Catena In Marcum (Recensio ii) (E Codd. Oxon. Bodl. Laud. 33 + Paris. Coislin. 23 + Paris. gr. 178)

Catenae (Novum Testamentum)

Catenae (Novum Testamentum). Catenae Graecorum Patrum in Novum Testamentum, Vol 1. Cramer, John Anthony, editor. Oxford: Oxford University Pres, 1840.

Περὶ τῆς τῶν Ἀποστόλων ἐκλογῆς. ἐκλογῆς.

Καὶ ἀναβαίνει εἰς τὸ ὄρος, καὶ προσκαλεῖται οὓς ἤθελεν αὐτός· καὶ ἀπῆλθον πρὸς αὐτόν. καὶ ἐποίησε δώδεκα ἵνα ὦσι μετ’ αὐτοῦ, καὶ ἵνα ἀποστέλλῃ αὐτοὺς κηρύττειν.

Ἀναβαίνει εἰς τὸ ὄρος, ὥς φησιν ὁ Λουκᾶς, προσεύξασθαι. πανταχοῦ γὰρ ὡς ἐπίπαν τοῖς θαύμασι τὴν εὐχὴν ἐπιτίθησιν, οὐχ ὡς ἀσκῶν ἀρετὴν, ἀλλ’ ἵνα ἡμεῖς μάθωμεν διανυκτερεύειν ἐν προσευχῇ τοῦ Θεοῦ, καὶ τῶν ὑφ’ ἡμῶν γενομένων c καλῶν αὐτὸν αἴτιον καὶ ποιητὴν καὶ συνεργὸν ὑπολαμβάνειν, καὶ ἀνυμνεῖν τὸν τῶν ἀγαθῶν δοτῆρα· ἴσως δὲ καὶ ἕτερόν τι οἰκονομῶν καὶ τοὺς ἡγουμένους διδάσκων τῆς ἐκκλησίας πρὸ τῶν γινομένων ὑπ’ αὐτῶν χειροτονιῶν διανυκτερεύειν ἐν προσευχῇ, ὅπως μὴ ματαία γένηται αὐτοῖς ἡ προβολή d. αὐτὸς γὰρ ὡς Θεὸς ἐπιστάμενος τὰς ἁπάντων καρδίας καὶ τὰ μέλλοντα εἰδὼς ἀκριβῶς, τῶν ἑαυτοῦ Ἀποστόλων, οὕτω τὴν προβολὴν e ἐποιήσατο· εἰ καὶ τὸν Ἰούδαν ἑκουσίως προἐξάκουστα [*](x Poss. y συνεχομένοις L. z τε Ρ. a ἐκκόψωσι L. b ἀπ’ αὐτ’. Poss. c γινομένων Ρ. d Sic P.L. προσβ. Poss. e προσβ. Poss.)

297
εἴλετο, ἵνα δείξη ὡς οὐ φύσει εἰσὶ σωζόμενοι καὶ ἀπολλύμενοι f. ἀλλ’ ἕκαστος ἑαυτὸν σωτηρίας ἣ ἀπωλείας ἀποδείκνυσιν ἄξιον. ὅτι γὰρ ᾔδει ὡς προδότης ἔσεται Ἰούδας, διδάσκει τὰ εὐαγγέλια. γενομένης οὖν, κατὰ τὸν Λουκᾶν, ἡμέρας, προσκαλεῖται οὓς ἠθέλησε, καὶ ἐκλεξάμενος ἐξ αὐτῶν δώδεκα (ἦσαν γὰρ πλείους οἱ παρόντες) Ἀποστόλους ὠνόμασεν, εἰς παρασκευὴν τοῦ πράγματος καί εἰς τὸ μέλλον ὑπ’ αὐτῶν πληρωθήσεσθαι ἔργον, δοὺς αὐτοῖς δύναμιν (τοῦτο γὰρ ἡ ἐξουσία) θεραπεύειν τὰς g νόσους καὶ ἀπελαύνειν. εἶτα λέγει καὶ τὰ ὀνόματα, ἵνα μὴ σφάλῃς περὶ τὰς προσηγορίας, ἴνα μὴ ὁ τυχὼν εἴπῃ Ἀπόστολος γεγονέναι. καὶ φησιν ὡς h ἐπέθηκεν ὄνομα τῷ Σίμωνι ὄνομα Πέτρον i, ἵνα προλάβῃ τὸ ἔργον ἡ κλῆσις προφητικῶς. Πέτρος γὰρ αὐτὸν κέκληκεν, ἐπειδὴ ἐν πέτρᾳ ἤμελλεν οἰκοδομεῖν, ἐπειδὴ ἀρραγὴς ἣν ὁ λόγος καὶ ἡ πίστις ἀσάλευτος. καὶ τοὺς υἱοὺς εβεδαίου Ἰάκωβον, καὶ Ἰωάννην ἐπονομάζει Βοανεργὲς, ὁ ἐστιν υἱοὶ βροντῆς, διὰ τὸ μέγα καὶ διαπρύσιον ἠχῆσαι τῇ οἰκουμένῃ τῆς θεολογίας τὰ δόγματα καὶ τόνδε, καὶ τόνδε, ἵνα μάθῃς τοὺς δώδεκα.

Καὶ ἔρχονται εἰς οἶκον, καὶ συνέρχεται πάλιν ὄχλος, ὥστε μὴ δύνασθαι αὐτοὺς μήτε ἄρτον φαγεῖν. καὶ ἀκούσαντες οἱ παρ’ αὐτοῦ ἐξῆλθον κρατῆσαι αὐτόν· ἔλεγον γὰρ ὅτι ἐξέστη.

Ὅτε τοίνυν ἐξελέξατο, ἔρχεται εἰς οἶκον, καὶ συνέρχεται πάλιν ὄχλος, ὥστε μὴ δύνασθαι αὐτοὺς μηδὲ ἄρτον φαγεῖν· καὶ ἀκούσαντες οἱ πη αὐτοῦ ἐξῆλθον κρατῆσαι αὐτὸν, ἔλεγον γὰρ ὅτι ἐξέστη. τίνες ἀκούσαντες, ἣ πόθεν ἐξῆλθον, οὐ σαφῶς διηγήσατο. νομίζων οὐν περὶ τῶν Φαρισαίων καὶ Γραμματέων λέγειν τὸν Εὐαγγελιστὴν, ὡς ἀκούσαντες περὶ αὐτοῦ καὶ τοῦ περιεστῶτος αὐτὸν ὄχλου, ὑπὸ βασκανίας ἐκβακχευθέντες εἰς ὀργὴν, ἔδραμον αὐτὸν ἐπισχεῖν, ἐκεῖνο k ὑπολαμβάνοντες πάσχειν ὅπερ αὐτοὶ πεπόνθασι. μανία γὰρ σαφὴς καὶ φρενῶν ἔκστασις τὸν τῶν τοιούτων θαυμάτων l ποιητὴν, καὶ ψυχῶν εὐεργέτην, καὶ θεικῆς σοφίας [*](f φύσεις εἰσὶ σωζομένων καὶ ἀπολλυμένων L. g τὲ Ρ. h ὃς Ρ. i Πέτρῳ P. k ἐκεῖνον L. l τοσούτων ποιητ. Poss.)

298
διδάσκαλον, ὑπολαμβάνειν ἐξίστασθαι. ὅθεν ἐπάγει πέρι τινων φησι σαφῶς διηγούμενος ὅτι οἱ γραμματεῖς κ. τ. ἑ.

Καὶ οἱ γραμματεῖς οἱ ἀπὸ Ἱεροσολύμων καταβάντες ἔλεγον, ὅτι Βεελζεβοὺλ ἔχει, καὶ ὅτι ἐν τῷ ἄρχοντι τῶν δαιμονίων ἐκβάλλει τὰ δαιμόνια.

Επειδὴ ἀντιλέγειν οὐκ εἰχον τοῖς γινομένοις, ἑτέρως αὐτὸν m διαβάλλειν ἐπειράσθησαν, ἐν τῷ εελζεβοὺλ ἄρχοντι τῶν δαιμονίων φήσαντες ἐκβάλλειν αὐτὸν τὰ δαιμόνια· ὥστε εὐγνωμονέστερα τῶν ἀρχόντων τὰ πλήθη. τοῖς μὲν γὰρ ἐμποδίζει περὶ τὴν δικαίαν κρίσιν ἡ φιλοδοξία· τοῖς δὲ ἀνεπισκότητος ἡ διάνοια κατὰ τοῦτο· ὅπου δὲ οὐκ ἐπισκοτεῖται ὁ νοῦς, ὀξύτερον ὁρᾷ, καὶ πρὸς τὴν ἐπίγνωσιν τοῦ Κυρίου προάγονται· οἱ δὲ τοῦ νόμου διδάσκαλοι συκοφαντοῦσι, καὶ πρᾶγμα τοῖς θείοις διδάγμασιν ἐναντιώτατον ὑπὸ τοῦ πονηροῦ λύσιν ἐννοοῦσι γίνεσθαι.

Καὶ προσκαλεσάμενος αὐτοὺς, ἐν παραβολαῖς ἔλεγεν αὐτοῖς, πῶς δύναται Σατανᾶς Σατανᾶν ἐκβάλλειν; καὶ ἐὰν βασιλεία ἐφ’ ἑαυτὴν μερισθῇ, οὐ δύναται σταθῆναι ἡ βασιλεία ἐκείνη· καὶ ἐὰν οἰκία ἐφ’ ἑαυτὴν μερισθῇ, οὐ δύναται σταθῆναι ἡ οἰκία ἐκείνη· καὶ εἰ ὁ Σατανᾶς ἀνέστη ἐφ’ ἑαυτὸν, μεμέρισται, καὶ οὐ δύναται σταθῆναι, ἀλλὰ τέλος ἔχει.

Σφόδρα ἀπὸ τῶν παραδειγμάτων ἰσχυρὰν ἐποιήσατο τὴν ἀπόδειξιν τοῦ μηδὲ δυνατὸν εἶναι τοῦτο γενέσθαι ὅπερ ἐκεῖνοι φασιν· ἀνάγκη γὰρ τὴν μερισθεῖσαν βασιλείαν ὑπὸ τῶν ἐμφυλίων πολέμων ἣ πάντως πλεῖστον ὅσον ἑαυτῆς ἐλάττονα γίνεσθαι n. τὸ δ᾿ αὐτὸ καὶ ἐπὶ οἰκίας καὶ πόλεως ἐστὶν ἰδεῖν ὁμοίως συμβαῖνον. οὐκοῦν καὶ ἡ τοῦ Σατανᾶ βασιλεία, εἴπερ ἐφ’ ἑαυτὴν μεμέρισται, καὶ ὁ Σατανᾶς τὸν Σατανᾶν ἀπελαύνει τῶν ἀνθρώπων, ἤγγικεν ἡ κατάλυσις τῶν δαιμόνων, ὡς ἔοικε· τὸ μὲν γὰρ κράτος αὐτοῖς ἐν τῷ τῶν ἀνθρώπων κρατεῖν. εἰ δὲ τοῦτο αὐτοὶ ἑαυτοῖς ἀφαιροῦσιν, οὐδὲν ἕτερόν ἐστιν εἰπεῖν ἣ τὴν βασιλείαν αὐτοῖς λελύσθαι. εἰ δὲ συνέαὐτὰ [*](m Poss. n Sic P.L. ἐμφυλ. ἣ πάντως ἀπολέσθαι Poss.)

299
στηκεν ἡ βασιλεία τοῦ πονηροῦ, καὶ κρατεῖ τῶν ἐν ἀνθρώποις ἔτι, δῆλος ὡς οὐ διῃρέθη κἀς ἑαυτῆς.

Οὐδεὶς δύναται τὰ σκεύη τοῦ ἰσχυροῦ, εἰσελθὼν εἰς τὴν οἰκίαν αὐτοῦ, διαρπάσαι, ἐὰν μὴ πρῶτον τὸν ἰσχυρὸν δήσῃ, καὶ τότε τὴν οἰκίαν αὐτοῦ διαρπάσει.

Οὐκοῦν ἐπειδὴ σκεύη τῶν δαιμόνων γεγόνασιν οἱ ἄνθρωποι διὰ τὰς κακίας ὑπὸ τὴν ἐκείνων ο καταστάντες ἐξουσίαν, ἀδύνατον ἦν ἀφαιρεθῆναι τοὺς δαίμονας τὴν οἰκείαν κτῆσιν, ἀλλ’ ἣ πρότερον αὐτῶν ἡττηθέντων, καὶ δεσμοῖς περιβληθέντων εἰς τὸ μὴ δύνασθαι αὖθις ὑπὲρ τῶν ἰδίων διαμάχεσθαι κτημάτων. τοῦτο δὲ ὑπὸ τῶν δαιμόνων οὐκ ἄν ποτε ἐγένετο· ἐπεὶ μηδὲ οἷόν τε ἦν ἐκείνους ἑαυτοὺς ἀφελέσθαι τῆς ἐξουσίας αὐτῶν τοὺς ἀνθρώπους.

Ἀμὴν λέγω ὑμῖν, Ὅτι πάντα ἀφεθήσεται τὰ ἁμαρτήματα τοῖς υἱοῖς τῶν ἀνθρώπων, καὶ βλασφημίαι ὅσας ἃν βλασφημήσωσιν· ὃς δ’ ἃν βλασφημήσῃ εἰς τὸ Πνεῦμα τὸ Ἅγιον, οὐκ ἔχει ἄφεσιν εἰς τὸν αἰῶνα, ἀλλ’ ἔνοχός ἐστιν αἰωνίου κρίσεως· ὅτι ἔλεγον, Πνεῦμα ἀκά. θαρτον ἔχει.

Ωσπερ ἐνταῦθα ἡ ἄφεσις τῶν ἁμαρτιῶν οὐκ ἀνεμφάτως εἴρηται τῆς μετανοίας, οὕτως καὶ τὸ κατὰ τοῦ Πνεύματος βλάσφημον οὐκ ἀνεπίδεκτον πάντως τὴν μετάγνωσιν ἕξει· σκληρὸν γὰρ τοῦτο καὶ ἀνεπίγνωμον πάντη· καὶ τῆς τοῦ πάντας ἀνθρώπους ἐλαύνοντας ἐπὶ σωτηρίαν φιλανθρωπίας.

Τὴν εἰς τὸν Θεὸν βλασφημίαν ἀσύγγνωστον εἶναί φησι τῷ τοῦ Πνεύματος ὀνόματι· ὥσπερ γὰρ ἡ τοῦ Πνεύματος ἐνέργεια βασιλεία Θεοῦ· οὕτως καὶ ἡ βλασφημίας ἡ κατὰ τούτου κατὰ Θεοῦ γίνεται. ἀσυγχώρητον δὲ εἶναι λοιδορίαν Θεοῦ, ὡς ἐν ἑαυτῇ q συγγνώμην οὐκ ἔχουσαν. τὴν γὰρ εἰς υἱὸν r ἔχειν πρὸς σύγκρισιν ἐκείνης, καθ’ ὃ νενόμιστο τότε s, καὶ ἑώρατο ἄνθρωπος ὣν, καὶ δι’ εὐτελείας ἐλθὼν καὶ γένους εὐκαταφρονήτου· τὸ δὲ μήτε ἐπὶ τοῦ παρόντος αἰῶνος μήτε ἐπὶ τοῦ μέλλοντος ἀφίεσθαι, τὴν κατὰ νόἐκείνου [*](o L. P βασιλεία Ρ. q ὡς ἐν ἑαυτῇ om. Ρ. r αὐτὸν P.L. νενόμιστό τε P.L.)

300
μον ἑρυηνεύει t κρίσιν καὶ τὴν μέλλουσαν. ὅτε γὰρ νόμος τὸν καταρώμενον Θεὸν θανατοῦσθαι κελεύει, καὶ ὁ Κύριος ἐπιψηφιεῖται τῷ νόμῳ, συγγνώμην ἐπὶ τῷ τοιούτῳ μὴ διδούς. παρασεσιωπημένη δὲ ἐν τούτοις ἡ διὰ βαπτίσματος ἄφεσις εἴη, ἐπεὶ μηδὲ καιρὸς ἦν πω u περὶ ταύτης Ἰουδαίοις διαλέγεσθαι. μεταξὺ γάρ πὼς εὑρίσκεται αὕτη τῆς τε ἐν τῷ αἰῶνι τούτῳ καὶ τῆς μελλούσης κατακρίσεως, ὅτι πᾶς ὁ βαπτιζόμενος ἔξεισιν ἀπὸ τοῦ αἰῶνος τούτου, καὶ μεταξὺ πῶς παρούσης καὶ τῆς μελλούσης ζωῆς ἐξετάζεται· καὶ οὕτω παραίτησιν τῆς ἐκ νόμου κατακρίσεως ἴσχει κατὰ τὸν λέγοντα Παῦλον, “Θεὸς ὁ δικαιῶν, τὶς ὁ κατακρίνων;” οὐκοῦν τὸ τὰ θαύματα καὶ τὴν τῶν δαιμόνων κατάλυσιν, ἃ μόνου τοῦ Πνεύματός ἐστι ποιεῖν, ταῦτα τῷ δαίμονι παρατιθέναι, οὐδεμίαν ὑμῖν ἀπολογίαν ἢ συγνώμην τῆς βλασφημίας καταλείπει. ταῦτα δὲ οὔτε τὴν εἰς ἑαυτὸν βλασφημίαν ἀφίεσθαι ἀποφηνάμενος x, οὔτε τοῖς βλασφημοῦσι κατὰ τοῦ Πνεύματος χώραν μετανοίας, εἰ βούλοιντο y, ἀφιεὶς οὐδεμίαν, ἀλλ’ ἐν παραθέσει τὴν εἰς αὐτὸν βλασφημίαν, ὡς εἰς ἄνθρωπον τότε γίνεσθαι μόνον δοκοῦσαν, ἐλάττονα φάσκων εἶναι, ὅταν τῇ βλασφημίᾳ τοῦ Ἁγίου συγκρίνηται Πνεύματος.

Ἔρχονται οὖν οἱ ἀδελφοὶ καὶ ἡ μήτηρ αὐτοῦ, καὶ ἔξω ἑστῶτες ἀπέστειλαν πρὸς αὐτὸν, φωνοῦντες αὐτόν. καὶ ἐκάθητο ὄχλος περὶ αὐτόν· εἶπον δὲ αὐτῷ, Ἴδου, ἡ μήτηρ σου καὶ οἱ ἀδελφοί σου καὶ αἱ ἀδελφαί σου ἔξω ζητοῦσί σε. καὶ ἀπεκρίθη αὐτοῖς λέγων, Τίς ἐστιν ἡ μήτηρ μου ἢ οἱ ἀδελφοί μου; καὶ περιβλεψάμενος κύκλῳ τοὺς περὶ αὐτὸν καθημένους, λέγει, Ἴδε, ἡ μήτηρ μου καὶ οἱ ἀδελφοί μου. ὃς γὰρ ἃν ποιήση τὸ θέλημα τοῦ Θεοῦ, οὗτος ἀδελφός μου καὶ ἀδελφή μου καὶ μήτηρ ἐστί.

Δείκνυσιν ὅτι πάσης προτιμᾷ συγγενείας τοὺς κατὰ τὴν πίστιν οἰκείους· ταῦτα δὲ ἔφη οὐκ ἀποδοκιμάζων πάντως τὴν μητέρα καὶ τοὺς ἀδελφούς· ἀλλὰ δεικνὺς ὅτι πάσης σωματικῆς [*](t ἑρμηνεύειν Ρ. u erasum Ρ. x ἀποφαινόμενος P.L. y ὥλοιντο Ρ. z Sic Ρ. τὴν βλασφημίαν Poss.)

301
συγγενείας προτιμᾷ τῆς ψυχῆς τὴν οἰκειότητα· διὰ τούτου κἀκείνους στέργων ταῦτα ἐπάγοιντο· πρὸς γὰρ τὸν οἰόμενον ὡς ἐπὶ b σπουδαιότερον καλεῖν αὐτὸν τῶν οἰκείων τὴν ὁμιλίαν, ἀναγκαῖον ἦν τοῦτο εἰπεῖν, ὁμοῦ καὶ εἰς διδασκαλίαν τῶν παρόντων. ἄλλως δέ φησιν ὅτι μήπω τότε πεπιστεύκεισαν εἰς αὐτὸν οἱ ἀδελφοὶ αὐτοῦ, ὡς μανθάνομεν παρὰ Ἰωάννου. παρὰ δὲ τοῦ Μάρκου, ὅτι ὡς ἐξεστηκότα κατέχειν ἐπείρουν. ἐπειδὴ c γοῦν τοιαύτης ἤσαν διανοίας, καὶ ὁ Κύριος αὐτῶν οὐχ ὡς οἰκείων ἐμνήσθη· μανθάνομεν δὲ ὅτι καὶ τοῦ Χριστοῦ κατὰ Πνεῦμα d συγγενεῖς καθιστάμεθα.