Περὶ τῆς Φοινικίσσης.
Καὶ ἐκεῖθεν ἀναστὰς, ἀπῆλθεν εἰς τὰ μεθόρια Τύρου καὶ Σιδῶνος. καὶ εἰσελθὼν εἰς τὴν οἰκίαν, οὐδένα ἤθελε γνῶναι, καὶ οὐκ ἠδυνήθη λαθεῖν. ἀκούσασα γὰρ γυνὴ περὶ αὐτοῦ, ἧς εἶχε τὸ θυγάτριον πνεῦμα ἀκάθαρτον, ἐλθοῦσα προσέπεσε πρὸς τοὺς πόδας αὐτοῦ.
Μεταβάντος τοῦ Κυρίου εἰς τοὺς τῶν Χαναναίων τόπους ἐκεῖ r γὰρ ἥτε Τύρος καὶ Σιδῶν ἐτύγχανεν οὖσα) γυνή τις τῶν ἐγχωρίων ἀλλόφυλος, θυγατρὸς οὔσης αὐτῇ χαλεπῶς ὑπὸ δαίμονος ἐνοχλουμένης, μαθοῦσα τοῖς τόποις ἐπιδεδημηκέναι τὸν Κύριον, προσῆλθέν τε αὐτῷ τῆς θυγατρὸς αἰτοῦτα τὴν ἴασιν, καὶ μετὰ κραυγῆς ἐβόα λέγουσα· τί δὲ ἐβόα; ἐκεῖνα πάντως ἅπερ ὁ Ματθαῖός φησιν. ὁ δέ γε Κύριος τήν τε πίστιν ἰδὼν s τῆς γυναικὸς, καὶ ἐπειδήπερ ἀλλόφυλος ἦν “ Ἑλληνὶς Συροφοινίκισσα τῷ γένει,” ἀνεβάλλετο τῶι δοκεῖν τὴν θεραπείαν· ὁμοῦ μὲν Ἰουδαίοις ἐνδεικνύμενος τὸ μὴ ἐπίσης αὐτοῖς τε καὶ τοῖς ἀλλοτρίοις τὴν θεραπείαν χαρίζεσθαι, ὁμοῦ δὲ καὶ τῆς γυναικὸς ἅπασι καταφανῆ τὴν πίστιν ἐργαζόμενος, ἐπὶ τὸ μειζόνως ἐκ παραλλήλου φανῆναι τῶν Ἰουδαίων τὴν ἀπιστίαν. εἶπε δὲ αὐτῇ ὁ Κύριος τὸ, “ ἄφες πρῶτον χορτασθῆναι “ τὰ τέκνα. ἐπειδὴ οὔπω τῆς εἰς ἀλλοφύλους εὐεργεσίας πάρεστιν ὁ καιρὸς, διὰ τὸ μήπω τὸν Ἰσραὴλ τελείαν ἐξεργάσασθαι τὴν τοῦ ἀγαθοῦ παραίτησιν. ἦλθεν οὖν οὐχ ὡς πρὸς οἰκείους, ἀλλ’ οἷς μηδέν ἐστι κοινὸν πρὸς τοὺς πατέρας, πρὸς οὓς ἡ ἐπαγγελία [*](r ἐκείνων ΡΡ. s εἰδὼς Ρ. t τὸ Ρ.)
337
γεγένηται. οὐ τοίνυν οὐδὲ ἐπιφανῆ τὴν παρουσίαν Τυρίοις καὶ Σιδωνίοις πεποίηται. τοὐναντίον δὲ καὶ λανθάνειν ἐπείγεται, ἵνα μὴ δόξῃ πρὸ καιροῦ ἐπιχωριάζειν τοῖς ἔθνεσι, καὶ τούτους προσκαλεῖσθαι εἰς πίστιν διὰ τῆς εἰς αὐτοὺς εὐεργεσίας τε καὶ δυνάμεως. τοῦτο γὰρ καιρὸν εἶχε μετὰ τὸν σταυρὸν καὶ τὴν ἀποβολὴν, ὡς εἴρηται, τοῦ Ἰσραήλ. οὐ μὴν ἠδυνήθη λαθεῖν, τοῦτ’ ἔστιν, οὐ μὴν εὔλογον ἦν τούτους τελείως λαθεῖν νικῶντας τῇ πίστει τὸν Ἰσραήλ. ἵνα καὶ γνῶσιν οἱ μαθηταὶ, ὅτι καὶ τοῖς ἔθνεσι θύραν ἀνέῳξε τῆς σωτηρίας. ἀναβάλλεται δὲ τέως τούτους ἑκὼν δι’ οἰκονομίαν. προειδὼς γοῦν ὅτι γνωσθήσεται, καὶ δίδωσι χώραν τῇ μελλούσῃ προσιέναι καὶ μεταδιώκειν τὴν ἴασιν. εἴασε δὲ αὐτὴν καὶ προσκυνῆσαι, μηδὲ προνοίας ἐκτὸς γίνεσθαι συγχωρῶν· πρὸς τοῦτο τραχέως ἄγαν ἀποκρινομένου, τοσοῦτον ἀπέσχε τοῦ βαρέως ἐνεγκεῖν, ὥστε καὶ ἀπεκρίνατο u φωνὴν, ἣ πολλὴν μὲν πίστιν πολλὴν δὲ εὐλάβειαν ἐδείκνυ καὶ σύνεσιν. τὸ μὲν γὰρ ἑλέσθαι καὶ ἐν κυνὸς τάξει καταλογισθῆναι τῷ Κυρίῳ, εὐλαβείας ἦν· τὸ δὲ οἰηθῆναι ὅτι καὶ τὸ βραχύτατον αὐτοῦ τῆς δυνάμεως τοῦτο γὰρ ψιχία ὀνομάζει) ἱκανὸν τῆς θυγατρὸς αὐτῆς παρασχεῖν τὴν ἴασιν, πίστεως ὑπερβαλλούσης· τὸ δὲ ἀπὸ τῆς λοιδορίας ἁρπάσαι τὴν οἰκείωσιν καὶ ποιήσασθαι ἀπόκρισιν οὕτω θαυμαστὴν, συνέσεως εἶχε γνώρισμα. τι γάρ φησιν; ὅτι χάριν ἔχω καὶ ἐν κυνὸς εἶναί σοι τάξει. τέως γὰρ οὐκ ἀλλοτρία, ἀλλὰ τῆς οἰκείας ἀπὸ τῆς τραπέζης ἐσθίουσα τῆς δεσποτικῆς, εἰ καὶ μὴ τοῦ ἄρτου, ἀλλὰ τῶν γοῦν ψιχίων. τοσοῦτος δεσπότου x τῆς τραπέζης ὁ πλοῦτος, ὥστε ἀρκεῖν μοι καὶ ψίχιον y πρὸς ἀπόλαυσιν τῶν σπουδαζομένων. τέκνα οὖν τοὺς Ἰουδαίους φησὶ, κυνάρια δὲ τοὺς ἐθνικοὺς, ἄρτον τὰς τῶν θαυμάτων εὐεργεσίας, ψῖχας (sic) δὲ τὸ βραχύτατον τῆς δυνάμεως αὐτοῦ. ἔδωκεν a οὖν αὐτῇ τὸν λόγον, οὐχ ὡς ἐλλειποῦς ἐσομένης τῆς δυνάμεως, εἰ καὶ ἐκείνην εὐεργετήσειεν ἀνελλειπὴς γὰρ ἡ δύναμις πᾶσιν ἐξαρκοῦσα τοῖς δεομένοις) ἀλλ’ ὡς διῃρημένων τε Ἐβραίων τε καὶ ἐθνῶν, καὶ κοινωνίαν οὐκ ἐχόντων. ὅθεν ἐκβολὴν ἐργάζεσθαι b πάντως ἐκείνων τὴν τούτων ἀποδοχὴν πρου-
[*](u ἐπεκύρωσεν αὐτοῦ τ. φ. καὶ μετὰ συνέσεως εὐλόγως τὴν ἴασιν μήσατο. C. 178. δέ σου P. y ψιχία P. z Haec Cod. 178 a δίδωσιν PP. b Sic Ρ. ἡγήσασθαι Poss.) 338
δείκνυσιν. ἕως οὖν οὔπω χεῖρας ἐπιβεβλήκεισαν αὐτῷ, τὴν πρὸς ἐκείνους εὐμένειαν ἐφύλαττε, καὶ οὐ μετετίθει τὴν χάριν εἰς τοὺς ἐκτός. κύνας ὀνομάζων τοὺς ἐξ ἐθνῶν, ὅπερ ὕστερον εἰς τὸν Ἰσραὴλ περιέστη, ἡνίκα καὶ τῆς θείας ἐστερήθη τροφῆς, κατὰ τὸ λεγόμενον ἐν ψαλμοῖς, “ ἐπεστρέψουσιν εἰς ἑσπέραν, καὶ λιμώξουσιν ὡς “ κύων.” οὐ χαλεπῶς δὲ οὐδὲ αὕτη, καθ’ ἃ εἴρηται, ἤνεγκε τὴν προσηγορίαν. ἀλλὰ καὶ ἐν τῇ αὐτῇ c τάξει ζητεῖ τὴν εὐεργεσίαν, μέρος τι μετασχεῖν τῆς ἐν τῷ Ἰσραὴλ πλουσίας δωρεᾶς. δεχομένη ὥσπερ οἱ κύνες τῶν ψιχίων μετασχόντες a, ἅπερ ἐκ τῶν χειρῶν τῶν παίδων καταφέρεται. τότε εἶπεν αὐτῇ, “ διὰ τοῦτον τὸν “ λόγον ὕπαγε·” ὁ μὲν οὖν Ματθαῖος τὸ τῆς πίστεως ἐσημήνατο, εἰπὼν, “ ὦ γύναι, μεγάλη σου ἡ πίστις, γενηθήτω σοὶ, ὡς θέλεις·” ὁ δὲ Μάρκος τοῦ λόγου τὴν ἀρετὴν, εἰπὼν, “ διὰ τοῦτον τὸν λόγον, “ ὕπαγε, ἐξελήλυθε τὸ δαιμόνιον ἐκ τῆς θυγατρός σου.”