Catena In Marcum (Recensio ii) (E Codd. Oxon. Bodl. Laud. 33 + Paris. Coislin. 23 + Paris. gr. 178)

Catenae (Novum Testamentum)

Catenae (Novum Testamentum). Catenae Graecorum Patrum in Novum Testamentum, Vol 1. Cramer, John Anthony, editor. Oxford: Oxford University Pres, 1840.

Περὶ τῆς παραβάσεως τῆς ἐντολῶν τοῦ Θεοῦ.

Καὶ συνάγονται πρὸς αὐτὸν οἱ Φαρισαῖοι καί τινες τῶν Γραμματέων ἐλθόντες ἀπὸ Ἱεροσολύμων. καὶ ἰδόντες τινὰς τῶν μαθητῶν αὐτοῦ κοιναῖς χερσὶ, τοῦτ’ ἔστιν ἀνίπτοις, ἐσθίοντας ἄρτους, ἐμέμψαντο.

Βουλόμενος d ὁ Εὐαγγελιστὴς τὴν κατὰ τῶν μαθητῶν κατηγορίαν e εἰπεῖν, ἣν ἐποιοῦντο Γραμματεῖς τε καὶ Φαρισαῖοι προσιόντες τῷ Σωτήρι’, διὰ μέσου ἐδίδαξε, τίς ἦν ἡ τῶν πρεσβυτέρων παράδοσις, καὶ οὕτως ἐπιφέρει κἀκείνην.

Ἔπειτα ἐπερωτῶσιν αὐτὸν οἱ Φαρισαῖοι καὶ οἱ Γραμ- ματεῖς, διατί οἱ μαθηταί σου οὐ περιπατοῦσι κατὰ τὴν παράδοσιν τῶν πεσβυτέρων, ἀλλὰ ἀνίπτοις χερσὶν ἐσθίουσι τὸν ἄρτον Οὐχ ὅτι δὲ μὴ νίπτεσθαι πάντως ἐσπούδαζον οἱ μαθηταί. ἀλλ’ [*](z προσήεσαν Ρ. a εἰγάζετο Ρ. b γινομένων Ρ. c ἐπ’ αὐτῷ Ρ. d βουληθεὶς C. 178. e προσηγορίαν Ρ.)

334
ὅτι τοῦ Κυρίου διδάξαντος αὐτοὺς ἅπαντα ὡς ἔτυχε πράττειν τὰ πρὸς τὴν χρείαν συντελοῦντα τοῦ σώματος, μόνης δὲ ἐπιμελεῖσθαι σφόδρα τῆς ἀρετῆς, θεασάμενοι οἱ Φαρισαῖοι τοῦ νίπτεσθαι οὐ ποιουμένους φροντίδα κατὰ τὸν τοῦ ἐσθίειν καιρὸν, ὥσπερ αὐτοῖς ἔθος ἦν, τοῦτο ἐνεκάλουν. τι οὖν πρὸς τοῦτο ὁ Κύριος;

Ἐπειδὴ ἐνεκάλουν τοῖς μαθηταῖς, οὐκέτι νόμου παράδοσιν f ἀλλὰ παραδόσεως τῶν πρεσβυτέρων, ἐλέγχων αὐτοὺς ἐμβριθέστερον, ὡς ἐν προσχήματι εὐλαβείας τὴν ἀτοπίαν ἐπιτηδεύοντας, ἐπιφέρει καὶ Ἡσαΐου τοῦ προφήτου ῥῆσιν ὡς περὶ αὐτῶν εἰρημένην· ὥσπερ γὰρ ἐκεῖνοι, φησὶ, περὶ ὣν ὁ λόγος, ἄκροις χείλεσι τιμῶντες τὸν Θεὸν, πόρρω αὐτοῦ ταῖς διανοίας ἀπέχουσι· μάτην τὸ εἰς αὐτὸν g σέβας φυλάττειν ἐπαγγελλόμενοι, καὶ προτιμῶντες διδασκαλίας ἀνθρώπων· οὕτω καὶ ὑμεῖς τὰ ὁμοία δρῶντες τὸν τοῦ Θεοῦ παραβαίνετε h νόμον, καὶ τὸν ἐμφανῇ κοσμοῦντες ἄνθρωπον, τὸν ἐντὸς ἄνθρωπον ἀκόσμητον καταλιμπάνετε, καὶ τοῖς τὴν ἀλήθειαν ἀσκοῦσιν ἐγκαλεῖτε, οἱ τὸ σχῆμα μεταδιώκοντες. ἵνα τοίνυν ὡς εὐσέβειαν μὴ φυλάττοντας διελέγξῃ ἐπερειδομένους i τῇ τῶν πρεσβυτέρων παραδόσει, τὴν παρανομίαν προτίθησι τὴν διὰ παραδόσεως τῶν πρεσβυτέρων γενομένην, γράμμα θεῖον ἀντιτιθεὶς ἀγράφῳ παραδόσει ἀνθρώπων.

Καὶ ἔλεγεν αὐτοῖς, καλῶς ἀθετεῖτε τὴν ἐντολὴν τοῦ Θεοῦ, τὴν παράδοσιν ὑμῶν τηρήσητε. Μώσης γὰρ εἶπε, τίμα τὸν πατέρα σου καὶ τὴν μητέρα σου. καὶ ὁ κακολογῶν πατέρα ἢ μητέρα, θανάτῳ τελευτάτω. ὑμεῖς δὲ λέγετε, ἐὰν εἴπῃ ἄνθρωπος τῷ πατρὶ ἢ τῇ μητρὶ, κορβᾶν, ὅ ἐστι δῶρον, ὃ ἐὰν ἐξ ἐμοῦ ὠφεληθῇς.

Εκ δύο νομίμων ἀπαιτεῖ τὴν εἰς γονέας τιμὴν κατὰ βούλησιν Θεοῦ. ἑνὸς μὲν τοῦ κελεύοντος οὕτω ποιεῖν, ἑτέρου δὲ τοῦ τιμωρουμένου τὸν ἐναντίου k ποιοῦντα. οὕτω γὰρ τὸ τῆς ἐντολῆς ἀναγκαιότατον καὶ μέγα δείκνυται. τοιαύτης δὲ οὔσης τῆς νομοθεσίας, καὶ τηλικαύτης ἀπειλῆς ἐπὶ τῇ παραβάσει, ῥᾳδίως φησὶ καὶ προχείρως, ὑμεῖς παραβαίνετε τὸ θεῖον πρόσταγμα ταῖς τῶν διδα- [*](f Sic Ρ. παράβασιν Poss. g ἐμὲ Ρ. h παρακλίνετε C. i ὑπεριδμένους C. 178. k ἐναντίως Ρ.)

335
σκαλῶν ἑπόμενοι παραδόσεσι. ὥστε εἴτις ἐπ’ ἀτιμίᾳ γονέων θυσίαν ὑπόσχοιτο, λέγων Θεῷ ποιήσειν δῶρα καὶ θυσίας, ἃ πατρὶ παρέχειν ὀφείλει, τοῦτο l λέγετε μηκέτι μηδὲ m ἐξεῖναι τιμῆσαι τὸν πατέρα· ὅπερ ἐστὶν ἀκύρωσις τοῦ νόμου διὰ παράδοσιν. δέον ἐπιτιμῆσαι μὲν τῇ θρασύτητι τοῦ νέου, ὡς βδέλυγμα δὲ τὴν τοιαύτην ἀπωθεῖσθαι θυσίαν. οὐ γὰρ χαίρει Θεὸς ἐξ ἀτιμίας γονέων τιμώμενος· δι’ ὧν καὶ τὴν ἐπιτίμησιν τὴν ὑπὸ τοῦ Θεοῦ γεγονυιαν ἐν τοῖς του προφήτου χρόνοις πέρι τῶν τότε ὄντων, οὐδὲν ἧττον ἀληθῆ δείκνυσι καὶ ἐπὶ τούτων τῶν τὰ ἶσα φρονούντων ἐκείνοις.

Καὶ προσκαλεσάμενος πάντα τὸν ὄχλον, ἔλεγεν αὐτοῖς, ἀκούετέ μου πάντες, καὶ συνίετε. οὐδέν ἐστιν ἔξωθεν τοῦ ἀνθρώπου εἰσπορευόμενον εἰς αὐτὸν, ὃ δύναται αὐτὸν κοινῶσαι· ἀλλὰ τὰ ἐκπορευόμενα ἀπ’ αὐτοῦ, ἐκεῖνά ἐστι τὰ κοινοῦντα τὸν ἄνθρωπον.

Εντεῦθεν ὁ καινὸς ἄρχεται νόμος ὁ κατὰ τὸ πνεῦμα, ὁ μηκέτι ζητῶν ἐν σωματικοῖς καθάρσεσι, μηδὲ ἐν βρωμάτων διαφορᾷ, ἀλλ’ ἐν ἀρετῇ πνεύματος. μὴ θαυμάσωμεν δὲ εἰ τοῦ νόμου σωματικὰς ἀκαθαρσίας εἰδότος καὶ ταύτας ἀπαγορεύοντος, ὁ Κύριος δοκεῖ τοὐναντίον εἰσηγεῖσθαι, ὡς οὐδεμιᾶς ἀκαθαρσίας οὔσης σωματικῆς ἐν ἀνθρώπῳ· τὰ μὲν γὰρ τοῦ νόμου πρὸς τὸν ἔξω μᾶλλον ἄνθρωπον ἀφεώρα· τὰ δὲ τοῦ Κυρίου πρὸς τὸν ἔνδον· ἅτε δὴ καὶ παρόντος ἤδη τοῦ καιροῦ ἐν ᾧ πέρας ἔμελλεν ἐπιθήσειν n τοῖς σωματικοῖς ὁ σταυρὸς o, ἵνα ὡς ἤδη σῶμα ἀποθέμενοι, καὶ πνεῦμα γυμνὸν γεγονότες, οὕτω διάγοιεν οἱ πιστεύοντες. τὸν οὖν ἔντος p φησὶν ἄνθρωπον οὐδὲν βλάψει μίασμα σωματικὸν, ἀλλ’ ὅσα ἐκ καρδίας χα- λεπὰ, ταῦτα μιαίνει. ἐπιφέρει δὲ, “ ὁ ἔχων ὦτα ἀκούειν, ἀκουέτω, μὴ σαφῶς εἰρηκὼς τίνα τὰ ἐκπορευόμενα. νοήσαντες δὲ οἱ μαθηταὶ ὡς ἄλλο τι βαθύτερον αἰνίττεται ὁ λόγος, ὅτε εἰσῆλθεν εἰς οἶκον ἀπὸ τοῦ ὄχλου, ἐπηρώτων αὐτὸν περὶ τῆς παραβολῆς. παραβολὴν τὸν ἀσαφῆ λόγον ὀνομάζοντες q.

[*](l τούτῳ ΡΡ. m Sic ΡΡ. μὴ ἐστὶ μὴ δὲ Poss. n Sic PP. ἐπιθεῖναι Poss. ο Χριστὸς C. 178. P ὄντως Ρ. τ. τοίνυν τοιοῦτον C. q ὀνομάσαντες PP.)
336

Ἔσωθεν γὰρ ἐκ τῆς καρδίας τῶν ἀνθρώπων διαλο- γισμοὶ οἱ κακοὶ ἐκπορεύονται, μοιχεῖαι, πορνεῖαι, φόνοι, κλοπαί.

Ὃ δέ φησιν αὐτοῖς, οὐ νοεῖτε ὅτι πᾶν τὸ ἔξωθεν εἰσπορευόμενον εἰς τὸν ἄνθρωπον, καὶ τὰ ἑξῆς, τοῦτ’ ἔστιν. οὐδὲν εἰσιόντων ἀκαθάρτους τοὺς ἀνθρώπους ποιεῖ, κακία δὲ μόνη ἔνδοθεν ἐξιοῦσα, καὶ τὰ ταύτης ἔγγονα πάθη.