Catena In Marcum (Recensio ii) (E Codd. Oxon. Bodl. Laud. 33 + Paris. Coislin. 23 + Paris. gr. 178)
Catenae (Novum Testamentum)
Catenae (Novum Testamentum). Catenae Graecorum Patrum in Novum Testamentum, Vol 1. Cramer, John Anthony, editor. Oxford: Oxford University Pres, 1840.
Περὶ τοῦ λεπροῦ.
Καὶ ἔρχεται πρὸς αὐτὸν λεπρὸς παρακαλῶν αὐτὸν, καὶ γονυπετῶν αὐτὸν, καὶ λέγων αὐτῷ, ὅτι ἐὰν θέλῃς δύνασαί με καθαρίσαι.
Ὁ τὴν οἰκουμένην καθαρὰς τῆς λέπρας τοῦτ’ ἔστι τῆς τῆς ἀσεβείας, νῦν τὸν λεπρὸν μὲν τῷ σώματι, καθαρὸν δὲ διὰ πίστεως καὶ ἐλπίδος τὴν διάνοιαν, εἰς τὸ κατὰ φύσιν ἀποκαθίστησιν· ἦν μὲν γὰρ ὁ Κύριος ἐν μία τῶν πόλεων· ὁ δὲ λεπρὸς ἐζήτει σωτῆρα τοῦ πάθους, ἐπιστάμενος τὸ ἀνίατον· ἔρχεται οὖν πρὸς τὸν σωτῆρα, καὶ προσπίπτει αὐτῷ καί φησι, τῆς λέπρας, “ἐὰν θέλῃς, “δύνασαί με καθαρίσαι·” οἶδα γὰρ ὅτι πάντα δύνασαι· λείπει δὲ τὸ θελῆσαι· οὐδὲν δὲ κωλύει θελήσαντα ἐνεργῆσαι. ὁλόκληρος ἡ ψυχὴ τοῦ λεπροῦ· καθαρὰ καὶ ἡ διάνοια. οἶδά, φησιν, ὅτι δύνασαι ο, οὐ πάντως δὲ ἐγὼ ἄξιος οἰδα γὰρ ὅτι κρίσει Θεοῦ πάσχω ὃ πάσχω ἃν μὴ θέλῃς οὐκ ἀντιλέγω, οὐδὲ βιάζομαι τὴν χάριν.
Ὁ δὲ Ἰησοῦς σπλαγχνισθεὶς, ἐκτείνας τὴν χεῖρα, ἥψατο αὐτοῦ, καὶ λέγει αὐτῷ, θέλω, καθαρίσθητι. καὶ εἰπόντος αὐτοῦ, εὐθέως ἀπῆλθεν ἀπ’ αὐτοῦ ἡ λέπρα, καὶ ἐκαθαρίσθη.
Ὁ δὲ Σωτῆρ’ σπλαγχνισθεὶς ἐκτείνας τὴν χεῖρα ἅπτεται τοῦ λεπροῦ. Διατί δὲ ἅπτεται τοῦ λεπροῦ p, καὶ μὴ λόγῳ ἐπάγει τὴν ἴασιν; ἀπεφήνατο Μώσης ἐν τῷ νόμῳ τὸν ἁπτόμενον λεπροῦ ἀκάθαρτον εἶναι· καὶ ὀφείλει ὅλην τὴν ἡμέραν διατελέσαι ἀκάθαρτος, καὶ μήτε εἰς τὸν ναὸν τοῦ Θεοῦ εἰσελθεῖν, μήτε ἄλλο τι ποιῆσαι, ἀλλ’ ἑσπέρας λουσάμενον καθαρισθῆναι. ἵνα τοίνυν δείξῃ [*](n τῆς λεπρ. καθ’. τῆς ἀσεβ. L. ο δύνῃ P.L. p Ρ.)
Καὶ ἐμβριμησάμενος αὐτῷ, εὐθέως ἐξέβαλεν αὐτόν. καὶ λέγει αὐτῷ, ὅρα μηδενὶ εἴπῃς.
Διδάσκων ἡμᾶς καὶ διὰ τούτων τὸ ἀφιλότιμον καὶ ἀνεπίδεικτον καὶ μέτριον ἐν τοῖς ἔργοις· καίτοιγε ᾔδει ὅτι οὐ πεισθήσεται ἐκεῖνος· ἀλλὰ ἀνακηρύξει τὸν εὐεργέτην· ἀλλ’ ὅμως τὸ αὐτοῦ ποιεῖ· πρὸς δὲ τούτοις μονονουχὶ βοᾷ, οὐκ ἔστι καιρὸς κηρυχθῆναι τὴν ἐνέργειαν· μηδὲν εἴπῃς, οὐ χρείαν ἔχω τοῦ σε κηρύξαι· ἃν γὰρ τὸ πάθος τὸ ἐμόν με u κηρύξῃ οὐδὲν ὠφελήσει ἡ κάθαρσις.
Ἀλλ᾿ ὕπαγε, σεαυτὸν δεῖξον τῷ ἱερεῖ, v καὶ προσένεγκε περὶ τοῦ καθαρισμοῦ σου ἃ προσέταξε Μωσῆς εἰς μαρτύριον αὐτοῖς.
Ἀλλ᾿ ὕπαγέ, φησι, πρὸς τὸν ἱερέα οὐ γὰρ ἀτιμάζω ὃν δέδωκα νόμον· ἔφην γὰρ δι’ αὐτοῦ, ἐὰν μέν τις λεπρὸς ᾖ, μενέτω ἔξω τῆς παρεμβολῆς ὡς ἀκάθαρτος· ἐὰν δὲ αὐτομάτως θεραπευθῇ οἷα συμβαίνει Θεοῦ βουλομένου, ἵνα μὴ ἔξω εἴη ἀποβεβλημένος, δειξάτω οὖν ἑαυτὸν ὅτι ἐκαθαρίσθη βουλήσει Θεοῦ· διὰ τοῦτο τῷ ἱερεῖ [*](q ἀκαθ. τοῦ σωτ. οὐχ ἅπτ. L. r κατ’ αὐτὸν L. s P.L. t P.L. u Sic L. qui solus hoc Sch. habet. v Seqq. desunt Ρ.)
Παραπέμπει τῷ νόμῳ y, τὴν ἀναίσχυντον τῶν Ἰουδαίων γλῶτταν ἐμφράττων· καὶ τὸ μὲν ἔργον αὐτὸς ἐπλήρωσεν· τὴν δὲ δοκιμασίαν ἐκείνοις ἐπέτρεψεν, καὶ κριτὰς αὐτοὺς ἐκάθισε τῶν οἰκείων θαυμάτων.
“Εἰς μαρτύριον αὐτῶν.” τουτέστιν εἰς κατηγορίαν τῆς αὐτῶν ἀγνωμοσύνης, ἵνα ὅταν ὡς πλάνον καὶ ἀπατεῶνά με διώκωσι, ὅταν ὡς ἀντίθεον καὶ παράνομον, σύ μοι μαρτυρήσῃς z, φησὶν, ὡς ὑπ’ ἐμοῦ θεραπευθεὶς, καὶ τῷ νόμῳ παραπεμφθεὶς καὶ τῇ τῶν ἱερέων δοκιμασίᾳ.
Ὁ δὲ ἐξελθὼν ἤρξατο κηρύσσειν πολλὰ καὶ διαφημίζειν τὸν λόγον, ὥστε μηκέτι αὐτὸν δύνασθαι φανερῶς εἰς πόλιν εἰσελθεῖν. ἀλλ’ ἔξωθεν ἐν ἐρήμοις τόποις ἦν. καὶ ἤρχοντο πρὸς αὐτὸν πανταχόθεν.
Eυγνωμων δὲ καὶ ὁ λεπρὸς πανταχοῦ τὸν εὐεργέτην κηρύττων καὶ διαφημίζων τὸν λόγον, τουτέστι τὸν μετ’ ἐξουσίας γενόμενον τῷ “θέλω καθαρίσθητι,” καὶ τὴν παράδοξον θεραπείαν· ὥστε πάντας κινῆσαι καὶ διεγεῖραι πρὸς τὴν τοῦ θεραπεύσαντος θέαν τὲ καὶ πίστιν· ὡς διὰ τοῦτο μὴ δύνασθαι τὸν Σωτῆρα ἐπιχωριάζειν ταῖς πόλεσιν, ἀλλ’ ἐν ἐρήμοις διάγειν· καὶ οὕτως διήρχοντο πρὸς αὐτὸν πάντοθεν. ἐνίκα γὰρ τὸν κόπον ἡ προθυμία.