Catena In Marcum (Recensio ii) (E Codd. Oxon. Bodl. Laud. 33 + Paris. Coislin. 23 + Paris. gr. 178)
Catenae (Novum Testamentum)
Catenae (Novum Testamentum). Catenae Graecorum Patrum in Novum Testamentum, Vol 1. Cramer, John Anthony, editor. Oxford: Oxford University Pres, 1840.
Περὶ τῶν ε ἄρτων καὶ τῶν β ἰχθύων.
Καὶ ἐξελθὼν εἶδεν ὁ Ἰησοῦς πολὺν ὄχλον, καὶ ἐσπλαγχνίσθη ἐπ’ αὐτοῖς, ὅτι ἦσαν ὡς πρόβατα μὴ ἔχοντα ποιμένα· καὶ ἤρξατο διδάσκειν αὐτοὺς πολλά. καὶ ἤδη ὥρας πολλῆς γενομένης, προσελθόντες αὐτῷ οἱ [*](i Hæc om. Poss. add. Codd. ΡΡ. k πάντα Ρ. l κ. ὀρκ. add. Cod. Ρ.)
Ελθόντων τῶν Ἀποστόλων πρὸς τὸν Ἰησοῦν, καὶ ἀπαγγειλάντων αὐτῷ ὅσα τῇ αὐτοῦ δυνάμει καὶ τῇ ἐνεργείᾳ τοῦ Ἁγίου Πνεύματος ἐποίησαν ἣ καὶ ἐδίδαξαν, καλεῖ αὐτοὺς κατ’ ἰδίαν εἰς ἔρημον τόπον πρὸς τὸ ἀναπαύσασθαι αὐτοὺς κεκμηκότας ἤδη· τοσοῦτοι γὰρ ἤδη οἱ βιάζοντες αὐτοὺς διὰ τὰς ἐπιγινομένας αὐτοῖς ἰάσεις, ὥστε οὐδὲ φαγεῖν εὐκαίρως. λαβόντος τοίνυν αὐτοὺς τοῦ Ἰησοῦ ἐν πλοίῳ μεθ’ ἑαυτοῦ πρὸς τὸ ὑποχωρῆσαι μικρόν τι κατ’ ἰδίαν εἰς ἔρημον τόπον ἵνα ἡσυχάσωσιν m, εἵπετο αὐτῷ πλῆθος, ὡς εἰκὸς, πολὺ, ἕνεκα n τῶν θαυμάτων μάλιστα, καὶ τῶν λόγων, ἁπάντων o μὲν καταλιμπάνειν τὰ οἰκεῖα, ἕπεσθαι δὲ αὐτῷ παρασκευαζόντων. θεασάμενος οὖν αὐτοὺς ἀπὸ τῆς ὁδοιπορίας κεκμηκότας, ὡς ἃν εἰ πρόβατα ποιμένα μὴ ἔχοντα· τοιοῦτοι γὰρ δὴ καὶ οὗτοι ἦσαν, τὸ μηδένα τότε ἔχειν τὰ ὠφέλιμα τῆς ψυχῆς διδάσκειν αὐτοὺς δυνάμενος· διὰ τοῦτο μάλιστα τῷ Κυρίῳ κατακολουθεῖν ἀναγκαζόμενοι, ὡς ἃν μόνον πρὸς τὸ κρεῖττον οἵῳ τε ὄντι ἄγειν αὐτούς· ᾤκτειρέ τε αὐτοὺς ἡσθεὶς αὐτῶν τὴν σπουδὴν, καὶ ἐδίδασκεν, τράπεζαν αὐτοῖς προτιθεὶς πνευματικὴν καὶ ἀναφαίρετον πανδαισίαν. καὶ ἤδη ὥρας πολλῆς γενομένης, ἀπολυθῆναι τὸν ὄχλον ᾔτουν οἱ μαθηταὶ, καὶ μάλιστα διὰ τὴν ἐρημίαν τοῦ τόπου, καὶ τὴν τῶν ἐπιτηδείων σπάνιν. τι γὰρ φάγωσιν οὐκ ἔχουσιν, ἔλεγον. ὁ δὲ πλούσιος καὶ φιλάνθρωπος, καὶ σωματικὴν αὐτοῖς παρατιθέναι τράπεζαν τοῖς μαθηταῖς παρεκελεύετο, μονονουχὶ λέγων, ὅτι ἐγὼ πάρειμι ὁ πολλὴν πᾶσιν παρέχων τὴν ἀφθονίαν. οἱ δὲ μὴ συνιέντες, ἀλλὰ καὶ διαπορηθέντες, ὥσπερ πρόσταγμά τι ἀμήχανον ἤκουον, “ πόσους ἄρτους ἔχετε ” καὶ πολυπραγμονήσαντες λέγουσι, “ πέντε, καὶ δύο ἰχθύας.”
Καὶ λαβὼν τοὺς πέντε ἄρτους καὶ τοὺς δύο ἰχθύας, ἀναβλέψας εἰς τὸν οὐρανὸν, εὐλόγησε· καὶ κατέκλασε τοὺς ἄρτους, καὶ ἐδίδου τοῖς μαθηταῖς αὑτοῦ, ἵνα παραθῶσιν αὐτοῖς· καὶ τοὺς δύο ἰχθύας ἐμέρισε πᾶσι.
[*](m Hæc hab. Cod. 178. n ἕνεκα om. Ρ. ο ἅπαντες Codd.)Εἰκότως νῦν μάλιστα ἀναβλέψας εἰς τὸν οὐρανὸν ἔδειξεν ὅτι τῷ Πατρὶ τὸ γινόμενον ἀνατίθεται. ἐπειδὴ γὰρ κατὰ τὴν ἔρημον τοῦ Θεοῦ τὸ μάννα παρέχοντος αὐτοῖς, οἱ Ἰσραηλῖται ἐτόλμησαν εἰπεῖν πρὸς αὐτὸν, μὴ καὶ ἄρτον δύναται δοῦναι; ἵνα μὴ δόξῃ ἐπὶ τοῦτο χωρεῖν αὐτὸς, ὡς ἂν μείζονα τοῦ Θεοῦ ποιῶν ἑαυτὸν, σφόδρα τῶν Ἰουδαίων πολλὰς κατ’ αὐτοῦ πλέκειν ἀφορμὰς ἐπιχειρούντων, πρὸ τοῦ ποιῆσαι, ἐπὶ τὸν Πατέρα ἀνήνεγκε τὸ γινόμενον.
Καὶ ἔφαγον πάντες, καὶ ἐχορτάσθησαν· καὶ ἦραν κλασμάτων δώδεκα κοφίνους πλήρεις, καὶ ἀπὸ τῶν ἰχθύων. καὶ ἦσαν οἱ φαγόντες τοὺς ἄρτους πεντακισχίλιοι ἄνδρες.
Εκορέσθησαν μὲν οὖν ἅπαντες, καίτοιγε πεντακισχίλιοι ἄνδρες, χωρὶς γυναικῶν τε καὶ παιδίων. τοσαύτην δὲ γενέσθαι κλασμάτων περισσείαν παρεσκεύασεν, ὡς δώδεκα πληρωθῆναι κοφίνους ἐπὶ τῷ o ἕκαστον ἐπ’ ὤμων ἀράμενον, μείζονα λαβεῖν τοῦ γινομένου τὴν αἴσθησιν. ὅτι γὰρ καὶ οὕτως ἀμφίβολον ἔτι περὶ τοῦ γενομένου οἱ μαθηταὶ εἶχον διὰ τὸ ἄγαν παράδοξον, δῆλοι ὁ παρὼν Εὐαγγελιστὴς σαφῶς εἰπὼν, “ οὐ γὰρ συνῆκαν ἐπὶ τοῖς ἄρτοις· ἦν “ γὰρ αὐτῶν ἡ καρδία πεπωρωμένη.” καὶ δι’ ἕτερον δὲ τὴν περισσείαν ᾠκονόμησε γενέσθαι, ὥστε φανῆναι περιουσίαν P ἐνεργούσης ταῦτα δυνάμεως, οὐ διὰ τὴν ἑτέρων χρείαν τὸ δύνασθαι λαμβά- νοντα, οἷον Μώσης ἐδίδου τὸ μάννα, ἀλλὰ κατὰ τὴν χρείαν μόνον. ἄχρηστον γὰρ αὐτοῖς συλλεγὲν τὸ πλέον ἐγένετο q. ἐπελάβοντό τε τῆς γῆς τὸν καρπὸν r, καὶ τὸ μάννα κατεφόρετο οὐκέτι. ὁμοίως Ηλίας ἐπὶ τῆς χήρας οὐ πλεονάζειν τότε ἄλευρον ἐποίησε· καὶ μὴν s καὶ τὸ ἔλαιον. ὡς δὲ ὑετὸς ἐγένετο, καὶ ἐπαύσατο ἡ δόσις. ἵνα οὖν φανῇ τὸ διάφορον, πολλὴν περιουσίαν ἐποιήσατο, ὥστε καὶ κορεσθέντας τῶν παραλειφθέντων θαυμάζειν τὸ πλῆθος. θαύμα- [*](ο τὸ Ρ. P περιουσία ἐνεργούσης om.) Ρ. Εἶτα κορεσθέντων αὐτῶν τοσαύτη περίσσεια γέγονε κλασμάτων, ὥστε δώδεκα πληρωθῆναι κοφίνους κλασμάτων, ἵνα ἕκαστος τῶν ιβ μαθητῶν ἐπὶ τὸν ὦμον κόφινον ἀράμενος μείζονα λάβη τοῦ γινομένου τὴν αἴσθησιν, ἤτοι ὥστε φανῆναι περιουσία ἀπερουσία ταῦτα δυνάμενον ποιεῖν. Cod. 178. q ἐγίνετο Ρ. r om. Ρ. τῶν καρπῶν Cod. 178. s μὴν Ρ. μὴ Poss.)