Catena In Marcum (Recensio ii) (E Codd. Oxon. Bodl. Laud. 33 + Paris. Coislin. 23 + Paris. gr. 178)

Catenae (Novum Testamentum)

Catenae (Novum Testamentum). Catenae Graecorum Patrum in Novum Testamentum, Vol 1. Cramer, John Anthony, editor. Oxford: Oxford University Pres, 1840.

Περὶ τῆς αἱμορροούσης.

Καὶ γυνή τις οὖσα ἐν ῥύσει αἵματος ἔτη δώδεκα.

Ὁ δὲ Ματθαῖος ὁμοίως κἂν τούτῳ ἑνὸς ἐγένετο, τοῦ τὸ θαῦμα εἰπεῖν, τὴν δὲ ἀκρίβειαν καταλέλοιπεν. ὁ τοι Μάρκος προστίθησιν ὅτι ὁ Κύριος ἐπιστραφεὶς ἠρώτα τὸν ἁψάμενον. ἡ δὲ ὑπὸ τοῦ φόβου κατήγγειλεν ἑαυτὴν, καὶ οὕτως εἶπεν πρὸς αὐτὴν τὸ, “ ἡ πίστις σου σέσωκέ σε. ὁ πιστεύων εἰς τὸν Σωτῆρα ἅπτεται αὐτοῦ· ὁ δὲ ἀπιστῶν θλίβει αὐτὸν καὶ λυπεῖ. ὁ δὲ ἁπτόμενος αὐτοῦ ἕλκει αὐτὸν καὶ ἐπισπᾶται εἰς φιλανθρωπίαν. ἠρνοῦντο δὲ πάντες ἧφθαι αὐτοῦ, οὐ γὰρ ἐπίστευον, ἀλλὰ συνεῖχον αὐτόν. ὅτι δὲ μὴ τὰ ἱμάτια αὐτοῦ ἔσωσεν αὐτὴν, ἐδίδαξεν εἰπὼν, ἡ πίστις “ σου σέσωκέ σε. οὕτως οὔτε τόπος, οὔτε λόγος, οὔτε τι τῶν ἔξωθεν σώζει, ἀλλ’ ἕκαστον ἡ πίστις αὐτοῦ. θυγάτηρ δὲ χρηματίζει τοῦ Ἰησοῦ ἡ ἰαθεῖσα τῆς ῥύσεως ψυχικῶς καὶ καθαρισθεῖσα τοῦ πάθους. ἔρχεται λοιπὸν καὶ εἰς τὴν τοῦ ἀρχισυναγώγου οἰκίαν, καὶ ὁρᾷ θρῆνον πολὺ καὶ τὰ λοιπὰ ὅσα δήποτε ἐπὶ τοῖς τελευτῶσιν ἐξ ἔθους ἐπλήρουν. Κελεύει μὲν οὖν τῷ πλήθει ταῦτα μὴ ποιεῖν, ὡς ἃν τῆς παιδίσκης οὐκ ἀποθανούσης, ἀλλὰ καθευδούσης· ἐδήλου γὰρ ὅτι τοὺς ἀποθανοῦντας οὕτω ῥαδίως ἀνίστησι βουλό- [*](z σκύλειν P. a παιδίσκη Poss. b Sic L. θαῦμα Poss. et Ρ. εἰπεῖν Ρ. εἰπὼν Poss. d εἰπεῖν L. e ἀπελθεῖν L. f ψυχὴ L.)

320
μενος, ὡς ἂν ἔτερος καθεύδοντας· ἅμα δὲ καὶ τὸν κόμπον ἀφαιρεῖ τοῦ πράγματος, καθεύδειν τὴν τεθνηκυίαν εἰπὼν, καὶ μὴ ἄντικρυς ἐπαγγειλάμενος ἀναστήσειν αὐτήν. αὐτὸς μὲν οὖν μεταδιώκει τὸ ἀκόμπαστον· ἡ δὲ τοῦ πράγματος ὑπερβολὴ τὴν φήμην ἐργάζεται. ἐκβαλὼν γὰρ τὸ πλῆθος ἐκράτησέ τε τῆς χειρὸς τὸ κοράσιον καὶ εὐθὺς ἀνέστη· καὶ πολὺ μὲν ἅπασι γενέσθαι τὸ θαῦμα· διαδοθῆναι δὲ κατὰ πάσης τῆς περιχώρου τὸ γεγονός· πάντων ὡς εἰκὸς τὰ τοιαῦτα τοιαῦτα μετὰ σπουδῆς ἀπαγγελλόντων.

Ἀναγκαῖον δὲ προσθεῖναι καὶ εἰπεῖν, τίνος χάριν φησὶν ὁ Σωτὴρ περὶ τῆς αἱμορρούσης, “τίς μου ἥψατο;” ἵνα νοήσῃς ὅτι παρ᾿ ἑκόντος ἔλαβε τὴν σωτηρίαν, καὶ οὐ παρ᾿ ἄκοντος. ᾔδει γὰρ τὴν ἁψαμένην. ἠρώτα δὲ ἵνα ἐλέγξῃ αὐτὴν παρελθοῦσαν, καὶ δημοσιεύσῃ αὐτῆς τὴν πίστιν, καὶ μὴ λάθῃ δύναμις ἐνεργηθεῖσα. “τίς μου ἥψατο;” οὐ χειρὶ ἀλλὰ πίστει. εὐθὺς οὖν Πέτρος, τοσοῦτος ὄχλος περί σε βαδίζει, φησὶ, καὶ λέγεις τίς μου ἥψατο; οὐ γὰρ ᾔδει τὸ γενόμενον· ὁ δὲ Κύριος δαὐτῷ ἑρμηνεύει, ἔγνων, λέγων, δύναμιν ἐξελθοῦσαν. Αἱ δυνάμεις τοῦ Σωτῆρος ἐξερχόμεναι ἐξ αὐτοῦ μεταδίδονται ἑτέροις, οὐ μὴν τοπικῶς ἢ σωματικῶς, ὡς ἀναχωρεῖν αὐτοῦ g. ἀσώματοι δὲ οὖσαι, καὶ εἰς ἑτέρους ἐξέρχονται, καὶ ἑτέροις δίδονται, καὶ οὐκ ἐξίστανται αὐτοῦ. ὥσπερ αἱ ἐπιστῆμαι καὶ παρὰ τῷ διδάσκοντί εἰσι, καὶ τοῖς μανθάνουσι παραδίδονται. οὕτω τοῖς πίστει ἁπτομένοις αὐτοῦ μετὰ τῆς αὐτοῦ βουλῆς τε καὶ κρίσεως δίδονται. καλῶς δὲ οὐκ εἶπεν, ᾐσθόμην, ἀλλ᾿ “ἔγνων·” οὐ γὰρ αἰσθηταὶ αἱ δυνάμεις αὖται h, ἀλλ᾿ ἀσώματοι. ἥψατό μου τίς, φησι, προσωμίλησέ μοι λογισμῷ, διελέχθη μοι πίστει, ἠρέμα καὶ καταμικρὸν προσελθοῦσα ἔλαβε παρ᾿ ἐμοῦ τὴν ἴασιν. οὐχ ἥψαντό μου οἱ παραθλίβοντες, οὐ γὰρ λογισμῷ παρεδρεύουσιν. ὁμολογήσει οὖν ὁ ἁψάμενος τὴν ἐνέργειαν, ἵνα πλέον ὠφεληθῇ i καὶ ἀπελθὼν συνίῃ k, ὡς οὐ μόνον ἰάζθη, ἀλλ᾿ οὐδὲ ἄπερ διενοήθη ἔλαθεν. αἰσθομένη οὖν ὡς οὐκ ἔλαθε, προσπεσοῦσα αὐτῷ, διηγήσατο, οὐ τῷ εἰδότι ἀλλὰ τοῖς ἀγνοοῦσι· διηγήσατο γὰρ ἐνώπιον παντὸς τοῦ λαοῦ, καὶ ὡς ἰάθη παραχρῆμα. ὁ δὲ εἶπεν αὐτῇ, [*](g αὺτὰς L. h Sic L. αὐτοῦ Poss. ik θεὶς P. καὶ om. ὠφεληθῆς L. k συνεὶς L.)

321
“ θύγατερ. θυγατέρα καλεῖ τὴν τεθεραπευμένην, πίστεως ἕνεκα· ἡ γὰρ πίστις αὐτῇ τῆς θεραπείας τὸ κρεῖττον καὶ υἱοθεσίαν ἐχαρίσατο. “ἡ πίστις σου,” γάρ φησι, “σέσωκε σε·” ὥς τε ἐπειδὴ ἔμαθες τῆς σωτηρίας τὴν πίστιν αἰτίαν, αὔξησον τὸ σπέρμα. ἕκαστος γὰρ τοσοῦτον καρποῦται, ὅσον πιστεύει. “ ὕπαγε εἰς εἰρήνην, καὶ “ ἴσθι ὑγιὴς ἀπὸ τῆς μάστιγός σου.” ἰασάμενος αὐτῆς τὸ σῶμα, καὶ τὴν ψυχὴν εὐεργετεῖ, πέμπων αὐτὴν εἰς τέλος ἀγαθὸν l, ἐν εἰρήνῃ ἐν ᾗ κατοικεῖν λέγεται ὁ Θεὸς, κατὰ τὸ, “ ἐν εἰρήνῃ ἁγίᾳ ὁ τόπος “ αὐτοῦ.” καὶ τρίτον αὐτὴν διδάσκει ἀναγκαῖον, ἵνα γνῷ ὅτι οὐ τὸ σῶμα μόνον ἰάθη, ἀλλὰ καὶ τῆς μάστιγος ἀπηλλάγη, τουτέστι τῶν αἰτίων τοῦ σωματικοῦ πάθους, δηλαδὴ τῶν ἁμαρτιῶν.

Καὶ διεστείλατο αὐτοῖς πολλὰ, ἵνα μηδεὶς γνῷ τοῦτο· καὶ εἶπε δοθῆναι αὐτῇ φαγεῖν.

Σxόλιον ἄλλο ἔτι τινόσ. Εἰς ἀπόδειξιν τοῦ ἀληθῶς αὐτὴν ἐγηγέρθαι, καὶ οὐ δοκήσει τινὶ καὶ φαντασίᾳ, ἐπιτρέπει τοῦ φαγεῖν αὐτῇ δοθῆναι διαπάντες τοῦτο γὰρ καὶ αὐτὸς ἀναστὰς ἐκ νεκρῶν ποιεῖ πρὸς βεβαίωσιν τῆς πληροφορίας n.

Καὶ ἐξῆλθεν ἐκεῖθεν, καὶ ἦλθεν εἰς τὴν πατρίδα αὐτοῦ, καὶ ἀκολουθοῦσιν αὐτῷ οἱ μαθηταὶ αὐτοῦ.

Επιβαίνει τῆς πατρίδος, οὐκ ἀγνοῶν ὅτι καταφρονήσουσιν αὐτοῦ διὰ τὴν συνήθειαν, ἀλλὰ τὴν ἀγνώμονα καταφρόνησιν ἐξελέγχων. Οἱ δὲ τὸ θαυμάσιον τῶν λόγων καὶ τῶν ἔργων τὸ παράδοξον ἐκπληττόμενοι, διὰ ταῦτα μὲν οὐκ ἐτίμησαν o, διὰ δὲ τὸ γνώριμον τοῦ σαρκικοῦ γένους ἐξηυτέλισαν· ὅπερ καὶ πάντων τῶν ἀπίστων, ὡς εἰπεῖν, κοινὸν γέγονε πάθος. ὅθεν οὐδὲ εἰς ἀκριβῆ γνῶσιν ἑαυτοῦ ὁ Κύριος ὁδηγεῖ τοὺς τοιούτους. καθάπερ ἐπὶ τῆς πατρίδος πεποίηκε p τότε, μὴ προσθεὶς δυνάμεις πλείονας, διὰ τὴν ἀπιστίαν αὐτῶν. τοῖς μὲν γὰρ τὰ πρότερα δεξαμένοις ἐπιδαφιλεύεται q καὶ τὰ δεύτερα, καθάπερ ἐπὶ τῶν γνησίων ἐποίει μαθητῶν, τὰς μείζους ἀεὶ καὶ θαυμασιωτέρας δυνάμεις ἐπιδεικνύς. τοῖς δὲ περὶ τὸ πρότερον δοθὲν ἀγνωμονήσασιν, οὐκέτι τὴν τοῦ δευτέρου προσθήκην ποιεῖται· ἀνωφελῆ τὴν προσθήκην εἰδὼς τοῖς [*](l ἀγαθῶν P. m Sic. An leg. διαπαντὸς ? n Hoc Sch. habet L. post illud quod proxinie seq. o ἐτόλμησαν Ρ. p ἐποίησε Ρ. q Ρ.)

322
οὕτως ἔχουσι, καὶ περιττὴν, καὶ οὐχ ἁρμόζουσαν ἑαυτῷ τὴν ἐπίδειζιν. τὸ δὲ, “οὐκ ἠδύνατο ἐκεῖ οὐδεμίαν δύναμιν ποιῆσαι, διὰ τὴν ἀπιστίαν τῶν δεχομένων. ἐπειδὴ γὰρ τοῦ συναμφοτέρου χρεία πρὸς τὰς ἰάσεις, καὶ τῆς τῶν θεραπευομένων πίστεως, καὶ τῆς τοῦ θεραπεύοντος δυνάμεως, οὐκ ἐνεδέχετο τὸ ἕτερον, τοῦ συζύγου ἐλλείποντος. οὐκ οἶδα δὲ εἰ μὴ καὶ τοῦτο τῷ εὐλόγῳ προσθετέον. οὐ γὰρ εὔλογος ἴασις τοῖς βλαβησομένοις ἐξ ἀπιστίας. “ καὶ “ περιῆγε κἀς κωμᾶς κύκλῳ διδάσκων, καὶ προσκαλεῖται τοὺς “ δώδεκα,” καὶ τὰ ἑξῆς. πάσας δὲ περιῆγεν ὁ Ἰησοῦς q πόλεις τε καὶ κώμας, ὥστε καὶ τοὺς ἐπιδεχομένους r ἅπαντας τῆς πίστεως δέξασθαι τὴν πρόσοδον, καὶ τοὺς οὐ πειθομένους μηδεμίαν ἔχειν τῆς ἀπειθείας ἀπολογίαν.