Catena In Marcum (Recensio ii) (E Codd. Oxon. Bodl. Laud. 33 + Paris. Coislin. 23 + Paris. gr. 178)
Catenae (Novum Testamentum)
Catenae (Novum Testamentum). Catenae Graecorum Patrum in Novum Testamentum, Vol 1. Cramer, John Anthony, editor. Oxford: Oxford University Pres, 1840.
Περὶ τῆς πενθερᾶς Πέτρου.
Καὶ εὐθέως ἐκ τῆς συναγωγῆς ἐξελθόντες, ἦλθον εἰς τὴν οἰκίαν Σίμωνος καὶ Ἀνδρέου, μετὰ Ἰακώβου καὶ Ἰωάννου.
Πίστις γὰρ x ἦν σαφὴς τὰ ὁρώμενα, καὶ μάρτυς ἡ θέα τῶν γενομένων, οὐχ ἁπλῶς ἀκοὴ πρὸς ἀμφιβολίαν καὶ πίστιν μερίζουσα τὴν διάνοιαν. ὅθεν συνεζήτουν πρὸς ἑαυτοὺς, τὶς ὁ λόγος οὗτος; τί δὲ τὸ γενόμενον θαῦμα; νομοθετεῖ μᾶλλον διδάσκων· ἐπιτάσσει καὶ τοῖς πονηροῖς δαίμοσι, καὶ φροῦδοι καθίστανται. παραγεγόνασι προφῆται· ἀλλὰ, “ τάδε λέγει Κύριος,” ἔφασκον. οὕτος δὲ ἐγὼ δὲ λέγω ὑμῖν. καινὴ τίς ἐστι διδαχὴ καὶ νέα, ὡς ἔοικεν, διαθήκη· ἐποίουν θαύματα καὶ προφῆται, ἀλλ’ ἐπικαλούμενοι τὸν Θεὸν, οὗτος δὲ φησὶ κατ’ ἐξουσίαν λέγει, “ Φιμώθητι καὶ ἔξελθε ἀπ’ αὐτοῦ. κύριος ὡς ἔοικε πάντων y ἐστί· καὶ οὕτως ἐξάκουστον ἐγένετο ἐν πάσῃ τῇ περιχώρῳ τὸ θαῦμα.
Ἡ δὲ πενθερὰ Σίμωνος κατέκειτο πυρέσσουσα· καὶ εὐθέως λέγουσιν αὐτῷ περὶ αὐτῆς. καὶ προσελθὼν ἤγειρεν αὐτὴν, κρατήσας τῆς χειρὸς αὐτῆς· καὶ ἀφῆκεν αὐτὴν ὁ πυρετὸς εὐθέως, καὶ διηκόνει αὐτοῖς.
Μετὰ δὲ ταῦτα “ ἐκ τῆς συναγωγῆς ἐξελθόντες” καὶ τὰ ἑξῆς· ἀνεχώρουν ὡς ἐν σαββάτῳ ἐπὶ ἑστίασιν εἰς τὸν οἶκον τοῦ μαθητοῦ z, καὶ ἡ διακονήσουσα συνείχετο πυρετῷ· καὶ εὐθέως οἱ μαθηταὶ λέγουσιν αὐτῷ περὶ αὐτῆς, ἤδη τῆς δυνάμεως αὐτοῦ πεῖραν ἔχοντες a. καὶ προσελθὼν, χεῖρα ἐκτείνας ὁ Λόγος σωματικὴν, τὴν πυρέσσουσαν ἤγειρεν, δεικνὺς γὰρ τὴν πρὸς τὸ ἴδιον σῶμα ἕνωσιν ἀδιαίρετον, δι’ αὐτοῦ ὡς ἐπὶ πάντας θεοσημείας εἰργάζετο· ἡ δὲ τοῦ πυρετοῦ ἐλευθερωθεῖσα, καὶ τῇ ἐπαφῇ τοῦ θείου σώματος ῥωσθεῖσα, τὴν διακονίαν αὐτοῖς ἀντεδίδου. διδάσκουσα ἡμᾶς, μὴ μάτην παρὰ Θεοῦ τὰς ἰάσεις ἐπιζητεῖν, ἀλλὰ τυχόντας ἰάσεως, ἐξυπηρετεῖσθαι αὐτοῦ τοῖς προστάγμασιν b, καὶ τοῖς ἁγίοις διακονεῖν.
[*](x P.L. y P.L. z τῶν μαθητῶν P.L. a εἰληφότες Poss. b αὐτὸν τοῖς πράγμασι L.)