Περὶ τῆς ἐπιτιμήσεως τῶν ὑδάτων.
Καὶ λέγει αὐτοῖς ἐν ἐκείνη τῇ ἡμέρᾳ, ὀψίας γενομένης, διέλθωμεν εἰς τὸ πέραν. καὶ ἀφέντες τὸν ὄχλον παραλαμβάνουσιν αὐτὸν ὡς ἦν ἐν τῷ πλοίῳ· καὶ ἄλλα δὲ πλοιάρια ἦν μετ’ αὐτοῦ. καὶ γίνεται λαῖλαψ ἀνέμου μεγάλη· τὰ δὲ χύματα ἐπέβαλλεν εἰς τὸ πλοῖον, ὥστε αὐτὸ ἤδη γεμίζεσθαι.
Ὁ μὲν Μάρκος ἀπαλλάττων ἑαυτὸν τοῦ i ἀπαιτηθῆναι τῶν χρόνων τὴν τάξιν, οὕτως εἶπεν, ὁμοίως δὲ καὶ ὁ Λουκᾶς. ὁ δὲ ατθαῖος οὐχ οὕτως· ἀλλὰ καὶ ἀκολουθίαν ἐνταῦθα διατηρεῖ. οὐδὲ γὰρ οὕτως πάντες πάντα ἔγραφον. ταῦτα δὲ εἴρηται ἵνα μὴ τὴν παράλειψιν k διαφωνίαν τις εἶναι νομίζῃ l. τοὺς μὲν οὖν μαθητὰς μεθ’ ἑαυτοῦ ἔλαβεν, τοὺς ὄχλους ἀφεὶς, ἤγουν προπέμψας. παρέλαβε δὲ οὐ μάτην οὐδὲ εἰκῆ· ἀλλ’ ὥστε ποιῆσαι θεατὰς τοῦ μέλλοντος ἔσεσθαι θαύματος, καὶ ἵνα μὴ μέγα φρονῶσιν, ὅτι τοὺς ἄλλους πέμψας, αὐτοὺς κατέσχεν, ἀφίησι κλυδωνισθῆναι· τοῦτό τε, κατορθῶν καὶ πειρασμοὺς φέρειν γενναίως. ὁ μὲν οὖν Ματθαῖός φησιν ὅτι ἐκάθευδεν· ὁ δὲ Μάρκος καὶ πῶς ἐκάθευδεν εἶπεν, ὅτι ἐν προσκεφαλαίῳ, ἁπλῶς δεικνὺς m τὸ ἄτυφον, καὶ πολλὴν ἐντεῦθεν ἡμᾶς παιδεύων φιλοσοφίαν. τοῦ κλυδωνίου τοίνυν διεγερθέντος, διεγείρουσιν αὐτὸν λέγοντες, διδάσκαλε, οὐ μέλει σοι ὅτι ἀπολλύμεθα; ὁ δὲ Ἰησοῦς διεγερθεὶς, τῇ θαλάσσῃ ἐπετίμησε καὶ τοῖς [*](i Sic L. τὸ Poss. et Ρ. k παράληψιν P.L. 1 νομίζοι P.L. m διαδεικνὺς L.)
313
μαθηταῖς, δείξας ἐντεῦθεν, ὅτι θαρρεῖν χρὴ, κἂν μεγάλα διεγείρηται τὰ κύματα, καὶ ὅτι πάντα συμφερόντως οἰκονομεῖ. καὶ γὰρ τὸ θορυβηθῆναι συμφερόντως ἐγίνετο, ὥστε μεῖζον φανῆναι τὸ θαῦμα, καὶ διηνεκῆ γενέσθαι τοῦ συμβάντος τὴν μνήμην. διὰ τοῦτο καὶ καθεύδει. εἰ γὰρ ἐγρηγορότος n ἐγένετο, ἣ οὐκ ἃν ἐφοβήθησαν, ἣ οὐκ ἃν παρεκάλεσαν, ἣ οὐδὲν ἐνόμισαν αὐτὸν δύνασθαι τι τοιοῦτον ποιεῖν. διὰ τοῦτο καθεύδει, διδοὺς καιροὺς τῇ δειλίᾳ, καὶ τρανοτέραν αὐτοῖς ποιῶν τὴν αἴσθησιν τῶν γινομένων. ἐπεὶ οὖν πάντας εἶδον εὐεργετηθέντας, αὐτοὺς δὲ οὐδενὸς ἀπολελαυκότας, ὕπτιοι ἦσαν· ἔδει δὲ αὐτοὺς διὰ τῆς οἰκείας αἰσθήσεως ἀπολαῦσαι τῶν εὐεργεσιῶν. συγχωρεῖ τὸν χειμῶνα, ἵνα διὰ τῆς ἀπαλλαγῆς σαφεστέραν λάβωσιν αἴσθησιν τῆς εὐεργεσίας. διὰ τοῦτο δὲ οὐδὲ παρόντων ἄλλων τοῦτο ποιεῖ, ὥστε μὴ καταγνωσθῆναι αὐτοὺς ὀλιγοπιστίᾳ, ἀλλ’ αὐτοὺς μόνους λαβὼν διορθοῦται. οὐδὲ γὰρ τὴν προσήκουσαν περὶ αὐτοῦ δόξαν εἶχον, ἀλλ’ ὅτι μὲν δύναται δειγερεὶς ἐπιτιμᾷν ᾔδεσαν, ὅτι δὲ καὶ καθεύδων, οὐδέπω. διὸ καὶ ἐπιτιμῶνται πολλάκις, ὡς ὅταν λέγῃ, “ ἀκμὴν καὶ ὑμεῖς ἀσύνετοι “ ἐστε;” μὴ τοίνυν θαυμάσῃς, εἰ τῶν μαθητῶν ἀτελέστερον διακειμένων o, οἱ ὄχλοι οὐδὲν μέγα ἐφαντάζοντο. ἐθαύμαζον γὰρ λέγοντες, “ ποταπός ἐστιν ὁ ἄνθρωπος οὗτος, ὅτι καὶ ἡ θάλασσα καὶ ὁ “ ἄνεμος αὐτοῦ ὑπακούει;” ὁ δὲ Χριστὸς οὐκ ἐπετίμησεν ὅτι ἄνθρωπον αὐτὸν ἐκάλουν· ἀλλ’ ἀνέμενε αὐτοὺς διὰ τῶν σημείων διδάσκειν, ὅτι πεπλανημένη ἦν αὐτῶν ἡ ὑπόληψις. πόθεν δὲ ἄνθρωπον αὐτὸν ἐνόμιζον; ἀπό τε τῆς ὄψεως, ἀπό τε τοῦ ὕπνου, καὶ τοῦ πλοίου κεχρῆσθαι. διὰ δὴ τοῦτο εἰς ἀμηχανίαν ἐξέπιπτον λέγοντες, ποταπός ἐστιν; ὁ μὲν γὰρ ὕπνος καὶ τὸ φαινόμενον ἄνθρωπον ἐδείκνυ· ἡ δὲ θάλασσα καὶ ἡ γαλήνη Θεὸν ἐνέφηνε. μόνῳ γὰρ ἐπιτάγματι πᾶσαν εὐθὺς τὴν ζάλην διέλυσεν. οὐκ εὐχῆς δεηθεὶς Ρ, οὐ ῥάβδον ὡς Μώσης ἐπανατεινάμενος q, ἀλλ’ ὡς δεσπότης ἐπιτάττων θεραπαινίδι, καὶ ὡς δημιουργὸς κτίσματι. ἐπειδὴ δὲ ἀπέβη τῆς θαλάσσης, διαδέχεται θαῦμα ἕτερον φοβερώτερον.
[*](n ἐγρηγορότως L. o ἀτελέστεροι διακείμενοι Ρ. P Male Poss. ἔχιν δὲ θείς. q ἐπανατεινόμενος Ρ.)314