Catena In Marcum (Recensio ii) (E Codd. Oxon. Bodl. Laud. 33 + Paris. Coislin. 23 + Paris. gr. 178)

Catenae (Novum Testamentum)

Catenae (Novum Testamentum). Catenae Graecorum Patrum in Novum Testamentum, Vol 1. Cramer, John Anthony, editor. Oxford: Oxford University Pres, 1840.

Περὶ τῆς τῶν Ἀποστόλων διαταγῆς.

Καὶ προσκαλεῖται τοὺς δώδεκα, καὶ ἤρξατο αὐτοὺς ἀποστέλλειν δύο δύο, καὶ ἐδίδου αὐτοῖς ἐξουσίαν τῶν πνευμάτων τῶν ἀκαθάρτων.

Προσκαλεῖται δὲ τοὺς δώδεκα μαθητὰς αὐτοῦ, καὶ ἀπέστειλεν αὐτοὺς δύο δύο, δεδωκὼς αὐτοῖς καὶ δύναμιν τοῦ παντοῖα θαύματα ἐπιτελεῖν· ὥστε ἐκπεριέναι μετὰ τὴν Ἰουδαίαν κηρύττοντας τῆς εὐσεβείας τὰ δόγματα, χαρίζεσθαι δὲ καὶ τὴν τῶν σωμάτων θεραπείαν τοῖς δεομένοις· ἐξ ὧν ἐκουφίζετο τοῦ καμάτου τὰ πλήθη, οὐκέτι φοιτᾷν πάντων ἀναγκαζομένων παρ’ αὐτὸν, τῷ τοὺς μαθητὸς ἀποσταλέντας s παρὰ τοῦ Χριστοῦ αὐτοὺς ἁπανταχόσε παραγίνεσθαι. σαφῶς δὲ τὸν ἀριθμὸν λέγει τῶν προχειρισθέντων· ὁ δὲ Ματθαῖος καὶ οἵτινες ἦσαν προστίθησι, καὶ τὸν τρόπον δέ φησιν, ὅτι ἀνὰ δύο ἀπεστάλησαν. τοῦτο γὰρ ὁ μὲν Μάρκος σαφῶς τίθησιν· ὁ δὲ Ματθαῖος τῷ λέγειν ὃς δὲ καὶ ὃς δὲ, ἀλλὰ μὴν καὶ τὴν τάξιν αὐτῶν, τίς μὲν ὁ πρῶτος σημαίνων, τίς δὲ ὁ δεύτερος. παρήγγειλε δὲ αὐτοῖς ὁ Ἰησοῦς ἵνα μηδὲν αἴρωσι. τοσοῦτον δε ὑμᾶς, φησὶν ὁ Σωτῆρ’ τοῖς Ἀποστόλοις, βούλομαι, μὴ χρήματα ὑμᾶς, [*](q ὁ Ἰησοῦς om. P.L. r ἐνδεχομένους Ρ. s Sic P. ἀποσταλέντες Poss. t παρήγγειλε — αἴρωσι om.)

323
ἀπὸ τῆς αἰτίας συλλέγειν ταύτης, ὥστε οὐδὲ ἐφοδίων ἕνεκεν ὃ δὴ καὶ ἀναγκαιότατον εἶναι δοκεῖ τοῖς πολλοῖς) βούλομαι τι λαμβάνειν ὑμᾶς παρ’ ἐκείνων πη οἷς καὶ καταμένετε. μήτε οὖν χρυσὸν ἣ ἄργυρον ἣ χαλκὸν τῆς κατὰ τὴν ὁδὸν χρείας ἕνεκεν λαβεῖν ἀνάσχησθε, ἀλλὰ μηδὲ πήραν t ἔχειν ὑμᾶς βούλομαι, ὥστε καὶ ἀπὸ τοῦ σχήματος δεικνύναι πᾶσιν ὑμᾶς, ὅσον ἀφεστήκατε χρημάτων ἐπιθυμίας. καὶ ὁ μὲν Ματθαῖός φησι, καὶ Λουκᾶς, μήτε ὑποδήματα, μήτε ἱμάτια u, μήτε ῥάβδους x, ὃ δοκεῖ πάντων εὐτελέστατον εἶναι, λαβεῖν εἰς ὁδὸν ἕλησθε. ὁ δὲ Μάρκος ῥάβδον δοκεῖ ἐπιτρέπειν αὐτοὺς λαμβάνειν καὶ ὑποδεδέσθαι σανδάλια. ἀλλὰ τὸ μὲν τῆς ῥάβδου ἴσως μετὰ συγχώρησιν φαίη τις ἃν λέγεσθαι, τῷ προσθεῖναι, “ εἰ μὴ ῥάβδον μόνην·” οὐδὲν γάρ φησι βούλομαι ὑμᾶς ἐπιφέρεσθαι, εἰ μή τι ἄρα ῥάβδον μόνην· μήτε δὲ πήραν, μήτε ἄρτον, μὴ εἰς τὴν ζώνην χαλκὸν, ἀλλὰ μηδὲ ὑποδεδέσθαι σανδάλια, μὴ ἐνδύσησθε δύο χιτῶνας. κατὰ κοινοῦ γὰρ εἰρῆσθαι νομίζειν δεῖ τὸ “ μήδε’ τούτοις γὰρ συνᾴδει τὰ λεχθέντα πρὸς τῷ πάθει κατὰ τὸν Λουκᾶν· φησὶ γὰρ πρὸς τοὺς μαθητὰς, “ ὅτε ἀπέστειλα y ὑμᾶς ἄτερ βαλαντίου καὶ πήρας καὶ ὑποδημά- “ τῶν, μὴ τίνος ὑστερήσατε ” ἐνταῦθα γὰρ ἐσιώπησε τὴν ῥάβδον, ὡς συγχωρηθεῖσαν ἔν τισι κατὰ Μάρκον. ἴσμεν δὲ ὡς οὐδὲ καιρία z τίς ἐστιν ἡ ἐν τούτοις δοκοῦσα διαφωνία a.

Καὶ ἔλεγεν αὐτοῖς, ὅπου ἐὰν εἰσέλθητε εἰς οἰκίαν, ἐκεῖ μένετε ἕως ἂν ἐξέλθητε ἐκεῖθεν.

Εκέλευσε b δὲ καὶ εἰς οἰκίαν μένειν μὴ μεθισταμένους, ὥστε μὴ εὐκόλου καὶ προχείρου γνώμης ἀποφέρεσθαι δόξαν παρὰ τοῖς τὴν πόλιν οἰκοῦσι. ἐκέλευσε δὲ τοῖς μὴ πειθομένοις αὐτῶν μηδὲ ὑποδεχομένοις, καὶ τὸν κονιορτὸν ἐκτινάσσειν τῶν ποδῶν, σύμβολον ὄντα τῆς ὁδοιπορίας ἣν ὑπέμενον ὑπὲρ αὐτῶν, ἤτοι ὡς τῶν ἁμάρτιῶν αὐτῶν ὁ κονιορτὸς εἰς αὐτοὺς ἐπανέλθοι. t πείραν L. u ἱμάτιον L. x ῥάβδον L. 7 ἀπέστελλον L. z ὡς ἀκαιρία τις Poss. a Hinc inc. ingens lacuna in Cod. L. quam partim supplevi e Cod. Paris. 178, qui tamen liaud aeque amplus est.

[*](b Hoc Sch. fere congruit cum eo quod Cyrillo tribuit Poss. Caten. p. 123.)
324

Καὶ ἐξελθόντες ἐκήρυσσον ἵνα μετανοήσωσι. καὶ δαιμόνια πολλὰ ἐξέβαλλον, καὶ ἤλειφον ἐλαίῳ πολλοὺς ἀρρώστους, καὶ ἐθεράπευον.

Tούτοις παραπλήσια καὶ ὁ Λουκᾶς ἐξ ἔθετο· τὸ δὲ, “ ἤλειφον “ ἐλαίῳ,” μόνος ἔφη ὁ Μάρκος α, ᾧ b καὶ Ἰάκωβος ἐν τῇ καθολικῇ τὰ ὅμοια λέγει· “ ἀσθενεῖ τις ἐν ὑμῖν; προσκαλεσάσθω τοὺς “ πρεσβυτέρους τῆς Ἐκκλησίας, καὶ προσευξάσθωσαν ἐπ’ αὐτὸν, “ ἀλείψαντες αὐτὸν ἐλαίῳ ἐν τῷ ὀνόματι Κυρίου, καὶ ἡ εὐχὴ “ πίστεως σώσει τὸν κάμνοντα, καὶ ἐγερεῖ αὐτὸν ὁ Κύριος.” τὸ ἔλαιον καὶ κόπους ἰᾶται, καὶ φωτὸς αἴτιον καὶ ἱλαρότητος ὑπάρχει. σημαίνει οὖν τὸ ἀλειφόμενον ἔλαιον καὶ τὸ παρὰ τοῦ Θεοῦ ἔλεον c, καὶ τὴν ἴασιν τοῦ νοσήματος καὶ τῆς καρδίας τὸν φωτισμόν· ὅτι γὰρ ἡ εὐχὴ τὸ πᾶν ἐνήργει, παντί d που δῆλον· τὸ δὲ ἔλαιον, ὥς γε οἴμαι, σύμβολον τούτων ὑπῆρχε.