Catena In Marcum (Recensio ii) (E Codd. Oxon. Bodl. Laud. 33 + Paris. Coislin. 23 + Paris. gr. 178)
Catenae (Novum Testamentum)
Catenae (Novum Testamentum). Catenae Graecorum Patrum in Novum Testamentum, Vol 1. Cramer, John Anthony, editor. Oxford: Oxford University Pres, 1840.
Περὶ τῶν ἰαθέντων ἀπὸ ποοικίλων νόσων
Ὀψίας δὲ γενομένης, ὅτε ἔδυ ὁ ἥλιος, ἔφερον πρὸς αὐτὸν πάντας τοὺς κακῶς ἔχοντας, καὶ τοὺς δαιμονιζομένους. καὶ ἡ πόλις ὄλη ἐπισυνηγμένη ἦν πρὸς τὴν θύραν. καὶ ἐθεράπευσε πολλοὺς κακῶς ἔχοντας ποικίλαις κίλαις νόσοις.
Συναχθεῖσα δὲ λοιπὸν καὶ ἡ πόλις ἅπασα πρὸς ταῖς θύραις, δύνοντος αὐτοῦ τοῦ ἡλίου, ἔφερον πρὸς αὐτὸν ἄπαντας τοὺς κακῶς ἔχοντας καὶ τοὺς δαιμονιζομένους· καὶ ἐθεράπευσε πολλοὺς κακῶς ἔχοντας ποικίλαις νόσοις· οὐχ ἁπλῶς πρόσκειται, τὸ δύνοντος τοῦ ἡλίου. ἀλλ᾿ ἐπειδὴ ἐνόμιζον μὴ ἐξεῖναι b τινι θεραπεύειν σαββάτῳ c, τούτου χάριν τοῦ σαββάτου τὸ πέρας d ἀνέμενον. ἀμέλει, καὶ οἱ τῶν Ἰουδαίων ἡγούμενοι ἐπετίμων αὐτῷ θεραπεύοντι ἐν σαββάτῳ. οἱ δὲ μαθηταὶ ὡς ὠφεληθέντες ἤδη, μὴ ἀναμείναντες τὴν ἑσπέραν, παρεκάλουν αὐτὸν ἰάσασθαι τὴν πενθέραν Πέτρου.
Καὶ ὁ μὲνη παρὼν Εὐαγγελιστὴς πολλούς φησιν αὐτὸν τεθεραπευκέναι κακῶς ἔχοντας. τὸ, πολλοὺς, ἢ πάντας λέγων c, κατὰ τὴν συνήθειαν τῆς γραφῆς οὕτω πολλάκις κεχρημένης f τῇ λέξει, κατὰ τὸ εἰρημένον ὑπὸ τοῦ Παύλου, “ὥσπερ διὰ τῆς τοῦ ἑνὸς ἁμαρ- “τωλοὶ κατεστάθησαν οἱ πολλοὶ, οὕτω διὰ τοῦ ἑνὸς, δίκαιοι κατα- “σταθήσονται οἱ πολλοί.” ἢ πολλούς φησι τοὺς πιστεύσαντας εἰς αὐτὸν, καὶ ὧν ἡ πίστις τὴν ἴασιν ἐπεσπάσατο. ὁ δὲ Λουκᾶς τὴν προτέραν ἡμῖν ἔννοιαν δίδωσιν εἰπὼν, ὅτι ἑνὶ g ἑκάστῳ αὐτῶν τὰς χείρας ἐπιτιθεὶς ἐθεράπευσεν αὐτούς.
Καὶ δαιμονία πολλὰ ἐξέβαλε, καὶ οὐκ ἤφιε λαλεῖν ὅτι ᾔδεισαν αὐτόν.
Οὐκ ἔστι δὲ ἐνάντιον τὸ εἰρημένον ὑπὸ τοῦ ἁγίου Λουκᾷ τὸ νῦν λεγόμενον, ἐκεῖνος γάρ φησιν, “ἐξήρχετο καὶ δαιμόνια ἀπὸ “πολλῶν, κραυγάζοντα καὶ λέγοντα ὅτι σὺ εἶ ὁ Χριστὸς ὁ Υίὸς [*](b ἐξίν Poss c. ἐν σαβ. L. d τὸ περ. τ. σαβ. L. e P.L. f κεχρημένως P. g ἐν L.)
Ἤιδεισαν δὲ αὐτὸν οἱ δαίμονες τὸν Χριστὸν εἶναι, πεῖραν αὐτοῦ τῆς δυνάμεως εἰληφότες, ἔκ τε τῶν προηγησαμένων θαυμάτων, καὶ τῆς μετ’ ἐξουσίας δυνάμεως.
Οὐκ εἴα δὲ αὐτὰ λαλεῖν, μὴ βουλόμενος ἡμᾶς, ὡς ἔφημεν, τοὺς παρ’ αὐτοῦ καταδέχεσθαι λόγους, ἀλλὰ ἀποσείεσθαι αὐτῶν πάσῃ δυνάμει τὰ ῥήματα· ὅθεν καὶ οἱ Ἀπόστολοι, ὅτε ἡ πνεῦμα ἔχουσα Πύθωνος ἠκολούθει βοῶσα, “οὗτοι οἱ ἄνθρωποι δοῦλοι τοῦ “Θεοῦ τοῦ Ὑψίστου εἰσὶν οἵτινες καταγγέλλουσιν ἡμῖν ὁδὸν σω- “τηρίας, διαπονηθεὶς ὁ Παῦλος ἐπιστρέψας τῷ πνεύματι εἶπεν, “παραγγέλλω σοι, ἐξελθὲ ἐξ αὐτῆς ἐν ὀνόματι Ἰησοῦ Χριστοῦ.”
Καὶ πρώι ἔννυχον λίαν ἀναστὰς ἐξῆλθε, καὶ ἀπῆλθεν ὁ Ἰησοῦς εἰς ἔρημον τόπον, κἀκεῖ προσηύχετο. καὶ κατεδίωξαν αὐτὸν ὁ Σίμων καὶ οἱ μετ’ αὐτοῦ. καὶ εὑρόντες αὐτὸν, λέγουσιν αὐτῷ, ὅτι πάντες ζητοῦσί σε. καὶ λέγει αὐτοῖς, ἄγωμεν εἰς τὰς ἐχομένας κωμοπόλεις, ἵνα κἀκεῖ κηρύξω· εἰς τοῦτο γὰρ ἐξελήλυθα. καὶ ἦν κηρύσσων ἐν ταῖς συναγωγαῖς αὐτῶν, εἰς ὅλην τὴν Γαλιλαίαν, καὶ τὰ δαιμόνια ἐκβάλλων.
Τούτοις παραπλησίως καὶ ὁ Λουκᾶς ἐξέθετο, οὕτως f λέγων, “γενομένης δὲ ἡμέρας ἐξελθὼν ἐπορεύθη g εἰς ἔρημον τόπον, καὶ οἱ “ὄχλοι ἐπεζήτουν αὐτὸν, καὶ ἦλθον ἕως αὐτοῦ, καὶ κατεῖχον αὐτὸν “τοῦ μὴ πορεύεσθαι ἀπ’ αὐτῶν· ὁ δὲ εἶπε πρὸς αὐτοὺς ὅτι καὶ ταῖς “ἑτέραις πόλεσιν εὐαγγελίζεσθαί με δεῖ τὴν βασιλείαν τοῦ Θεοῦ· “ὅτι εἰς τοῦτο ἀπέσταλμαι.· ἀναχωρεῖ πρὸς ὀλίγον εἰς ἔρημον τόπον ὁ Κύριος, ἵνα ποθήσωσιν αὐτὸν οἱ ἄνθρωποι ἀπόντα· καὶ τύπος ἡμῖν γενόμενος μετὰ πρᾶξιν ἀρίστην καὶ θαύματα, μὴ θηρᾶσθαι τοὺς παρὰ τῶν ἀνθρώπων ἐπαίνους, καὶ τούτοις συναναστρέφεσθαι, ἀλλὰ συστέλλεσθαι καὶ ἀναχωρεῖν κάτ ἰδίαν, τῷ Θεῷ μᾶλλον τὴν εὐχαριστίαν προσάγοντας, καὶ τὸν δοτῆρα τῶν ἀγαθῶν ἀνυμνεῖν, καὶ [*](f οὑτωσὶ L. g ἐπορεύετο Poss.)
Ὅρα γὰρ πῶς ἀναχώρησας ὁ Ἰησοῦς εἰς τὴν ἔρημον προσηύχετο· οὐκ αὐτὸς ταύτης δεόμενος, αὐτὸς γὰρ ἦν ὁ τὰς παρὰ τῶν λογικῶν ἁπάντων δεχόμενος λιτὰς, ἀλλ’ οἰκονομικῶς τοῦτο ποιῶν, καὶ τύπος ἡμῖν, ὡς ἔφημεν, πάσης ἀρίστης γινόμενος πράξεως.
Ὁ δὲ Μάρκος τοὺς Ἀποστόλους αὐτὸν καταλαβεῖν καὶ λέγειν, ὅτι πάντες σε ζητοῦσιν. οὐκ ἐναντία φασὶν ἀλλήλοις. ἐνδέχεται γὰρ μετὰ τοὺς Ἀποστόλους καὶ τὸν ὄχλον ἀκολουθήσαντα φθάσαι· ὁ δὲ Κύριος ἔχαιρε μὲν κατεχόμενος, συνεβούλευσεν δὲ ἀφεῖναι, ἵνα καὶ οἱ ἄλλοι μετάσχωσι g τῆς διδασκαλίας, ὡς τοῦ καιροῦ τῆς ἐπιδημίας μὴ πάνυ πολλοῦ γενησομένου.
Καὶ ὁ μὲν Μάρκος ἐπάγει, “εἰς τοῦτο ἐξελήλυθα· τῆς θεότητος αὐτοῦ τὴν αὐθεντίαν i ὑποδηλῶν, καὶ τὸ ἑκούσιον τῆς κενώσεως· ὁ δὲ Λουκᾶς, εἰς τοῦτο, φησὶν, ἀπέσταλμαι, τὴν οἰκονομίαν παραδεικνὺς, καὶ τὴν εὐδοκίαν τοῦ Πατρὸς ἀποστολὴν ὀνομάζων. καὶ ὁ μὲν ἁπλῶς ἵνα κηρύξω φησίν. ὁ δὲ τὴν βασιλείαν τοῦ Θεοῦ· βασιλείαν τοῦ Θεοῦ ἑαυτὸν ὀνομάζων, ἔλεγε γὰρ καὶ Ἰωάννης, μετανοεῖτε· ἤγγικε, ἥτις ἐστιν k ὁ Χριστὸς, ὃς καὶ βασιλεία ἐστὶ τοῦ Θεοῦ ἐντὸς τυγχάνων τῶν μαθητευομένων αὐτῷ, κατὰ τὸ, “ ἡ βασιλεία τοῦ Θεοῦ ἐντὸς ὑμῶν ἐστι· διὸ λέλεκται τοῖς “ ἔχουσιν αὐτὴν ἐντὸς,“ ”μὴ εἴπῃς ἐν τῇ καρδίᾳ σου, τίς ἀνα- “ βήσεται εἰς τὸν οὐρανὸν, τουτέστι τὸν Χριστὸν καταγαγεῖν· ἣ “ τίς καταβήσεται εἰς τὴν ἄβυσσον, τουτέστι Χριστὸν ἐκ νεκρῶν “ ἀγαγεῖν· ἀλλὰ τί λέγει ἡ γραφή; ἐγγύς σου τὸ ῥῆμα ἐστὶ “ σφόδρα ἐν τῷ στόματί σου καὶ ἐν τῇ καρδίᾳ σου.” Καὶ βασιλεία δὲ τῶν οὐρανῶν ὁ Χριστός ἐστι, ἑκάστου τῶν ἐν τῇ διανοίᾳ αὐτοῦ λαμβανομένου ὄντος οὐρανοῦ· καὶ οὐρανοῦ, μὴ παρερχομένου μηδὲ ἀπολλυμένου. ἐκήρυσσε δὲ ἐν ταῖς συναγωγαῖς, ἵνα συγκεράσῃ μίαν διδασκαλίαν παλαιᾶς τε καὶ καινῆς διαθήκης, καὶ ἵνα δείξῃ ὅτι l οὐχ ἕτερος ἐστὶν ὁ τῆς παλαιᾶς Θεὸς καὶ ἕτερος ὁ τῆς νέας m, κατὰ τοὺς ἀσεβεῖς αἱρετικούς. ἀλλὰ αὐτός ἐστι Θεὸς ὁ καὶ τὸν νόμον παρασχὼν καὶ ἀπὸ τοῦ γράμματος τοῦ [*](g P.L. h P.L. i αὐθεντείαν P.L. k ἦν L. l ὅτι om. P.L. m ὅτι αὐτὸς τῆς παλαῖας καὶ τῆς νέας, καὶ οὐχὶ ἕτερος διαθέτης Edd.)