Catena In Marcum (Recensio ii) (E Codd. Oxon. Bodl. Laud. 33 + Paris. Coislin. 23 + Paris. gr. 178)
Catenae (Novum Testamentum)
Catenae (Novum Testamentum). Catenae Graecorum Patrum in Novum Testamentum, Vol 1. Cramer, John Anthony, editor. Oxford: Oxford University Pres, 1840.
Περὶ Λευῒ τοῦ τελώνου.
Καὶ ἐξῆλθε πάλιν παρὰ τὴν θάλασσαν· καὶ πᾶς ὁ ὄχλος ἤρχετο πρὸς αὐτὸν, καὶ ἐδίδασκεν αὐτούς.
Πάλιν δὲ μετὰ τὸ θαῦμα τὴν διδασκαλίαν προτίθησι, ἐξῆλθε γάρ, φησι, παρὰ τὴν θάλασσαν· καὶ πᾶς ὁ ὄχλος ἤρχετο πρὸς αὐτὸν τὸν καὶ ἐδίδασκεν αὐτούς· εἰς ἀναμφισβήτητον πίστιν τοὺς ἀκούοντας ἐνάγων, οἱ πρὸς μηδὲν τῶν γινομένων ἣ λεγομένων ὑγιῶς διακείμενοι, οὐχ οἱ γραμματεῖς ἣ οἱ Φαρισαῖοι καὶ τὰ ἑξῆς, ἀλλ’ οἱ πάσης διπλόης ἀπηλλαγμένοι, καὶ τὴν κρίσιν ἀδέκαστον κεκτημένοι. ὅρα δὲ τὸ ἀκόμπαστον καὶ ο ἀφιλότιμον τοῦ Σωτῆρος· πῶς ὅτε ὄχλος πολὺς συναθροίζετο p σπουδάζει, οὐκ ἐν πόλει διάγειν ἣ ἐν ἀγορᾷ μέσῃ, ἀλλ’ ἐν ἐρημίᾳ καὶ ὄρει· παιδεύων ἡμᾶς μηδὲν πρὸς ἐπίδειξιν ποιεῖν, καὶ μάλιστα ὅταν φιλοσοφεῖν δέῃ καὶ περὶ ἀναγκαίων διαλέγεσθαι πραγμάτων.
Καὶ παράγων εἶδε Λευῒ τὸν τοῦ Ἀλφαίου καθήμενον ἐπὶ τὸ τελώνιον· καὶ λέγει αὐτῷ, ἀκολούθει μοι· καὶ ἀναστὰς ἠκολούθησεν αὐτῷ.
Οὐ διὰ τῆς πείρας μανθάνει q τῶν μαθητῶν τὴν προαίρεσιν, [*](m τῷ φαινομένω L. n L.P. o τὸ ἀκόμπαστον καὶ om. L. P συναθροίζεται P.L. q μανθάνειν L.)
Καὶ ἐγένετο ἐν τῷ κατακεῖσθαι αὐτὸν ἐν τῇ οἰκίᾳ αὐτοῦ, καὶ πολλοὶ τελῶναι καὶ ἁμαρτωλοὶ συνανέκειντο τῷ Ἰησοῦ καὶ τοῖς μαθηταῖς αὐτοῦ. ἦσαν γὰρ πολλοὶ, καὶ ἠκολούθησαν αὐτῷ.
Εὐχαριστήσας δὲ z ἐπὶ τῇ κλήσει, δοχὴν ἐποίει μεγάλην ἐν τῷ ἑαυτοῦ οἴκῳ, πάντας τοὺς συνήθεις καλέσας καὶ αὐτὸν τὸν Σωτῆρα, ἵνα μὴ μόνος εὐεργετηθῇ, ἀλλὰ καὶ a πάντες οἱ κεκλημένοι. ὁ δὲ ἀνεπαισχύντως τελώνην b καλέσας εἰς μαθητείαν, καὶ εἰς τὸν οἶκον αὐτοῦ παραγέγονεν· ἐν ᾧ οὐδὲν ἕτερον c ἦν ἀγαθὸν, εἰ μὴ τοῦ οἰκοδεσπότου ἡ μετάνοια d.
Καὶ οἱ Γραμματεῖς καὶ οἱ Φαρισαῖοι ἰδόντες αὐτὸν [*](r εἰσῆλθε P.L. s λευῒν. Ρ. t τὸ ὄνομα P. u ἀπαγγ. P.L. x P.L. y ὁ δὲ φιλάνθρωπος σωτὴρ ἐν ἀνομίαις ὅλον ὄντα τὸν Λευῒ οὐκ ἀπεσείσατο, ἀλλ’ ἀνεφώνησεν, ἀκολούθει μοι. κᾀκεῖνος τὴν ἑαυτοῦ σωτηρίαν κρείττονα εἶναι ἡγησάμενος, πάντα ἀφεὶς, ὅλος γέγονε τοῦ καλέσαντος, μὴ λυπήσας αὐτὸν τῇ ἀναβολῇ. Sic Edd. z δὲ pro Λευὶ Ρ. Λευὶ om. L. a Ρ. b Sic L. αὐτὸν Edd. c οὐδέτερον L. d μεταμέλεια L.)
Ἦν οὖν ὄχλος πολὺς τελωνῶν συνανακείμενος τῷ Ἰησοῦ, καὶ οὐκ ἀγανάκτει ὁ Σωτῆρ’, οὐδὲ εἰς ὕβριν αὐτοῦ δέχεται τὸ γινόμενον· ἀλλ’ ὡς δεσπότης τῆς φύσεως παραγίνεται εἰς τὴν ἑστίασιν, καὶ ἐσθίει καὶ πίνει· τήν τε ἀλήθειαν τοῦ σώματος ἐνδεικνύμενος, καὶ τὴν εὔκαιρον τῶν βρωμάτων e εὐλογῶν χρῆσιν. παρῆσαν δὲ καὶ Φαρισαῖοι καὶ γραμματεῖς, οὐχ ἵνα περιεργάσωνται τὰ γινόμενα· βλέπουσι δὲ τοὺς f τελώνας συνανακειμένους, καὶ καλοῦσι τοὺς μαθητὰς καὶ τὸ γινόμενον αἰτιῶνται.
Καὶ ἀκούσας ὁ Ἰησοῦς λέγει αὐτοῖς, οὐ χρείαν ἔχουσιν οἱ ἰσχύοντες ἰατροῦ, ἀλλ’ οἱ κακῶς ἔχοντες· οὐ γὰρ ἦλθον καλέσαι δικαίους, ἀλλ’ ἁμαρτωλοὺς εἰς μετάνοιαν.
Ἀκούει ὁ Ἰησοῦς καὶ φησὶ πρὸς αὐτοὺς, “οὐ χρείαν ἔχουσιν οἱ “ἰσχύοντες ἰατροῦ, ἀλλ’ οἱ κακῶς ἔχοντες· οὐκ ἦλθον καλέσαι “δικαίους, ἀλλὰ ἁμαρτωλούς.” καὶ ὑμεῖς, φησι, χρείαν ἔχετε ἰατροῦ. εἰ γὰρ μὴ ἐνοσεῖτε, οὐκ ἃν ᾐτιάσασθε τοῦ ἰατροῦ τὴν φιλανθρωπίαν. μὴ γὰρ οὐκ οἶδα ὅτι τελῶναι ὑπάρχουσι; μὴ γὰρ αὐτῶν ἀγνοῶ τῆς ψυχῆς τὰ νοσήματα; οἶδα ὅτι κακῶς ἔχουσι. διὰ τοῦτο πρὸς αὐτοὺς παραγέγονα, ἵνα τὰς ψυχὰς αὐτῶν θεραπεύσω νοσούσας. δι’ ἣν αἰτίαν ἐπιλαμβάνονται οἱ Φαρισαῖοι τοῦ Σωτῆρος τοῖς g ἁμαρτωλοῖς συνεσθίοντος; ὅτι νόμος ἦν διαστέλλειν h ἀναμέσον i ἁγίου καὶ βεβήλου. οὐκ ᾔδεσαν δὲ Χριστὸν ὑπὲρ τὴν νομικὴν χρῆσιν παρέχοντα τὴν φιλάνθρωπον χάριν. ἡ μὲν γὰρ ἐξέβαλεν k. ἡ δὲ μετέβαλλε τὸ κακόν. ἔδειξεν οὖν ὅτι οὐχ ὡς κριτὴς πάρεστιν, ἀλλ’ ὡς ἰατρός. καὶ τὸ ἐπιβάλλον τῇ ἰατρικῇ ποιεῖ, καὶ διάγει l σὺν m τοῖς νοσοῦσι n καὶ τῆς ο ἰάσεως δεομένοις.
[*](e χρημάτων Poss. f βλέπουσι τοὺς P.L. g Om. P.L. h Sic L. διαστέλλων Poss. et Ρ. i Sic L. ἀνὰ μέσον Ρ. k ἐξέβαλλεν P.L. l καὶ διάγει om. Ρ. m συνὼν τοῖς καὶ ἰάσεως δέομ’. L. n νοσοῦσι om. Ρ. ο τῆς om. Ρ.)Καὶ ἦσαν οἱ μαθηταὶ Ἰωάννου καὶ οἱ τῶν Φαρισαίων νηστεύοντες· καὶ ἔρχονται καὶ λέγουσιν αὐτῷ, διατί οἱ μαθηταὶ Ἰωάννου καὶ οἱ τῶν Φαρισαίων νηστεύουσιν· οἱ δὲ σοὶ μαθηταὶ οὐ νηστεύουσι; καὶ εἶπεν αὐτοῖς ὁ Ἰησοῦς, μὴ δύνανται οἱ υἱοὶ τοῦ νυμφῶνος, ἐν ᾧ ὁ νυμφίος μετ’ αὐτῶν ἐστι, νηστεύειν; ὅσον χρόνον μεθ ἑαυτῶν ἔχουσι τὸν νυμφίον, οὐ δύνανται νηστεύειν.
Ἐλεύσονται δὲ ἡμέραι, ὅταν ἀπαρθῇ ἀπ’ αὐτῶν ὁ νυμφίος, καὶ τότε νηστεύσουσιν ἐν ἐκείναις ταῖς ἡμέραις. Ἐπειδὴ δὲ τοῦ πρώτου τὴν λύσιν p ἐδέξαντο, καὶ ἕτερον προστιθέασι· διατί οἱ μαθηταὶ Ἰωάννου καὶ οἱ τῶν Φαρισαίων νηστεύουσι; βουλόμενοι προσλαμβάνεσθαι q αὐτοῦ καὶ εὑρίσκειν r τι εἰς κακοήθειαν. Νυμφών ἐστι καιρὸς κλήσεως, καὶ καιρὸς διδασκαλίας δι’ ἧς s ἀνατρέφονται οἱ παῖδες, γαλουχοῦνται οἱ κεκλημένοι. οὐκ ἔχει καιρὸν ἡ νηστεία· μὴ δύνανται οἱ υἱοὶ τοῦ νυμφῶνος ἐν ᾧ ὁ νυμφίος μετ’ αὐτῶν ἐστι νηστεύειν. ὅσον χρόνον μετ’ αὐτῶν ἔχουσι τὸν νυμφίον, οὐ δύνανται νηστεύειν. ἐλεύσονται δὲ ἡμέραι ὅταν ἀπαρθῇ ἀπ’ αὐτῶν ὁ νυμφίος, καὶ τότε νηστεύσουσιν ἐν ἐκείνῃ τῇ ἡμέρᾳ· τι ἐστιν “ἀπαρθῇ ἀπ’ αὐτῶν ὁ νυμφίος;” τουτέστιν ἀναληφθῇ. Ποῖος νυμφίος; ὁ μέλλων νυμφεύεσθαι τὴν Ἐκκλησίαν. εἶπε νυμφίον, ἵνα τὴν ὕπανδρον ἐκβάλῃ· καινὴ γὰρ γίνεται νύμφευσις. τι ἐστιν ἡ νύμφευσις; ἀρραβῶνος δόσις. τουτέστι Πνεύματος Ἁγίου χάρις· δι’ ἧς ἐπίστευσεν ἡ οἰκουμένη, καὶ ἁλιεῖς ἐδυσώπησαν, καὶ τὴν οἰκουμένην μετέβαλλον “οὐ “δύνανται οἱ υἱοὶ τοῦ νυμφῶνος νηστεύειν ἐφ’ ὅσον χρόνον μετ’ “αὐτῶν ἐστιν ὁ νυμφίος.” τὴν μεθ’ ἑαυτοῦ u διατριβὴν λέγει πάσης ὀδύνης ἀπαλλακτικὴν εἶναι. ὀδυνᾶται μὲν γὰρ ὁ μὴ παρὸν ἔχων τὸ ἀγαθόν. διὰ δὲ τὴν στέρησιν αὐτοῦ πενθεῖ ποθῶν τὴν ἀπόλαυσιν. ὁ δὲ παρόντος ἀπολαύων, εἰκότως εὐφραίνεται, καὶ οὐκ ὀδυνᾶται. νυμφίος δὲ τῆς ἀνθρωπίνης φύσεως ὁ ταύτης ἡγεμὼν Λόγος, ὁ τό σπέρμα διδοὺς τῆς ζωῆς. ὅταν οὖν ἀπαρθῇ ἀπ’ αὐτῶν, ποθοῦντες [*](P τὸν λόγον P.L. q προσλαβέσθαι Ρ. λαβὴν ποιήσασθαι L. r εὑρεῖν Ρ. s δι᾿ ἧς om. Ρ. t κεκρυμμένοι Ρ. u ἑαυτῶν L.)
Καὶ οὐδεὶς ἐπίβλημα ῥάκους ἀγνάφου ἐπιρράπτει ἐπὶ ἱματίῳ παλαιῷ· εἰ δὲ μὴ, αἴρει τὸ πλήρωμα αὐτοῦ τὸ καινὸν τοῦ παλαιοῦ, καὶ χεῖρον σχίσμα γίνεται. καὶ οὐδεὶς βάλλει οἶνον νέον εἰς ἀσκοὺς παλαιούς. εἰ δὲ μὴ, ῥήσσει ὁ οἶνος ὁ νέος τοὺς ἀσκοὺς, καὶ ὁ οἶνος ἐκχεῖται, καὶ οἱ ἀσκοὶ ἀπολοῦνται. ἀλλὰ οἶνον νέον εἰς ἀσκοὺς καινοὺς βλητέον.
Δεικνύων δὲ λοιπὸν καὶ τὸ διάφορον τῶν μαθητῶν πρὸς αὐτοὺς, ὅτι μὴ δὲ μιᾷ ἀνάγκῃ ὁμοίως αὐτοῖς καὶ αὐτοὶ νηστεύουσιν, “οὐδείς “φησιν ἐπίβλημα” κ. τ. ἑ. ὥσπερ, φησὶν, εἰ ῥάκος y ἄκναφον ἐπιβληθῇ ἱματίῳ παλαιῷ, τῇ οἰκείᾳ στερρότητι κἀκεῖνο διαρρήγνυσιν· οἶνός τε νέος εἰς ἀσκοὺς εἰ ἐμβληθῇ z παλαιοὺς τῇ οἰκείᾳ θερμότητι τοὺς ἀσκοὺς διαρρήγνυσιν· οὕτω καὶ ἐπὶ τούτου a. ἐπειδὴ γὰρ οἱ Ἀπόστολοι b τῆς νέας διαθήκης κήρυκες τυγχάνουσιν, οὐ δυνατὸν αὐτοὺς τοῖς παλαιοῖς δουλεύειν νομίμοις. ὑμεῖς μὲν εἰκότως τοῖς παλαιοῖς ἀκολουθοῦντες ἔθεσι τὰς ωσέος νηστείας φυλάττετε c. οὗτοι δὲ ἐπειδὴ τὰ καινὰ καὶ παράδοξα νόμιμα παραδιδόναι μέλλουσι τοῖς ἀνθρώποις, ταῦτα μὲν οὐδαμῶς ἀναγκάζονται φυλάττειν· κατὰ καιρὸν δὲ μετὰ τῆς λοιπῆς ἀρετῆς καὶ τὴν νηστείαν ἀποδείξονται, οὐκ ἀνάγκῃ καὶ νομίμοις τισὶ καὶ ἔθεσι παλαιοῖς, ὥσπερ ὑμεῖς φυλάττοντες, ἀλλὰ γνώμῃ δι’ ἀρετὴν, ὅπως ἃν βούλωνται d, νηστεύειν μέλλοντες. καὶ γὰρ ἡ τῶν ἐννόμων νηστεία τοῦτο διενήνοχε τῶν ἐν τῇ χάριτι νηστευόντων· ὅτι οἱ μὲν ὡρισμένας ἔχοντες νηστείας, ἃς καὶ νηστεύειν πάντως αὐτοὺς ἐχρῆν καὶ μὴ βουλομένους· οἱ δὲ γνώμῃ μᾶλλον κατὰ τὸ δοκοῦν ἑαυτοῖς νηστεύουσιν ἀρετῆς αἱρέσει e μετιόντες αὐτήν. εἰ δὲ καὶ [*](x νηστεύουσιν L. y ῥάκκος Ρ. z ἐμβληθεὶς Poss. a τούτων Poss. b γὰρ οἱ ἀπόστολοι om. Ρ. L. c φυλάττεται Ρ. d P.L. e ἀρετὴν ἕνεκα L.)
Καὶ ἐγένετο παραπορεύεσθαι αὐτὸν ἐν τοῖς σάββασι διὰ τῶν σπορίμων, καὶ ἤρξαντο οἱ μαθηταὶ αὐτοῦ ὁδὸν ποιεῖν τίλλοντες τοὺς στάχυας. καὶ οἱ Φαρισαῖοι ἔλεγον αὐτῷ, ἴδε τί ποιοῦσιν ἐν τοῖς σάββασιν ὃ οὐκ ἔξεστι;
Ελευθεριάζουσι πρὸς τὸν τύπον, τῇ ἀληθείᾳ συνόντες οἱ μαθηταί· οὕτω δήπου h καὶ πρὸς τοῦ Κυρίου συνειθισμένοι i, καὶ τὴν τοῦ σαββάτου τυπικὴν ἀργίαν ἐξευτελίζειν, ἐπιφανείσης τῆς διηνεκοῦς ἀργίας διὰ Θεὸν ἐπὶ k τῶν κοσμικῶν. χρῶνται δὲ ἀδεῶς τοῖς ἀστάχυσιν εἰς τροφὴν μηδὲν ἐπιφερόμενοι βρώσιμον. οἱ δὲ τῶν τύπων ἥττονες καὶ τῆς ἀληθείας ἄπειροι ζυγομαχοῦσιν l ὑπὲρ σκιᾶς, καὶ τὸ, “οὐκ ἔξεστι,” λέγουσι πρὸς τὸν ἅπασαν ἐξουσίαν ἔχοντα καὶ τοῖς ἰδίοις παρέχοντα· οὐκ εἰδότες ὅτι νομοθέτου νόμος οὐ κρατεῖ, οὐδ’ ἔστι τι καθάπαξ ὃ μὴ ἔξεστι βασιλεῖ. ὁ δὲ Κύριος πρᾳεῖαν τὴν ἀπολογίαν ποιεῖται, οὐκ ἐξουσίας m ἐπαναστάσει, ἀλλὰ παραδείγματι n τῶν πάλαι ἁγίων, οἱ καὶ αὐτοὶ ο μεγαλοφρονέστερα Ρ τῆς σωματικῆς ἀργίας q καὶ τῶν τοιούτων τύπων ἐπενόουν.
Καὶ αὐτὸς ἔλεγεν αὐτοῖς, οὐδέποτε ἀνέγνωτε τί ἐπὸν ησε Δαβὶδ, ὅτε χρείαν ἔσχε, καὶ ἐπείνασεν αὐτὸς καὶ οἱ μετ’ αὐτοῦ; πῶς εἰσῆλθεν εἰς τὸν οἶκον τοῦ Θεοῦ ἐπὶ Ἀβιάθαρ ἀρχιερέως, καὶ τοὺς ἄρτους τῆς προθέσεως ἔφαγεν, οὓς οὐκ ἔξεστι φαγεῖν εἰ μὴ τοῖς ἱερεῦσι, καὶ ἔδωκε καὶ τοῖς σὺν αὐτῶ οὖσι;
Μέμνηται δὲ οἰκείως τοῦ Δαβὶδ, δόξαντος ἂν καὶ αὐτοῦ μὴ κατὰ νόμον τεθράφθαι, ὅτε τῶν ἱερατικῶν ἥψατο τροφῶν καὶ τοῖς μεθ’ ἑαυτοῦ ἔδωκεν, ἵνα ἡ πρὸς ἐκεῖνον αἰδὼς ἐπισχῇ τὴν κατὰ τῶν Ἀποστόλων συκοφαντίαν. εἰ γὰρ προφήτης αὐθεντεῖ κατὰ τοῦ νόμου συμπεριαγόμενος τῇ ἐνδείᾳ καὶ τῇ χρείᾳ ἐπακολουθῶν, [*](f ταῦτα L. g μέτειμεν Ρ. h δὴ πῶς L. i συνηθ. PL. τό L. 1 Sic P.L. σκιομαχ. Poss. m Sic L. ἐξουσίαν Poss. n παραδείγματα L. ο αὐτῆς L. Ρ μεγαλοφυέστερα L. q ἀργίας om. P.)