Catena In Matthaeum (Catena Integra) (E Cod. Paris. Coislin. Gr. 23)
Catenae (Novum Testamentum)
Catenae (Novum Testamentum). Catenae Graecorum Patrum in Novum Testamentum, Vol 1. Cramer, John Anthony, editor. Oxford: Oxford University Pres, 1840.
Περὶ τῆς πενθερᾶς Πέτρου.
Καὶ ἐλθὼν ὁ Ἰησοῦς εἰς τὴν οἰκίαν Πέτρου, εἶδεν τὴν πενθερὰν αὐτοῦ βεβλημένην καὶ πυρέσσουσαν.
Τοῦ Χρυσοστόμου. τίνος χάριν εἰσῆλθεν εἰς τὴν οἰκίαν Πέτρου ὁ Κύριος; τροφῆς μεταληψόμενος· τοῦτο γὰρ ἐδήλωσεν εἰπὼν, ἀνέστη καὶ διηκόνει αὐτῷ· παρὰ γὰρ τοῖς μαθηταῖς κατήγετο, ὥσπερ καὶ παρὰ Ματθαίῳ, ὅτε αὐτὸν ἐκάλεσεν, τιμῶν αὐτοὺς καὶ προθυμωτέρους ἐν τούτῳ ποιῶν· καίτοι ἐννοήσωμεν, οἱα ἢν τὰ οἰκήματα τῶν ἁλιέων τούτων, ἀλλ’ ὅμως οὐκ ἀπηξίου ὑπὸ τὰς καλύβας αὐτῶν εἰσιέναι τὰς εὐτελεῖς· παιδεύων ἡμᾶς διὰ πάντων, τὸν ἀνθρώπινόν τῦφον καταπατεῖν. ἁψάμενος τῆς χειρὸς τῆς πενθερᾶς αὐτοῦ, οὐχὶ τὸν πυρετὸν ἔσβεσεν μόνον, ἀλλὰ καὶ καθαρὰν τὴν ὑγιείαν ἀπέδωκε, καὶ τοῦτο δῆλον, ἐκ τοῦ διακονεῖν αὐτῶ.