Catena In Marcum (Recensio ii) (E Codd. Oxon. Bodl. Laud. 33 + Paris. Coislin. 23 + Paris. gr. 178)

Catenae (Novum Testamentum)

Catenae (Novum Testamentum). Catenae Graecorum Patrum in Novum Testamentum, Vol 1. Cramer, John Anthony, editor. Oxford: Oxford University Pres, 1840.

Περὶ Ἰωάννου καὶ Ἡρώδου e.

Καὶ ἤκουσεν ὁ βασιλεὺς Ἡρώδης· φανερὸν γὰρ ἐγένετο τὸ ὄνομα αὐτοῦ. καὶ ἔλεγεν, ὅτι ὁ Ἰωάννης ὁ βαπτίζων ἐκ νεκρῶν ἠγέρθη, καὶ διὰ τοῦτο ἐνεργοῦσιν αἱ δυνάμεις ἐν αὐτῷ.

Οὗτος ὁ Ἡρώδης υἱὸς ἦν Ἡρώδου τοῦ πρώτου, ἐφ’ οὗ καὶ εἰς Αἴγυπτον Ἰωσὴφ ἀπήγαγεν τὸν Ἰησοῦν, καὶ τὴν μητέρα αὐτοῦ, χρηματισθεὶς ὑπ’ Ἀγγέλου. τετράρχην δὲ τοῦτον ὁ τε Ματθαῖος καὶ ὁ Λουκᾶς ὀνομάζει, ὡς τοῦ τετάρτου μέρους τῆς ἀρχῆς τοῦ πατρὸς ἄρχοντα· οἱ γὰρ Ῥωμαῖοι διεῖλον ταύτην εἰς μέρη τ’· τἄρα, καὶ t μετὰ τὸν τοῦ πρώτου θάνατον ἐπιτρέψαντες τῷ υἱῷ ἄρχειν τοῦ τετάρτου. ὁ δὲ Μάρκος καὶ ἕτεροι δέ τινες ἀδιαφόρως καὶ βασιλέα καλοῦσιν, εἴτε ἀπὸ τῆς τοῦ πατρὸς συνηθείας, εἴτε καὶ ἀδεέστερον ἔτι τῇ φωνῇ κεχρημένοι. ταῦτα δὲ σαφέστερον [*](a οὗτος Cod. 178. b ὃ ΡΡ. sc. duo Parisienses. c ἔλεος P. d Sic ΡΡ. πάντῃ Poss. e Sic in tab. Capit. sed in ipso Cap. inscr. Π. Ἰω. τοῦ προδρόμου. f καὶ om. P.)

325
ἱστορεῖ Ἰώσηπος. ἀκούων τανῦν τοῦ Κυρίου τὰ θαύματα, καὶ σφόδρα γε εἰδὼς ὅτι δίκαιον ὄντα μάτην ἀνεῖλε τὸν Ἰωάννην, ὑπέλαβεν αὐτὸν ἐγεγερμένον ἐκ τῶν νεκρῶν ταῦτα ποιεῖν. ὡς δὲ ὁ Λουκᾶς φησι, καὶ ἑτέρων ταῦτα ὑπολαμβανόντων ἀκούων g, μειζόωνς διαπορεῖν ἠναγκάζετο, ὡς καὶ ἰδεῖν αὐτὸν ἐθελῆσαι, ἐπὶ τὸ γνῶναι, εἴπερ οὗτος ἐκεῖνός ἐστιν h.

Ἄλλοι δὲ ἔλεγον ὅτι Ἡλίας ἐστίν· ἄλλοι δὲ ἔλεγον ὅτι προφήτης ἐστιν, ἢ ὡς εἷς τῶν προφητῶν.

Tαῦτα δὲ οἱ Ἀπόστολοι ἐρωτηθέντες ὑπ’ αὐτοῦ τὸ “ τίνα με λέ- “ γοῦσιν οἱ ἄνθρωποι τὸν υἱὸν τοῦ ἀνθρώπου;” ἀπεκρίναντο φάσκοντες, “ ὅτι οἱ μὲν Ἰωάννην τὸ βαπτιστὴν, ἕτεροι δὲ Ἠλίαν, ἄλλοι δὲ “ Ἱερεμίαν, ἥ τινα ἕτερον τῶν προφητῶν.” πᾶσαι γὰρ ἦσαν ἀνθρώπιναι περὶ αὐτοῦ αἱ τότε παρὰ τοῖς ἀνθρώποις ὑπολήψεις. καὶ οἷαν ἄν τις ἐδέξατο περὶ ἀνδρὸς μεγίστου καὶ θαυμαστοῦ τῶν βίον ὄντος· ὁ δὲ Μάρκος λέγων, ὥς τινές φασιν, ὅτι ὁ προφήτης ἐστιν ὡς εἷς τῶν προφητῶν, αἰνίττεσθαί μοι δοκεῖ λέγειν ἐκείνους περὶ οὗ φησιν ὁ Μώσης, ὅτι “ προφήτην ὑμῖν ἀναστήσει Κύριος ὁ “ Θεὸς ὑμῶν ὡς ἐμέ.” ἴσως γὰρ φανερῶς λέγειν ἐφοβοῦντο ὅτι δὴ ὁ Χριστός ἐστι· καὶ τῇ τοῦ Μώσεως ἐκέχρηντο φωνῇ τὴν ὑπόληψιν ἑαυτοὶς i συσκιάζοντες διὰ τὸν φόβον τῶν ἡγουμένων.

Ἀκούσας δὲ ὁ Ἡρώδης εἶπεν, Ὅτι ὃν ἐγὼ ἀπεκεφάλισα Ἰωάννην, οὗτός ἐστιν· αὐτὸς ἠγέρθη ἐκ νεκρῶν. αὐτὸς γὰρ ὁ Ἡρώδης ἀποστείλας ἐκράτησε τὸν Ἰωάννην, καὶ ἔδησεν αὐτὸν ἐν τῇ φυλακῆ, διὰ Ἡρωδιάδα τὴν γυναῖκα Φιλίππου τοῦ ἀδελφοῦ αὐτοῦ, ὅτι αὐτὴν ἐγάμησεν.

Tὸν τρόπον ἐν ᾧπερ αὐτὸν ἀνεῖλε καὶ τὴν αἰτίαν ἐφ’ ᾗ, διηγεῖται ὁ Εὐαγγελιστὴς, οὐχ ὡς τότε γενόμενον τὸ πρᾶγμα λέγων, ἀλλὰ τῆς οἰκείας διηγήσεως παρένθεσιν αὐτὸ ποιούμενος. ἔφη γὰρ τὸν Ἡρώδην ταῦτα ἀκούοντα περὶ τοῦ Κυρίου, οἴεσθαι τὸν Ἰωάννην ἐγηγέρθαι ὡς ἀνῃρημένος. ἡ μὲν οὖν αἰτία τοῦ φόνου, ὅτι [*](g ἀκούειν Poss. h ἐστιν add. Cod. 178. i αὐτῶν Cod, 178.)

326
τοῦ Ἡρώδου τὴν γυναῖκα ἰδίου ἀδελφοῦ Φιλίππου ἀφελομένου ζῶντος ἔτι, καὶ θυγατέρα ἔχοντος ἐξ αὐτῆς, συνοικοῦντός τε αὐτῇ, οὐκ ἐνεγκὼν τὸ μύσος ὁ Ἰωάννης, ἤλεγχεν αὐτὸν ἐπὶ τῇ παρανομίᾳ· ὁ δὲ τὸν μὲν ἔλεγχον οὐ φέρων i, δεδιὼς δὲ τὸν ὄχλον, ὅτι μεγίστην εἶχον περὶ Ἰωάννου τὴν δόξαν, ἀνελεῖν μὲν αὐτὸν οὐκ ἐτόλμησε, καίτοιγε σφόδρα βουλόμενος διὰ Ἡρωδιάδα. ᾔδει δὲ αὐτὸν καὶ ἄνδρα δίκαιον καὶ ἅγιον, καὶ πολλὰ κατὰ γνώμην αὐτοῦ διεπράττετο· ἐγκαθείρξας δὲ αὐτὸν τῷ δεσμωτηρίῳ φυλάττεσθαι ἐκέλευσεν. ἐπετέλει δὲ ὁ Ἡρώδης τὰ οἰκεῖα γενέσια κατὰ πολλῇς τῆς λαμπρότητος. ἐν δὲ τῷ συμποσίῳ ὠρχήσατο μὲν ἡ τῆς Ἡρωδιάδος θυγάτηρ. ἡσθεὶς δὲ ὁ Ἡρώδης, ὤμοσεν αὐτῇ δοῦναι ὅπερ ἃν αἰτίσαιτο παρ’ αὐτοῦ. τῆς δὲ τὴν κεφαλὴν Ἰωάννου αἰτησαμένης, τοῦτο γὰρ αὐτὴν ἡ μήτηρ ἐδίδαξεν· ἐπλήρου μὲν τὴν οἰκεῖαν ὑπόσχεσιν ὁ Ἡρώδης, πρόσχημα δὲ τῶν παρόντων ἕνεκεν τοῦ ὅρκου τὴν ἀνάγκην ἐποιήσατο· λυπηθεὶς δῆθεν καὶ αὐτὸς ἐπὶ τῷ γεγονότι. διδασκόμεθα δὲ ἐντεῦθεν ὡς μοιχεία καἰ ὄρχησις καὶ ὅρκος l, τοῦ βαπτιστοῦ ἀφεῖλον τὴν κεφαλὴν, καὶ παραιτητέα γε ταῦτα τοῖς εὑ φρονοῦσιν· εἰ καὶ διὰ μηδὲν ἄλλο, ἀλλ’ οὖν γε, ἵνα μὴ τοῖς αἰτίοις τοῦ φόνου ἐνεχώμεθα τοῦ προδρόμου.

Καὶ ἀκούσαντες οἱ μαθηταὶ αὐτοῦ ἦλθον καὶ ἦραν τὸ πτῶμα αὐτοῦ, καὶ ἔθηκαν αὐτὸ ἐν τῷ σημείῳ.

Tαῦτα λέγει ἵνα δείξῃ καὶ τὴν ἐκείνων εὔνοιαν, ἣν ἔμειναν καὶ μετὰ θάνατον ἔχοντες περὶ τὸν οἰκεῖον διδάσκαλον· ἐπισυνάπτει δὲ τούτοις,