Catena In Marcum (Recensio ii) (E Codd. Oxon. Bodl. Laud. 33 + Paris. Coislin. 23 + Paris. gr. 178)

Catenae (Novum Testamentum)

Catenae (Novum Testamentum). Catenae Graecorum Patrum in Novum Testamentum, Vol 1. Cramer, John Anthony, editor. Oxford: Oxford University Pres, 1840.

Περὶ τοῦ ξηρὰν ἔχοντος χεῖρα.

Καὶ εἰσῆλθε πάλιν εἰς τὴν συναγωγὴν, καὶ ἦν ἐκεῖ ἄνθρωπος ἐξηραμμένην ἔχων τὴν χεῖρα. καὶ παρετήρουν αὐτὸν εἰ τοῖς σάββασι θεραπεύσει αὐτὸν, ἵνα κατηγορησωσιν αὐτοῦ. Ὁ δὲ Λουκᾶς προστίθησιν, ὅτι διδάξαι ἦλθεν εἰς τὴν συναγωγὴν, καὶ ὅτι τὴν δεξιὰν χεῖρα εἶχεν ἐξηραμμένην y ὁ ἰαθεὶς· ὁ δὲ Ματθαῖός φησιν, “εἶπεν αὐτοῖς z ὁ Ἰησοῦς, τίς ἔστιν ἐξ ὑμῶν “ἄνθρωπος, ὃς ἕξει πρόβατον ἓν, καὶ ἐὰν ἐμπέσῃ τοῦτο τοῖς σάβ- “βασιν a εἰς βόθυνον, οὐχὶ κρατήσει αὐτὸ b καὶ ἐγερεῖ c; πόσῳ οὖν “διαφέρει ὁ d ἄνθρωπος προβάτου;” ἐπάλληλα· συμβαίνει τὰ εἰς τὴν λύσιν τοῦ σωματικοῦ σαββάτου συντείνοντα f. οὐδὲ γὰρ ἐπὶ τῶν ἀποδείξεων ἔστη μόνον ὁ Κύριος· καίτοιγε ἀπὸ τῶν θειῶν [*](r μῶμον L. s αὐτοῖς L. t Om. Ρ. u ἀχιμέλεχ L. et Poss. ubique ἀβιμέλεχ Ρ. x Sic L. ἐκ. τοῦ καιρ. Poss. y Sic L. εἶχ. ὁ ἰαθ. ξηρὰν Poss. z αὐτῶ L. a τοῖς σάββασιν om. Ρ. b οὐχὶ κάτεισιν εἰς αὐτὸν L. c ἐγερεῖ αὐτὸ L. d ὁ om. Ρ. e Sic L. ἐπ’ ἀλλήλων Poss. f συντείνονται Poss.)

294
γραφῶν ἁπάσαις χρησάμενος· ἀλλὰ καὶ θαύματι g τὴν ὑπόνοιαν ἀπολύεται h.

Καὶ λέγει ἀνθρώπῳ τῷ ἐξηραμμένην ἔχοντι τὴν χεῖρα, ἔγειραι εἰς τὸ μέσον. καὶ λέγει αὐτοῖς· ἔξεστι σάββασιν ἀγαθοποιῆσαι ἢ κακοποιῆσαι; ψυχὴν σῶσαι ἢ ἀποκτεῖναι; οἱ δὲ ἐσιώπων.

Ἠρώτησε γὰρ τοὺς Φαρισαίους περιβλεψάμενος, ὥστε καὶ τῷ ὄμματι αὐτοὺς ἐπισπάσασθαι, εἴπερ ἔξεστιν ἐν σάββασι θεραπεύειν; ψυχὴν σῶσαι ἣ ἀπολέσαι; οἱ δὲ ἐσιώπων. ᾔδεισαν γὰρ ὅτι πάντως αὐτὸν ἰάσεται. ἔστησεν οὖν αὐτὸν μέσον, ἵνα τῆ ὄψει αὐτοὺς ἐπικάμψῃ, ἵνα κατακλασθέντες i τῇ θέᾳ τὴν πονηρίαν ἐκβάλωσι, καὶ τὸν ἄνθρωπον αἰδεσθέντες, παύσωνται τῆς θηριωδίας. καὶ οὗτος μέν φησιν, ὅτι ἠρώτησεν, ὁμοίως δὲ καὶ Λουκᾶς. Ματθαῖος δὲ, ὅτι ἠρωτήθη. εἰκὸς δὲ ἀμφότερα γεγενῆσθαι. ὁ δὲ Ἰησοῦς ἐπισυνάπτει l τῷ λόγῳ τὸ θαῦμα, εἰπὼν τῷ ἀνθρώπῳ, ἔκτεινον τὴν χεῖρα· καὶ παραχρῆμα ἐξέτεινεν, ὑγιὴς ἀπὸ μόνης γενόμενος m φωνῆς. καὶ διὰ πάντων τούτων ἀπολογισάμενος n, ὑπὲρ τῶν μαθητῶν ὁμοῦ, καὶ τὴν καθ’ ἑαυτὸν ο ἀγωγὴν ἀνωτέραν ἔδειξε τοῦ νομοῦ πολύ. οἱ δὲ διὰ τὸ θαῦμα προστιθέασι τῇ πονηρίᾳ, καὶ αὔξουσι τὴν κακίαν, καὶ διελάλουν πρὸς ἀλλήλους, τι ἃν ποιήσειαν τῷ Ἰησοῦ τὴν διάνοιαν πεπωρωμένην ἔχοντες ἑκουσίως· ὃ γὰρ ἐπὶ προβάτου συγκεχωρῆσθαι ἐνόμιζον, ἀτόπως ἐκώλυον ἐπὶ ἀνθρώπου, ἐφ’ ᾧ πολλῷ μᾶλλον ἔδει τὴν ἀργίαν παραιτεῖσθαι διὰ τὴν ἴασιν, ὅσῳ καὶ τιμιώτερος. πήρωσιν οὖν αὐτοῖς εἰργάζετο διανοίας ὁ φθόνος. ὁ γὰρ ὄντως Θεοῦ νόμος οὐδαμῶς κωλυτικός ἐστι τοῦ καλοῦ, εἰ καὶ συμβολικῶς ἀργίαν ἐπὶ τοῦ σαββάτου προσέταττεν.

Καὶ περιβλεψάμενος αὐτοὺς μετ’ ὀργῆς, συλλυπούμενος ἐπὶ τῆ πωρώσει τῆς καρδίας αὐτῶν, λέγει τῷ ἀνθρώπῳ, ἔκτεινον τὴν χεῖρά σου· καὶ ἐξέτεινε, καὶ ἀποκατεστάθη ἡ χεὶρ αὐτοῦ ὑγιὴς ὡς ἡ ἄλλη.

Τὸ δὲ λυπεῖσθαι τὸν Ἰησοῦν ἐπὶ τῇ πωρώσει αὐτῶν ἁρμόσει τῇ οἰκονομίᾳ ἣν δι’ ἡμᾶς ἑκουσίως κατεδέξατο.

[*](g θαυμάτων L. h ἀποδύεται P.L. i Sic P.L. κατακλιθέντες Poss. Ι Sic P.L. μετασυν. Poss. m γενόμενος Ρ. γενόμενον Poss. n ἀπολογησάμενος Ρ. ο ἑαυτῶν Ρ.)
295

Καὶ ὁ Ἰησοῦς ἀνεχώρησε μετὰ τῶν μαθητῶν αὐτοῦ πρὸς τὴν θάλασσαν. καὶ πολὺ πλῆθος ἀπὸ τῆς Γαλιλαίας ἠκολούθησεν αὐτῷ, καὶ ἀπὸ τῆς Ἰουδαίας, καὶ ἀπὸ Ἱεροσολύμων, καὶ ἀπὸ τῆς Ἰδουμαίας, καὶ πέραν τοῦ Ἰορδάνου, καὶ οἱ περὶ Τύρον καὶ Σιδῶνα, πλῆθος πολὺ, ἀκούσαντες ὅσα ἐποίει, ἦλθον πρὸς αὐτόν. καὶ εἶπε τοῖς μαθηταῖς αὐτοῦ ἵνα πλοιάριον προσκαρτερῇ αὑτῷ διὰ τὸν ὄχλον, ἵνα μὴ θλίβωσιν αὐτόν. πολλοὺς γὰρ ἐθεράπευσεν, ὥστε ἐπιπίπτειν αὐτῷ ἵνα αὐτοῦ ἅψωνται, ὅσοι εἶχον μάστιγας· καὶ τὰ πνεύματα τὰ ἀκάθαρτα ὅταν αὐτὸν ἐθεώρει, προσέπιπτον αὐτῷ καὶ ἔκραζε, λέγοντα ὅτι σὺ εἶ ὁ Υἱὸς τοῦ Θεοῦ. καὶ πολλὰ ἐπετίμα αὐτοῖς, ἵνα μὴ φανερὸν αὐτὸν ποιήσωσι.

“Καὶ Ἰησοῦς ἀνεχώρησε μετὰ τῶν μαθητῶν αὐτοῦ” ὑπὲρ τοῦ μὴ βιάζεσθαι p τὴν τοῦ πράγματος φύσιν· ὅπερ τὴν ἐν τῷ παρεῖναι μὲν τοῖς πολεμοῦσι, μὴ πάσχειν δὲ ὑπ’ αὐτῶν. ἅμα δὲ καὶ αὐτοῖς ἐκείνοις, ἐφ’ ὅσον ἐνδέχεται, χαρίζεται, μὴ θᾶττον ἐνόχους τῇ Χριστοφονίᾳ q γενέσθαι. ἐν τῷ εἰπεῖν δὲ τὸν ὐαγγελιστὴν r τὸ s “πολὺ πλῆθος ἀπὸ τῆς Γαλιλαίας ἠκολούθησεν αὐτῷ καὶ ἀπὸ τῆς “Ἰουδαίας καὶ Ἱεροσολύμων, καὶ ἀπὸ τῆς Ἰδουμαίας, καὶ πέραν “τοῦ Ἰορδάνου, καὶ περὶ Τύρον καὶ Σιδῶνα πλῆθος πολὺ, ἀκούσαντες “ἦλθον πρὸς αὐτὸν, καὶ εἶπεν τοῖς μαθηταῖς αὐτοῦ ἵνα πλοιάριον “προσκαρτερήσῃ αὐτῷ διὰ τὸν ὄχλον, καὶ μὴ θλίβωσιν αὐτὸν, “πολλοὺς γὰρ ἐθεράπευσεν, ὥστε ἐπιπίπτειν αὐτῷ, ἵνα αὐτοῦ ἅψων- “ται ὅσοι εἶχον μάστιγας καὶ τὰ ἑξῆς.” ταῦτα εἴρηκεν ὁ Εὐαγγελίστης περιληπτικώτερον ἅπαντα βουληθεὶς εἰπεῖν. οὐδὲ γὰρ πρὸς φιλοτιμίαν ποιοῦνται τοὺς λόγους, ἐπαίροντες εἰς ὕψος τοῖς κατὰ μέρος διηγήμασι τὰ γενόμεναι· τοὐναντίον δὲ καὶ συστέλλοντες διὰ τὴν τῶν ἀκροωμένων ἀσθένειαν. εἰ γὰρ ἅπαντα γραφῇ ἐπεχείρησαν u παραδοῦναι, ὅπερ ἦν ἀμήχανον, “οὐδὲ αὐτὸν ἶμαι “τὸν κόσμον χωρῆσαι τὰ γραφόμενα βιβλία,” κατὰ τὴν τοῦ θεοβιάσεσθαι [*](P Poss. q τῆς χριστοφονίας L. r ἐν τ. εἰ. δὲ ὁ εὑ. om. L. s τὸ om, Ρ. t Sic L. λεγομ. Poss. u ἐπεχείρισαν Ρ.)

296
λόγου Ἰωάννου φωνήν. πλὴν ὅτι ἐξάκουστον x ἐγένετο πάσαις ταύταις ταῖς χώραις τὰ κατὰ τὸν Ἰησοῦν, πολύς τε ὄχλος συνέρρει, τοῦτο μὲν πρὸς θέαν τῶν γινομένων καὶ ἱστορίαν τοῦ Ἰησοῦ· τοῦτο δὲ καὶ παντοίαις νόσοις συνεχομένους y ἐπιφερόμενοι, ὅπως τύχωσι τῆς ἰάσεως. ὡς δ᾿ ἐθεάσατο αὐτοὺς ὁ Ἰησοῦς ἥσθη αὐτῶν ἐπὶ τῆ σπουδὴ, καὶ καλὴν ἀπῄτησεν τῶν καμάτων αὐτοῖς τὴν ἀμοιβὴν, τοὺς ἀρρώστους αὐτῶν πάντας ἰασάμενος. ἐπιτιμᾷ δὲ z τοῖς πνεύμασι τοῖς ἀκαθάρτοις βοῶσιν· “ὅτι σὺ εἶ ὁ Υἱὸς “τοῦ Θεοῦ,” καὶ τὸν ἑαυτῶν δεσπότην ἐπιγινώσκουσι διὰ τῆς προσκυνήσεως, ἴνα μὴ φανερὸν αὐτὸν ποιήσωσι, καὶ τῶν Γραμματέων καὶ Φαρισαίων ἐπὶ πλεῖον διεγείρωσι τὴν μανίαν, καὶ τὰς ὀργὰς καὶ τὸν φθόνον ἐκκαύσωσι a. ταμιευόμενος τὸ παθεῖν κατὰ τὸν ὡρισμένον ὑπ’ b αὐτοῦ καιρόν.