Catena In Marcum (Recensio ii) (E Codd. Oxon. Bodl. Laud. 33 + Paris. Coislin. 23 + Paris. gr. 178)

Catenae (Novum Testamentum)

Catenae (Novum Testamentum). Catenae Graecorum Patrum in Novum Testamentum, Vol 1. Cramer, John Anthony, editor. Oxford: Oxford University Pres, 1840.

Περὶ τοῦ Λεγεῶνος.

Καὶ ἦλθον εἰς τὸ πέραν τῆς θαλάσσης, εἰς τὴν χώραν τῶν Γαδαρηνῶν.

Ελθόντι δὲ εἰς τὴν χώραν τῶν Γερασηνῶν, ἤτοι τῶν Γεργεσηνῶν, νῶν, καὶ τὰ ἑξῆς. οὔτε Γαδαρηνῶν οὔτε Γερασηνῶν r τὰ ἀκριβῆ ἔχει τῶν ἀντιγράφων, ἀλλὰ Γεργεσηνῶν. Γάδαρα γὰρ πόλις ἐστὶ τῆς Ἰουδαίας, περὶ ἣν τὰ διαβόητα θερμὰ s τυγχάνει· λίμνη δὲ κρημνοῖς παρακειμένη οὐδαμῶς ἔστιν ἐν t αὐτῇ, ἣ θάλασσα. καὶ Γέρασα δὲ τῆς Ἀραβίας ἐστὶ πόλις, οὔτε θάλασσαν οὔτε λίμνην πλησίον ἔχουσα· καὶ οὐκ ἂν οὕτω προφανὲς ψεῦδος καὶ εὐέλεγκτον οἱ Εὐαγγελισταὶ n εἰρήκεισαν x, ἄνδρες ἐπιμελῶς γινώσκοντες τὰ περὶ τῆς Ἰουδαίας. Γέργεσα τοίνυν ἐστὶν ἀφ’ ἧς οἱ Γεργεσηνοὶ γ, πόλις ἀρχαία περὶ τὴν νῦν καλουμένην Τιβεριάδα λίμνην z, περὶ ἢν κρημνὸς παρακείμενος τῇ λίμνῃ, ἀφ’ ἧς δείκνυται τοὺς χοίρους ὑπὸ τῶν δαιμόνων καταβεβλῆσθαι. ἑρμηνεύεται δὲ ἡ Γέργεσα, παροικία ἐκβεβληκότων, ἐπώνυμος οὖσα τάχα προφητικῶς a, οὗ περὶ τὸν σωτῆρα πεποιήκασι, παρακαλέσαντες αὐτὸν μεταβῆναι ἐκ τῶν ὁρίων αὐτῶν οἱ τῆς χώρας b πολῖται. καὶ ταῦτα Ὠριγένης φησὶν ἐν τῷ ἑκτῷ τόμῳ τῶν εἰς τὸ κατὰ Ἰωάννην Εὐαγγέλιον ἐξηγητικῶν. Καὶ οὔτε ἁλύσεσιν οὐδεὶς ἠδύνατο αὐτὸν δῆσαι. διὰ τὸ αὐτὸν πολλάκις πέδαις καὶ ἁλύσεσι δεδέσθαι, καὶ διεσπάσθαι ὑπ’ αὐτοῦ τὰς ἀλύσεις, καὶ τὰς πέδας συντετρίφθαι· καὶ οὐδεὶς αὐτὸν ἴσχυε δαμάσαι. διαπαντος νυκτὸς κα ἡμέρας ἐν τοῖς μνήμασιν καὶ ἐν τοῖς ὄρεσιν ἦν κράζων καὶ κατακόπτων ἑαυτὸν λίθοις. Ἰστέον δὲ ὡς Μάρκος μὲν καὶ Λουκᾶς ἕνα φασὶν c εἶναι τὸν δαιμονιζόμενον, Ματθαῖος δὲ δύο· τοῦτο δὲ οὐ διαφωνίαν ἐμφαίνει. [*](r Γερασηνῶν Ρ. Γερασενῶν Poss. s θρέμματα L. t Om. L. u μαθηταὶ P. et Poss. x εἰρήκεσαν Ρ. y Γεργέσεοι Ρ. Γεργεσαῖοι L. z πόλιν Poss. a ἀφ’ οὐτ’ Poss. ἀφ’ om. Ρ. b τῶν χοίρων P.L. c φησὶν Ρ.)

315
εἰ μὲν γὰρ εἶπον ὅτι εἷς μόνος ἣν, ἐδόκουν ἀμφιβάλλειν τῷ Ματθαίῳ. εἰ μὲν d δὲ οἱ μὲν περὶ τοῦ ἑνὸς, ὁ δὲ περὶ τῶν δύο διελέχθη e, οὐ μάχης τὸ εἰρημένον, ἀλλὰ διαφόρου διηγήσεως. καὶ γὰρ ἔμοιγε δοκεῖ τὸ χαλεπώτερον τούτων f ἐπιλεξάμενοι εἰρηκέναι. διὸ καὶ τραγικώτερον ἀπαγγέλλει τὴν συμφοράν· οἷον ὅτι τὰ δεσμὰ καὶ τὰς ἁλύσεις διαρρήξας g ἐπλανᾶτο κατὰ τὴν ἔρημον. ὁ δὲ Μάρκος, καὶ τοῖς λίθοις ἔκοπτεν ἑαυτόν φησι. συνέβαινε δὲ καὶ ἀμφοτέρων ὁμοίως ὄντων χαλεπῶν, ἁπλῶς εἰπεῖν ὅτι δαιμονιζόμενος, μὴ ἀκριβολογησάμενοι h περὶ τὸν ἀριθμὸν, ἐπεὶ μηδὲ συντελεῖν τοῦτο ἐνόμιζον εἰς τὸ μείζονα τοῦ ποιήσαντος φανῆναι τὴν δύναμιν. ὁ γὰρ τὸν ἕνα θεραπεύσας τοιοῦτον ὄντα, οὐδὲ δύο οὐδὲ πλείονας ὁμοίως διακειμένους θεραπεύειν ἀδύνατος ἦν.

Ἔλεγε γὰρ αὐτῷ, ἔξελθε τὸ πνεῦμα τὸ ἀκάθαρτον ἐκ τοῦ ἀνθρώπου.

Επειδὴ τοίνυν ἄνθρωπον αὐτὸν ὡμολόγησαν, ἦλθον οἱ δαίμονες τὴν θεότητα ἀνακηρύττοντες. καὶ οἱ τῆς θαλάσσης κυμαινούσης καὶ πάλιν ἡσυχαζούσης οὐκ ἀκούσαντες, ἤκουον τῶν δαιμόνων ταῦτα βοώντων, ἅπερ ἐκείνη διὰ τῆς γαλήνης ἔκραζεν. εἶτα ἵνα μὴ δόξῃ κολακείας τὸ πρᾶγμα εἶναι, ἀπὸ τῆς πείρας τῶν πραγμάτων βοῶσι, λέγοντες, “ ἦλθες ὧδε πρὸ καιροῦ βασανίσαι ἡμᾶς ” διὰ δὴ τὸ πρότερον ὁμολογεῖται ἡ ἔχθρα, ἵνα μὴ ὕποπτος αὐτῶν ἡ ἱκετηία γένηται. καὶ γὰρ ἐμαστίζοντο ἀοράτως πιμπράμενοι καὶ τὰ ἀνήκεστα πάσχοντες ἀπὸ τῆς παρουσίας ἐκείνης. νομίσαντες δὲ ἤδη τὴν κόλασιν αὐτοῖς ἐφεστάναι, ἔδεισαν ὡς ἤδη εἰς τιμωρίαν ἐμπεσούμενοι. διὸ καὶ ἀξιοῦσι μὴ πρὸ καιροῦ δοῦναι τὴν δίκην. ἐπειδὴ γὰρ κατέλαβεν αὐτοὺς τὰ δεινὰ ἐκεῖνα καὶ παράνομα ἐργαζομένους, καὶ τὸ πλάσμα τὸ ἑαυτοῦ παντὶ διαστρέφοντας τρόπῳ καὶ τιμωρουμένους, καὶ ἐνόμιζον αὐτὸν δι’ ὑπερβολὴν τῶν γενομένων οὐκ ἀναμενεῖν τὸν καιρὸν τῆς κολάσεως, διὰ τοῦτο παρεκάλουν καὶ ἐδέοντο. καὶ οἱ μηδὲ δεσμῶν ἀνεχόμενοι σιδηρῶν, ἔρχονται δεδεμένοι· καὶ οἱ τὰ ὄρη κατατρέχοντες, εἰς τὰ πεδία ἐξῄεσαν.

[*](d Om. Ρ. e διελέγχθη Ρ. f τοῦτον Ρ. g διαρρήσσων P.L. h ἀκριβολογησάμενον Ρ.)
316

Τί δήποτε καὶ τοῖς τάφοις ἐμφιλοχωροῦσιν οἱ δαίμονες; ὀλέθριον δόγμα τοῖς πολλοῖς ἐνθεῖναι βουλόμενοι, οἷον ὅτι αἱ ψυχαὶ τῶν ἀπελθόντων δαίμονες γίνονται· ὃ μηδέποτε γένοιτο μηδὲ μέχρις ἐννοίας λαβεῖν. ἄλλως δέ, φησιν, εἰ καὶ ἄγαν εἰσὶ μοχθηροὶ τὸν τρόπον οἱ δαίμονες, ἀλλ’ οὖν γε ἴσασιν ὅτι πάντως αὐτοὺς ὑπὲν τῶν ἁμαρτημάτων μένει τις κόλασις ὕστερον. ὅτι δὲ οὐχ ὁ καιρὸς ἐπέστη τῆς κολάσεως, ῥᾳδίως ἠδύναντο γνῶναι, ἐξ ὧν οὐ τιμωρίᾳ παρεδίδοντο νῦν, ἀλλ’ ὥστε ἀναχωρῆσαι μόνον τῶν ἀνθρώπων συνώθει αὐτούς. ἔλεγε γὰρ ὁ Σωτὴρ, “ ἔξελθε τὸ πνεῦμα τὸ ἀκάθαρ- “ ’τον ἐκ τοῦ ἀνθρώπου.’ ὡς οὖν καιρὸν ἔχοντες ἃ βούλονται ποιεῖν ἐν τῷ μέσῳ περὶ τοὺς ἀνθρώπους, οὕτω κατεβόων τοῦ Κυρίου, ὡς ἃν πρὸ τοῦ προσήκοντος καιροῦ μάτην αὐτοὺς βιαζομένου καὶ τιμωριαις ὑπάγοντος.

Καὶ ἐπηρώτα αὐτὸν, Τί σοι ὄνομα; καὶ ἀπεκρίθη λέγων, λεγεὼν ὄνομά μοι· ὅτι πολλοί ἐσμεν.

Ἐπηρώτα δὲ αὐτὸν, “ τί ὄνομά σοι ” ἐπειδὴ γὰρ ὁ Κύριος ᾔδει τὸ πλῆθος τῶν ἐνοικούντων δαιμόνων, οἱ δὲ ὁρῶντες ἕνα μὲν ἄνδρα ἔβλεπον h, μιᾶς δὲ φωνῆς προφερομένης ἤκουον, λέγει, εἰπὲ, τι ὄνομά σοι; ἵνα μὴ αὐτὸς εἴπῃ ὅτι πολλοί εἰσιν, ἀλλ’ αὐτοὶ ὁμολογήσουσιν ὅτι πολλοὶ τυγχάνουσ’ ἱν· ἀποκρίνεται δὲ, λέγων ὅτι ὄνομά μοι λεγεών. καὶ οὐδὲ λέγει τὸν ἀριθμὸν, ἀλλ’ ἁπλῶς σημαίνει τὸ πλῆθος. οὐδὲν γὰρ ὠφελεῖ εἰς γνῶσιν ἡ ἀκρίβεια.

Καὶ παρεκάλει αὐτὸν πολλὰ, ἵνα μὴ αὐτοὺς ἀποστείλῃ ἔξω τῆς χώρας.

“Καὶ παρεκάλει αὐτὸν πολλὰ, ἵνα μὴ ἀποστείλῃ αὐτοὺς ἔξω τῆς “ χώρας,” ἢ εἰς τὴν ἄβυσσον ἀπελθεῖν, ὥς φησιν ὁ Λουκᾶς. ἡ γὰρ ἄβυσσος ἀναχώρησίς ἐστι τούτου τοῦ κόσμου. ἀξιοῦσι τοίνυν οἱ δαίμονες μὴ πεμφθῆναι ἔξω τῆς γῆς, μηδὲ ὅπου οὐκ ἔστιν ἄνθρωτπος, εἰς τὸ σκότος τὸ ἐξώτερον, τὸ ἡτοιμασμένον τῷ διαβόλῳ καὶ τοῖς ἀγγέλοις αὐτοῦ. ὥστε ὁ Κύριος ἠδύνατο μὲν ἐπιτάξαι αὐτοῖς, συνεχώρησε δὲ αὐτοὺς εἶναι ἐν τῇ γῇ ταύτῃ· ὥσπερ οὖν καὶ τὸν [*](h Βλέπουσι L.)

317
διάβολον, ἵνα μὴ τοῦ ἀντιπάλου τῇ ἀπουσίᾳ i ζημιώσῃ τὴν ἀνθρωπότητα τοῦ στεφάνου τῆς νίκης.

Ἦν δὲ ἐκεῖ πρὸς τῷ ὄρει ἀγέλη χοίρων μεγάλη βοσκομένη.

Εἰς δὲ τοὺς χοίρους ἐπέτρεψεν εἰσελθεῖν]. ἅπαντες δὲ ὑπὸ τῶν δαιμόνων ἐλασθέντες κατὰ τοῦ κρημνοῦ ῥίψαντες ἑαυτοὺς εἰς τὴν θάλασσαν ἐνέβαλον k, ὡς τοὺς βόσκοντας ὁμοῦ τὲ φοβηθῆναι καὶ θαυμάσαι τὸ γινόμενον, καὶ εἰσελθόντας ἀπαγγεῖλαι τοῖς ἐν τῇ πόλει ἅπαντα τὰ γενόμενα. ἐφ’ οἷς εἰκότως ἐκπλαγέντες ἐκεῖνοι, ἐξῆλθον πρὸς τὸν Ἰησοῦν· καὶ εὗρον καθήμενον τὸν ἄνθρωπον ἀφ’ οὗ τὰ δαιμόνια ἐξεληλύθει, ἱματισμένον καὶ σωφρονοῦντα, καὶ παρὰ τοὺς πόδας τοῦ Ἰησοῦ καθήμενον, καὶ τὸν εὐεργέτην ἐπιγινώσκοντα. καὶ ἐξεπλάγησαν ἐπὶ τῷ γενομένῳ· καὶ τὴν προσήκουσαν ἀποδόντες ἐν τῇ συναντήσει τιμὴν, παρεκάλεσαν ἐφ’ ἑτέρους μεταβῆναι τόπους, ὡς οὐκ ἄξιοι ὄντες τοσοῦτον ἀγαθὸν ἐπὶ τῆς οἰκείας χώρας ἔχειν, δείσαντες μήπου τι καὶ μεῖζον πάθωσιν ἀπὸ τῆς τοῦ παρόντος δυνάμεως τῶν οἰκείων ἁμαρτημάτων ἕνεκεν.

Αὐτὸς δὲ ἐμβὰς εἰς τὸ πλοῖον ὑπέστρεψεν, εἶτα ὁ πάσχων οὐκ ἀναχωρεῖ τοῦ Σωτῆρος, ἀλλ’ ἠξίωσεν ἵνα ᾗ σὺν αὐτῷ· οὕτως ἐνέφηνεν φηνεν ὥστε καὶ τὸν Σωτῆρα ἐπιγνῶναι καὶ δεδοικέναι μὴ πάλιν ὑποστρέψωσιν οἱ δαίμονες εἰς αὐτόν.

Καὶ ἀπῆλθε καὶ ἤρξατο κηρύσσειν ἐν τῇ Δεκαπόλει ὅσα ἐποίησεν αὐτῷ ὁ Ἰησοῦς· καὶ πάντες ἐθαύμαζον.

‘O δὲ Κύριος ἵνα μὴ δόξῃ διὰ τῆς παρουσίας φυλάττειν l μόνον, ἀπέλυσεν αὐτόν· μηδένα, φησὶν, εὐλαβήθητι. ἡ γὰρ παρουσία ἐλαττοῖ τὸ θαῦμα, ἡ δὲ ἀπουσία σημαίνει μειζόνως τὴν ἐνέργειαν. ὑπόστρεφε εἰς ’τον οἶκον σου, ἔχων παρ’ ἐμοῦ τὸ ἐνέχυρον τῆς σω- τηρίας, καὶ διηγοῦ τοῖς ἄλλοις τὸ θαῦμα, ἵνα βεβαιώσῃς τὴν χάριν. ὃ δὴ καὶ ποιῶν διετέλει. ζητεῖται m τίνος ἕνεκεν ὁ Κύριος τοῖς δαίμοσι εἰσελθεῖν n ἐπιτάττει ο εἰς τοὺς χοίρους οὕτως αἰτήσασι; μέγιστα κακὰ διετίθεσαν τοὺς ἀνθρώπους p οἱ δαίμονες. [*](i ἡ ἀπουσία L. j Om. Ρ. k ἔβαλλον L. l φυλάσσειν Ρ. m ζητητέον Ρ. ζητεῖτε L. n εἰσ. αἰτήσασιν εἰς τ. χοίρους ἐπέτρεψεν L. ο ἐπιτάσσει Ρ. P τοῖς ἀνθρώποις L.)

318
ἐντεῦθεν δὲ πολλοὶ ὡς εἰκὸς, συνεξέταζον πρὸς ἀλλήλους, τίνος ἕνεκεν ταῦτα ποιούντων ἀνέχεται ὁ Θεός; βουληθεὶς οὖν ὁ Κύριος ἅπασι δεῖξαι, καὶ ἥντινα τὴν ὀργὴν κατὰ τῶν ἀνθρώπων οἱ δαίμονες ἔχουσι, καὶ ὅτι πολὺ r ἐλάττονα ἢ βούλονται καὶ δύνανται, τοὺς ἀνθρώπους ἐργάζονται κακὰ, τῇ τοῦ Θεοῦ κωλυόμενοι δυνάμει· ἐπὶ μὲν ἀνθρώπων ταύτην οὐ παρείχετο s ἀπόδειξιν· ἐπέτρεψε δὲ αὐτοῖς εἰς τοὺς χοίρους εἰσελθεῖν, ὥστε ἀπ’ ἐκείνων τήν τε ὀργὴν φανῆναι τῶν δαιμόνων καὶ τὴν δύναμιν νοεῖν t, καὶ ὅτι οἱ τοσούτους χοίρους συντόμως ἀφανίσαντες, οὐκ ἀδύνατοι τὰ αὐτὰ διατιθέναι τοὺς ἀνθρώπους καθεστήκασιν u, ὡς διὰ πάντων φανερὰν εἶναι τοῦ Θεοῦ τὴν δύναμιν, κωλύοντος αὐτοὺς ἅπαντα πράττειν εἰς τοὺς ἀνθρώπους ὅσα καὶ βούλονται.