Catena In Marcum (Recensio ii) (E Codd. Oxon. Bodl. Laud. 33 + Paris. Coislin. 23 + Paris. gr. 178)
Catenae (Novum Testamentum)
Catenae (Novum Testamentum). Catenae Graecorum Patrum in Novum Testamentum, Vol 1. Cramer, John Anthony, editor. Oxford: Oxford University Pres, 1840.
Περὶ τοῦ παραλυτικοῦ.
Καὶ πάλιν εἰσῆλθεν εἰς Καπερναοὺμ δι’ ἡμερῶν· καὶ ἠκούσθη ὅτι εἰς οἶκόν ἐστι. καὶ εὐθέως συνήχθησαν [*](x αὐτοῦ L. e quo hoc Sch. ded. y τὸν νόμον Ρ. z μαρτυρήσεις Ρ.)
Τὰ ὁμοία τούτοις καὶ ὁ Λουκᾶς παρατίθεται, ἀποσιωπήσας τὴν πόλιν ἔνθα τὸ σημεῖον ἐγεγόνει. ὁ δὲ Ματθαῖος περὶ τῆς ἀνατροπῆς σιωπήσας τῆς στέγης, διὰ τῶν αὐτῶν ἔρχεται ῥημάτων, ἐν τῇ πόλει αὐτοῦ φάσκων γεγενῆσθαι τὸ θαῦμα. πόλις δὲ αὐτοῦ ἐνομίζετο εἶναι ἡ b αζαρὲτ, οὐχ ἡ Καπερναούμ· εἰ μή τις εἴπῃ c, πόλιν αὐτοῦ φάσκειν d Καπερναοὺμ διὰ τὸ πολλάκις ἐκεῖσε αὐτὸν ἐπιδημεῖν e καὶ πολλὰ ἐν αὐτῇ γεγενῆσθαι σημεῖα· ἢ καὶ διὰ τὴν ἐγγύτητα τῶν τόπων μὴ ἀκριβολογεῖσθαι τοὺς ὐαγγελιστὰς, σπεύδοντας μόνον τὸ σημεῖον εἰπεῖν. περὶ ὃ καὶ συμφωνοῦσι g, κᾂν τοῖς ῥήμασι διαφέρωνται h.
Καὶ μὴ δυνάμενοι προσεγγίσαι αὐτῷ διὰ τὸν ὄχλον, ἀπεστέγασαν τὴν στέγην ὅπου ἦν, καὶ ἐξορύξαντες χαλῶσι τὸν κράββατον, ἐφ’ ᾧ ὁ παραλυτικὸς κατέκειτο.
Ἀπαντῶσιν οὖν ἄγοντές τινες παραλυτικόν· εὑρόντες δὲ τὴν θύραν πεφραγμένην τῷ πλήθει, οὐκ ἠδυνήθησαν δι’ αὐτῆς εἰσελθεῖν, οὐδὲ γὰρ παρεχώρουν i οἱ ἔσω τοῖς ἔξω, οὐδὲ μετεδίδοσαν αὐτοῖς τῆς εἰσόδου. σπεύδοντες οὖν οἱ κομίζοντες k τυχεῖν αὐτὸν τῆς ἰάσεως, ἀναβαίνουσιν αὐτὸν l εἰς τὸ δομάτιον m, καὶ γίνεται διὰ μηχανῆς τὸ πρᾶγμα, τῆς προσδοκίας τῆς ἰάσεως καινουργούσης παράλογα. ἀνιμησάμενοι γὰρ σὺν τῷ φόρτῳ τὴν κλίνην, καὶ τὴν στέγην αὐτὴν n ἀνατρέψαντες, καθίεσαν ο ἐπὶ κλίνης τὸν ἄνδρα παρειμένον κατὰ πρόσωπον τοῦ Σωτῆρος. καὶ ὄρα μοι τοῦ Ἰησοῦ τὴν μακροθυμίαν· πῶς τούτων γενομένων p συνεχώρει, ἐπιστάμενος τὸ μικρὸν ὕστερον γενησόμενον·
[*](b L.P. c εἴποι L.P. d φάσκων τὴν κὰπ. Ρ. φάσκει L. e αὐτὸν τοῖς ἐκεῖσε L.P. f ἀκριβολογεῖσθε P. g συμφωνοῦντες L. h φαίνονται L. i L.P. k L. 1 ἐμβαίνουσιν L. m δωμάτιον Ρ. n αὐτῶν P. O κατῄεσαν L. P γινομένων P. γινόμενον L.)Ἰδῶν δὲ ὁ Ἰησοῦς τὴν πίστιν αὐτῶν, λέγει τῷ παραλυτικῷ, τέκνον ἀφέωνταί σοι αἱ ἁμαρτίαι σου.
Ὁ δὲ Κύριος φασὶν “ἰδὼν τὴν πίστιν αὐτῶν, λέγει τῷ παραλυτικῷ τέκνον ἀφέωνταί σοι αἱ ἁμαρτίαι σου. οὐ τὴν πίστιν τοῦ παραλελυμένου ἀλλὰ τῶν κομισάντων. ἔστι γὰρ ὅτε καὶ ἄλλος δι’ ἄλλων πίστιν θεραπεύεται, καὶ πλήρης τοῦτο ἡ ἱερὰ τῶν Εὐαγγελίων γραφή. Θεασάμενος οὖν τὴν πίστιν αὐτῶν, οὐ μάταιον αὐτῶν ἀποφαίνει τὸν πόνον, ἀλλά φησι, “τέκνον,” ἢ ὡς ὁ Λουκᾶς, ἄνθρωπε, ἀφέωνταί” q σοι καὶ τὰ ἐξῆς r. τὸ δὲ “τέκνον, ” ἢ αὐτῷ πιστεύσαντι s, ἣ κατὰ τῆς δημιουργίας λόγον. ποῖαι δὲ, ὡς φησὶν, ἁμαρτίαι; ἄλλο προσδοκῶ, καὶ ἄλλο χαρίζῃ. ἤγαγόν με οὗτοι u ἵνα βαδίσω, σὺ δὲ ἄλλο ἀντ’ ἄλλου θεραπεύεις. οἶδας γὰρ ἃ ἐπλημμέλησα· οἶδά x φησιν, ἃ μὴ βλέπουσιν οὗτοι. ἡ ψυχὴ νόσει πρὸ τοῦ σώματος. τὸ τοίνυν αἴτιον θεραπεύω y τῆς νόσου, καὶ συναναιρεῖται τὸ πάθος.
Τί ἐστιν εὐκοπώτερον, εἰπεῖν τῷ παραλυτικῷ, ἀφέωνταί σοι αἱ ἁμαρτίαι· ἢ εἰπεῖν, ἔγειραι καὶ περιπάτει;
Οἱ δὲ Φαρισαῖοι καὶ οἱ γραμματεῖς οἱ τὸ τηνικαῦτα παρατυχόντες βλασφημίαν ὑπώπτευον τὸ λεγόμενον· καὶ “τί οὗτος οὕτως “λαλεῖ βλασφημίας” ἐν ἑαυτοῖς διενοοῦντο· μόνος γὰρ ὁ πάντων κριτὴς ἐξουσίαν ἔχει ἀφιέναι καὶ μή· ὁ δὲ Σωτῆρ’ ταῖς διανοίαις ὡς Θεὸς ἐμβατεύων, καὶ εἰδὼς τοὺς διαλογισμοὺς τῶν ἀνθρώπων, ἀποκαλύπτει αὐτῶν τὴν ἐνθύμησιν· ἐκ τούτου πιστούμενος, ὅτι ὁ τῶν ἀπορρήτων θεατὴς, καὶ ἁμαρτημάτων δωρεῖται ἄφεσιν· ἀλλὰ πάλιν ἐκεῖνοι μένουσιν ἀνόητοι, καὶ οὐ διδόασι τῷ τοὺς λογισμοὺς αὐτῶν ἐξαγγείλαντι τὸ δύνασθαι ἁμαρτήματα θεραπεύειν. λέγει οὑν αὐτοῖς ὁ Ἰησοῦς, “τί ἐστιν εἰκοπώτερον” κ. τ. ἑ. Τὸ μὲν γὰρ ἀφιέναι ἁμαρτίας δυσκολώτερον τοῦ εἰπεῖν, ἐγεῖραι. οὐ γὰρ φανερὸς ὁ ἔλεγχος· οἷον ἔαν τις εἴπῃ, ἀφέωνται σοι αἱ ἁμαρτίαι, ἄδηλον ἐμ ἐνήργησεν· οὐ γὰρ φανερὸν τὸ πρᾶγμα ἵνα δοκιμασθῇ ὁ ἰατρεύων. φησὶν οὖν, τί ἐστιν εὐκοπώτερον, εἰπεῖν ἣ ποιῆσαι; δηἀφέονται [*](q Ρ. r P. s αὐτὸν πιστεύσαντα t P.L. u P.L. x P.L. y P. θεραπεύσω L. z P.L. a τραῦμα P.L.)
Ἵνα δὲ εἰδῆτε ὅτι ἐξουσίαν ἔχει ὁ υἱὸς τοῦ ἀνθρώπου ἀφιέναι ἐστι τῆς γῆς ἁμαρτίας, λέγει τῷ παραλυτικῷ· σοὶ λέγω, ἔγειραι, καὶ ἆρον τὸν κράββατόν σου, καὶ ὕπαγε εἰς τὸν οἶκόν σου.
Σοὶ d λέγω, φησὶν, ἔασον τούτους· ἄπιστοι γὰρ ὑπάρχουσι, καὶ πονηρὰ ἐνθυμοῦνται· σοὶ λέγω, ἐπειδὴ ἀφέθησάν σου αἱ ἁμαρτίαι, καὶ ἄξιος ἐγένου, τῶν ἡμετέρων λόγων γενέσθαι ἀκροατὴς καὶ τυχεῖν τῆς ἰάσεως. “ ἔγειραι e, ᾆρον τὸν κράββατόν σου καὶ ὕπαγε “ εἰς τὸν οἶκόν σου.” ἐξῆλθε τὸ ῥῆμα, καὶ τὸ θαῦμα ἐπηκολούθησε. ἐπανῆλθεν ἡ δύναμις τοῦ σώματος, καὶ ἅπαν ἀνευρώθη τὸ σῶμα. ἤσθετο τῆς ἰάσεως ὁ παραλυτικὸς, καὶ διανέστη ἔδωκε γὰρ αὐτῷ αἴσθησιν τῆς θεραπείας) ἀπέτεινε τοὺς πόδας, ἐκίνει f τὰ ἄρθρα, ἐβάδισεν ὑγιής. τι δὲ g βούλεται “ ἐπὶ τῆς γῆς ἀφιέναι ἁμαρτίας;” διατί δὲ καὶ υἱὸν ἀνθρώπου εἶπεν ἀφιέναι ἁμαρτίας ἐπιτελουμένης θεοσημείας; ἣ ἵνα δείξῃ ὅτι κατήγαγεν εἰς τὴν ἀνθρωπίνην φύσιν τὴν τῆς θεότητος ἐξουσίαν, διὰ τὴν ἀδιαίρετον πρὸς αὐτὸν ἕνωσιν. εἰ γὰρ καὶ ἄνθρωπός φησι γεγένημαι h, Θεὸς λόγος ὑπάρχων, καὶ διὰ τῆς οἰκονομίας i ἐπὶ τῆς γῆς πολιτευόμενός τε καὶ ἀναστρεφόμενος, κ ἀλλ’ οὐδὲν ἧττον τὰ παρὰ 1 λόγου ἀποτελῶ θαύματα, καὶ ἄφεσιν δωρούμενος ἁμαρτημάτων. οὐδὲ γὰρ ἀφεῖλέν τι τῶν τῆς θεότητος ἰδιωμάτων, ἣ ἐμείωσε τὸ γενέσθαι με ἀτρέπτως καὶ ἀληθῶς ἐπὶ τῆς γῆς κατὰ σάρκα υἱὸν ἀνθρώπου. ὑγιάνας τοίνυν τὰ συναμφότερα ψυχήν τε καὶ σῶμα, καὶ ὁλόκληρος γενόμενος, ἄρας τὸ κράββατον ἐξῆλθεν ἐνώπιον πάντων.
[*](b om. L.P. c προσαγάγῃ P.L. d σοὶ γὰρ L. Σοι — ἐνθυμοῦνται om. Ρ. e ἔγειρε Ρ. f ἐκίνησεν L. 8 δαὶ Ρ. h γεγενῆσθαι Ρ. γέγονα L. i τὴν οἰκονομίαν P.L. k πολιτεύομαί τε καὶ ἀναστρέφομαι L. 1 πέρα Ρ.)Καὶ εὐθέως ἠγέρθη, καὶ ἆρας τὸν κράββατον, ἐξῆλθεν ἐναντίον πάντων· ὥστε ἐξίστασθαι πάντας, καὶ δοξάζειν τὸν Θεὸν, λέγοντας, ὅτι οὐδέποτε οὕτως εἴδομεν.
Συνεχώρησε δὲ αὐτὸν ἐξελθεῖν. θεασάμενοι αὐτὸν ἐγηγερμένον καὶ τὴν κλίνην ἐπιθέντα τοῖς ὤμοις, ἐξίσταντο γὰρ πάντες καὶ ἐδόξαζον τὸν Θεὸν “λέγοντες ὅτι οὐδέποτε οὕτως εἴδομεν.” οὐδὲν πιστότερον. τὸ μεῖζον ἐάσαντες τὴν τῶν ἁμαρτιῶν ἄφεσιν, τὸ φαινόμενον m θαυμάζουσιν· ἔδει γὰρ αὐτοὺς εἰπεῖν, οὐκέτι τοσοῦτον θαυμάζομεν ὅτι ἐγήγερται n ὁ παράλυτος, ὅσον ἐκ τούτου πιστεύομεν ὅτι καὶ ἡ ψυχὴ ἰάσεως ἔτυχεν, ἁμαρτημάτων ἀπαλλαγεῖσα. ἀπαλ- λαγεῖσα.