Catena In Marcum (Recensio ii) (E Codd. Oxon. Bodl. Laud. 33 + Paris. Coislin. 23 + Paris. gr. 178)
Catenae (Novum Testamentum)
Catenae (Novum Testamentum). Catenae Graecorum Patrum in Novum Testamentum, Vol 1. Cramer, John Anthony, editor. Oxford: Oxford University Pres, 1840.
Περὶ τοῦ ἐν θαλάσσῃ περιπάτου.
Καὶ εὐθέως ἠνάγκασε τοὺς μαθητὰς αὐτοῦ ἐμβῆναι εἰς τὸ πλοῖον, καὶ προάγειν εἰς τὸ πέραν πρὸς Βηθσαϊδὰν, ἕως αὐτὸς ἀπολύσῃ τὸν ὄχλον.
Ἐπὶ τὸ πρότερον ἀπολύσαι τὰ πλήθη ἠνάγκασεν δὲ αὐτοὺς, οὐκ ἀνεχομένους ἀποστῆναι ῥᾳδίως. τοῦτο μὲν διὰ τὴν διάθεσιν, τοῦτο δὲ καὶ ἀποροῦντας ὅπως ἃν ἔλθοι πρὸς αὐτούς· οὐκ εἰδότας ὅτι τούτου μάλιστα ἕνεκεν ὁ Κύριος ἐκέλευσεν αὐτοῖς ἀπελθεῖν, ἵνα καὶ a ἐπὶ τῶν ὑδάτων βαδίζοντα θεασάμενοι, μειζόνως μάθωσι τοῦ παρόντος τὸ μέγεθος. ἀπολύσας b οὖν τοὺς ὄχλους ἐπὶ τὸ εὐλογεῖσθαι προσιόντων, ὡς εἰκὸς, τῶν δὲ καὶ ἐπὶ θεραπείᾳ τινὶ, ἀνῆλθεν εἰς τὸ ὄρος προσεύξασθαι· οἷα ἄνθρωπος εἰκὸς, ὁμοῦ καὶ ἡμᾶς διδάσκων ἔχεσθαι τοῦ ἔργου τῆς προσευχῆς. καὶ βαθυτέρας ἤδη γενομένης τῆς ἑσπέρας, αὐτὸς μὲν ἦν ἐκεῖ μόνος, τὸ δὲ πλοῖον τῶν μαθητῶν μέσον ἤδη τῆς θαλάσσης ἦν, προσωτέρω χωρεῖν ἀπὸ τῶν ἀνέμων ἐναντία πνεόντων κωλυόμενον. συνετέλει δὲ καὶ τοῦτο εἰς μείζονα τοῦ θαύματος ἀπόδειξιν. ὡς c δὲ τῶν ἀνέμων ἐναντία πνεόντων καὶ τῶν κυμάτων κατὰ τοῦ ἀνέμου d ἐγειρομένων, ἔμενεν ἐπὶ τῶν ὑδάτων βαδίζων ὑπ’ οὐδενὸς ἑτέρου κωλυόμενος.
[*](t θαυμάσιον Ρ. u σημεῖα Poss. σημείου P.L. x ὑπὲρ ἄνθρωπον P. y ΡΡ. Om. Poss. z ΡΡ. πῶς Poss. a ΡΡ. δὴ Poss. b ἀπολύσαι Poss. c ὃς Ρ. d τὸν ἄνεμον Ρ.)Καὶ περὶ τετάρτην φυλακὴν τῆς νυκτὸς ἔρχεται πρὸς αὐτοὺς, περιπατῶν ἐπὶ τῆς θαλάσσης, καὶ ἤθελε παρελθεῖν αὐτούς.
Tετάρτην δὲ φυλακὴν λέγει τὴν μετὰ τὴν θ΄ ὥραν, τουτέστι τὴν ί· ἢ τὴν μετ’ ἐκείνην. ἐς τέσσαρας γὰρ φυλακὰς ἡ θεῖα γραφὴ τῆς νυκτὸς τὸν καιρὸν διαιρεῖ, ἑκάστην φυλακὴν τῆς νυκτὸς τὴν τριωρίαν λέγων. Καὶ τάχα πρώτη μὲν φυλακὴ κατὰ τὸν τῆς ἀναγωγῆς λόγον ἀπὸ Ἀδὰμ μέχρι τοῦ κατακλυσμοῦ. δευτέρα δὲ ἀπὸ τοῦ κατακλυσμοῦ μέχρι Μώσεως· τρίτη ἀπὸ Μώσεως μέχρι τῆς παρουσίας· καὶ τετάρτη ἐν ἡ ἐλθὼν τὸ πρωὶ ἐφίσταται τοῖς μαθητευομένοις αὐτῷ ὁ Σωτῆρ’. Cod. 178.
Tέσσαρας ἡ θεία γραφὴ φυλακὰς λέγει τῆς νυκτὸς, εἰς τρεῖς τὰς ὥρας ἑκάστην διαιροῦσα. τετάρτην οὖν λέγει τὴν μετὰ τὴν ἐννάτην ὥραν τὴν δεκάτην ἢ τὴν μετ’ ἐκείνην, ὡς ἂν εἴπωμεν οὕτω καλοῦσα. κατ’ ἐκείνην οὖν φησιν ὤφθη τὴν ὥραν αὐτοῖς ἐπὶ τὴν θάλασσαν βαδίζων καὶ πρὸς αὐτοὺς ἀφικόμενος. τῶν δὲ σφόδρα ἐκπλαγέντων ἐπὶ τῇ θέᾳ, ὡς φάντασμα εἶναι νομίσαι ὑπὸ τοῦ παραδόξου τὸ φαινόμενον, ἀνακραξάντων δὲ ἀπὸ πολλοῦ φόβου, ἐλάλησε πρὸς αὐτοὺς ὁ Κύριος, “ θαρσεῖτε,” εἰπὼν, “ ἐγώ εἰμι· “ μὴ φοβεῖσθε.”
Οἱ δὲ ἰδόντες αὐτὸν περιπατοῦντα ἐπὶ τῆς θαλάσσης, ἔδοξαν φάντασμα εἶναι καὶ ἀνέκραξαν.
Ἐλύθη μὲν οὖν αὐτοῖς ὁ ἀγὼν ἀπὸ τῆς φωνῆς· τὸ δὲ παράδοξον τοῦ φαινομένου ἀμφιβάλλειν ἔτι παρεσκεύαζεν αὐτοὺς, ὡς τὸν Πέτρον, τοῦτο μὲν ἐπὶ τῷ μαθεῖν ἀκριβῶς, ὅτι μὴ φαντασία τὸ φαινόμενον, τοῦτο δὲ καὶ μετασχεῖν τῶν αὐτῶν ἀπὸ πολλῆς ἐπιθυμήσαντα τῆς θερμότητος, εἰπεῖν πρὸς τὸν Ἰησοῦν “ Κύριε εἰ “ σὺ εἶ, κέλευσόν μοι ἐλθεῖν πρός σε ἐπὶ τὰ ὕδατα.” προσέταξεν αὐτῷ τοῦτο ποιῆσαι. καὶ κατελθὼν ὁ Πέτρος ἀπὸ τοῦ πλοίου, πρότερον μὲν ἐβάδισεν a ἐπὶ τῶν ὑδάτων ἀσφαλῶς· διδάξαι δὲ αὐτὸν ὁ Κύριος βουληθεὶς, ὅτι ἀληθῶς τῇ αὐτοῦ δυνάμει τοῦτο ἐδύνατο b, καὶ μᾶλλον ἐχρῆν ἄνευ τῆς πείρας πιστεῦσαι, συνεχώρησεν αὐτῷ βραχύ τι καὶ κατενεχθῆναι ἐπὶ τῶν ὑδάτων· εἶτα ἐν [*](z Sic Ρ. διαιροῦσαν Poss. a ἐβάδιζεν Ρ. b δεδύνηται Ρ.)
Καὶ διαπεράσαντες ἦλθον ἐπὶ τὴν γῆν Γεννησαρὲτ, καὶ προσωρμίσθησαν. καὶ ἐξελθόντων αὐτῶν ἐκ τοῦ [*](P ἠσμένιζον Ρ. q ποιῶν Ρ. r ἐπιδείκνυται P. s ἐνάγειν Ρ. t οὐχ ἡ Ρ. υ Sic Ρ. ἄνεμον ἐδυνάσατο ἄν. ὅτι οὐδὲν ἐκεῖνος π. Poss. x τοῦ πλοίου Ρ. y μὲν οὖν ὁ θεὸς om.) Ρ.)
Ὄθεν δεικνὺς ὁ Εὐαγγελιστὴς ὅτι διὰ πολλοῦ χρόνου ἐπέβη, φησὶν, ὅτι ἐπιγνόντες οἱ ἄνδρες τοῦ τόπου, περιδραμόντες ὅλην τὴν περίχωρον ἐκείνην, ἤρξαντο ἐπὶ τοῖς κραββάτοις τοὺς κακῶς ἔχοντας φέρειν. οὐδὲ γὰρ ὁμοίως ὡς πρότερον προσίεσαν εἰς τὰς οἰκίας ἕλκοντες αὐτὸν καὶ χειρὸς ἁφὴν ἐπιζητοῦντες, καὶ προστάγματα διὰ ῥημάτων, ἀλλ’ ὑψηλότερον πολλῷ καὶ φιλοσοφώτερον, καὶ μετὰ πλείονος τῆς πίστεως εἵποντο τῆς θεραπείας. ἡ γὰρ αἱμορροοῦσα πάντας ἐδίδαξε φιλοσοφεῖν. ἀλλ’ ὅμως ὁ χρόνος οὐ μόνον οὐκ ἐξέλυσε τὴν πίστιν, ἀλλὰ καὶ μείζονα εἰργάσατο a καὶ ἀκμάζουσαν διετήρησεν. οὐκ ἀπεικὸς δὲ ἦν καὶ τοῦ χρόνου προβαίνοντος καὶ τῆς φήμης ὑπὸ τῶν γενομένων b αὐξανομένης, μείζονα τὴν περὶ αὐτοῦ c πίστιν τοῖς ἀνθρώποις ἐγγίνεσθαι.