ἐνθυμήσεων καὶ ἐννοιῶν καρδίας. ὁ πάντα ἔχων γυμνὰ καὶ τετραχηλισμένα τοῖς ὀφθαλμοῖς αὐτοῦ. ἐνταῦθα γὰρ x τὸ δρέπανον οὐ τιμωρίαν τινὰ καὶ ἀρὰν δηλοῖ, ὡς y ἐν τῷ προφήτῃ Ζαχαρίᾳ, ἐπεὶ μὴ ἰσχύει κατὰ τῶν καρποφορούντων· “ἡ γὰρ ἀξίνη πρὸς τῇ ῥίζᾳ κεῖται τῶν μὴ ποιούντων καρπὸν “καὶ εἰς πῦρ βαλλομένων.” αὕτη δὲ ἡ δρεπάνη εἰς χεῖρας τίθησι τοῦ θερίζοντος, ἵνα μὴ ἀπόληταί z τι τοῦ σίτου. σημειῶσαι δὲ ὅτι ἐνταῦθα ἐπὶ τὸν τοιοῦτον καρπὸν αὐτὸς ἀποστέλλει τὸ δρέπανον· ἐν δὲ τῇ παραβολῇ τῶν ζιζανίων “τοὺς Ἀγγέλους αὐτοῦ ἀποστέλλει “συναγαγεῖν ἐκ τῆς βασιλείας αὐτοῦ πάντα τὰ σκάνδαλα καὶ τοὺς “ποιοῦντας τὴν ἀνομίαν· ἵνα βάλωσιν αὐτὰ εἰς τὴν κάμινον τοῦ πυρός. οὐδὲ γάρ εἰσιν ἄξιοι τῆς δεξιᾶς τοῦ ὑψίστου. αὕτη τοίνυν ἡ παραβολὴ περὶ τῶν δικαίων εἴρηται μόνων. ἡ δὲ πρώτη τέσσαρα τίθησι τάγματα, τριῶν διαφόρως a ἀπολλυμένων καὶ ἑνὸς σωζομένου κατὰ τὴν ἀναλογίαν τῆς πίστεως καὶ τῆς ἐργασίας. τρεῖς γὰρ καὶ τούτου εἴρηκε διαφοράς· ἐνταῦθα δὲ μίαν μόνην τέθηκε τῶν σωζομένων διαφορὰν, τὰς τρεῖς εἰς μίαν συνάγων c. ἅπασαι γὰρ φέρουσι σῖτον, κἂν μὴ d ὁμοίως ἀλλήλαις.

Καὶ ἔλεγε, τίνι ὁμοιώσωμεν τὴν βασιλείαν τοῦ Θεοῦ; ἢ ἐν ποίᾳ παραβολῇ παραβάλωμεν αὐτήν; ὡς κόκκῳ σινάπεως, ὃς ὅταν σπαρῇ ἐπὶ τῆς γῆς, μικρότερος πάντων τῶν σπερμάτων ἐστὶ τῶν ἐπὶ τῆς γῆς. καὶ ὅταν σπαρῇ, ἀναβαίνει, καὶ γίνεται πάντων τῶν λαχάνων μείζων, καὶ ποιεῖ κλάδους μεγάλους, ὥστε δύνασθαι ὑπὸ τὴν σκίαν αὐτοῦ τὰ πετεινὰ του οὐράνου κατασκηνοῦν. καὶ τοιαύταις παραβολαῖς πολλαῖς ἐλάλει αὐτοῖς τὸν [*](x δὲ Poss. y καθὰ καὶ L. z ἄληταί Ρ. a διαφόρων Poss. b ἀπολλυμένων P.L. ἐκκεκλεισμένων Poss. c συναγαγὼν P.L. d εἰ καὶ μὴ P.L.)

311
λόγον, καθὼς ἠδύναντο ἀκούειν. χωρὶς δὲ παραβολῆς οὐκ ἐλάλει αὐτοῖς. κατ’ ἰδίαν δὲ τοῖς μαθηταῖς αὑτοῦ ἐπέλυε πάντα.

eΒραχὺς ὁ τῆς πίστεως λόγος ἐν κόσμῳ διὰ τοῦ κηρύγματος, καὶ τῶν πώποτε γενομένων ἐν ἀνθρώποις δογμάτων ἐν βραχυτάτοις οὗτος ἐπαγγέλλεται ῥήμασιν· ἡ δὲ ἐν τοῖς τελείοις λαλουμένη σοφία πλατύνει καὶ αὐξάνει τὸν λόγον, ἅτε δὴ μόνον ἐν ἀληθείᾳ πλατυνόμενόν τε καὶ αὐξανόμενον. μεῖζον δὲ ἀληθείας οὐδέν.

Εἶθ᾿ οἱ μετέωροι τὸ φρόνημα, καὶ τοῖς ἰδίοις ἐπαιρόμενοι λόγοις ἐφίενται τῆς ὑπὸ τὸν ἀληθῆ λόγον σκιᾶς, καὶ καταφεύγουσιν ἐπ’ αὐτῆς. εἶτα συντομίᾳ χαίρων οὗτος ὁ μακάριος Εὐαγγελιστὴς, τῶν παραβολῶν ὑποδείξας τὸ εἶδος ἐπιφέρει, “καὶ τοιαύταις “παραβολαῖς πολλαῖς ἐλάλει αὐτοῖς” καὶ τὰ ἑξῆς.

Ἀρίστου ἐστὶ διδασκάλου πρὸς τὴν ἕξιν τῶν ἀκουόντων ποιεῖσθαι τοὺς λόγους, καὶ μήτε ῥίπτειν τοὺς μαργαρίτας ἔμπροσθεν τῶν χοίρων· μήτε διὰ τῆς σαφηνείας τῶν ἀπορρήτων εἰς καταφρόνησιν παρατιθέναι f τὰ οὕτω μεγάλα. δεικνὺς δὲ ὁ Ματθαῖος ὡς οὐκ αὐτὸς καινοτομεῖ τὸ τοιοῦτον εἶδος τῶν λόγων, εἰσάγει τὸν προφήτην τοῦτον προαναφωνοῦντα τῆς διδασκαλίας τὸν τρόπον.

Διδάσκων δὲ ἡμᾶς τοῦ Χριστοῦ τὴν γνώμην, ὅτι οὐχ ἵνα ἀγνόωσιν, ἀλλ’ ἵνα αὐτοὺς εἰς ἐρώτησιν ἄγῃ διελέγετο, ἐπήγαγεν, “καὶ “τοιαύταις παραβολαῖς πολλαῖς ἐλάλει αὐτοῖς·” καὶ ὅμως οὐδεὶς αὐτὸν ἠρώτησεν, καίτοιγε τοὺς προφήτας πολλάκις ἠρώτουν· οὗτοι δὲ οὐδὲν τοιοῦτον ἐποίουν. τὸ δὲ “κατ’ ἰδίαν τοῖς μαθηταῖς αὐτοῦ “ἐπέλυεν πάντα” νοήσωμεν, ὅτι πάντα ὅσα παρ’ αὐτοῦ ἐζήτουν μαθεῖν, ὡς τὴν παραβολὴν τοῦ σπόρου καὶ τὴν g τῶν ζιζανίων. τὰς γὰρ λοιπὰς ἀφῆκεν ἀνερμηνεύτους, εἰπὼν πρὸς αὐτοὺς h, “συνήκατε ταῦτα πάντα; οἱ δὲ εἶπον, ναὶ Κύριε.” σύνεσιν γὰρ ἐπεζήτει παρὰ τῶν ἀκουόντων ὁ Κύριος. μάθημα γὰρ κατέχεται τὸ νοούμενον, τὸ δὲ μὴ νοηθὲν ἀφαρπάζεται καθάπαν. ἤδη προ- [*](e Hoc Sch. quod dedi e Cod. L. in Possini Catena Cyrillo diserte assignatur, unde non iniprobabile fit totum comment. esse ejus Patris. f προτιθέναι P.L. g τὴν om. P.L. h αὐτοῖς P.L.)

312
εἶπεν ἐν τῇ παραβολῇ. ὅθεν, εἰ κατεσχήκασι τὸ σπέρμα τὸ θεῖον διὰ τῆς συνέσεως, ἀναγκαίως ἐπερωτᾷ· ἡ δὲ ἐπερώτησις οὐκ ἐξ ἀγνοίας, ἀλλὰ πρὸς τὴν τῆς προσοχῆς διέγερσιν, καὶ πρὸς τὴν οἰκείαν τῶν ἀκροατῶν κατασκευήν· καὶ παραβολαὶ μὲν τὰ εἰρημένα καὶ δεόμενα σαφηνείας· οἱ δὲ ἐκ τῶν εἰρημένων πρότερον καὶ νενοημένων συνίασι καὶ ταῦτα· καὶ διὰ τοῦτο, φησὶν, ἐπέλυεν αὐτοῖς πάντα.