Catena In Matthaeum (Catena Integra) (E Cod. Paris. Coislin. Gr. 23)

Catenae (Novum Testamentum)

Catenae (Novum Testamentum). Catenae Graecorum Patrum in Novum Testamentum, Vol 1. Cramer, John Anthony, editor. Oxford: Oxford University Pres, 1840.

Περὶ τῶν ἰαθέντων ἀπὸ ποικίλων νόσων.

[*](16)

Ὀψίας δὲ γενομένης προσήνεγκαν αὐτῷ δαιμονιζο- μένους πολλούς.

Διὰ τοῦτο δεικνύει τὴν πίστιν τοῦ πλήθους λοιπὸν αὐξανομένην· οὐδὲ γὰρ τοῦ καιροῦ κατεπείγοντος ἀναχωρεῖν ἠνείχοντο· [*](u πίστιν Cod. στεύειν ad oram.)

61
οὐδὲ ἄκαιρον εἶναι ἐνόμιζον ἐν ἑσπέρᾳ προσάγειν τοὺς ἀρρώστους αὐτῶν· χρὴ δὲ τοῦτο σκοπεῖν, πόσῳ μᾶλλον πλῆθος θεραπενομένων παρατρέχουσιν οἱ Εὐαγγελισταὶ, οὐχὶ καθ’ ἕνα λέγοντες ἡμῖν καὶ διηγούμενοι, ἀλλ’ ἑνὶ ῥήματι πέλαγος ἄφατον θαυμάτων ὑπερβαίνοντες. τὸν προφήτην δὲ εἰσάγει μαρτυροῦντα καὶ λέγοντα, ὅτι “ τὰς ἀσθενείας ἡμῶν ἔλαβε, καὶ τὰς νόσους ἐβάστασεν· ἵνα μὴ τὸ μέγεθος τοῦ θαύματος εἰς ἀπιστίαν ἐμβάλῃ τινά; ὅπερ πλῆθος τοσοῦτον, καὶ ποικίλα νοσήματα ἐν μιᾷ καιροῦ ῥοπῇ ἔλυσε, καὶ διώρθωσεν μεγάλην πανταχοῦ τὴν ἀπὸ τῶν γραφῶν ἀπόδειξιν ἡμῖν οὖσαν· τὸ δὲ “ἔλαβε καὶ ἐβάστασεν,” περὶ ἁμαρτιῶν μᾶλλον εἴρηται τῷ προφήτῃ, καθὼς καὶ ὁ πρόδρομος φησίν· “ἴδε ὁ ἁμνὸς τοῦ Θεοῦ, ὁ αἴρων τὴν ἁμαρτίαν τοῦ κόσμου· τέθεικε δὲ αὐτὸ ὁ Εὐαγγελιστὴς ἐνταῦθα· περὶ δὲ νοσημάτων δεῖξαι θέλων, ὅτι τὰ πλείονα τῶν νοσημάτων, ἐξ ἁμαρτιῶν ἐπέρχονται ἡμῖν· διὰ τοῦτο ἰδὼν τοὺς ὄχλους περὶ αὐτὸν, ἐκέλευσεν αὐτοῖς ἀπελθεῖν εἰς τὸ πέραν, διὰ τὸ ἀκόμπαστον μετριάζειν ἡμᾶς παιδεύων, καὶ διδάσκων μηδὲν ποιεῖν πρὸς ἐπίδειξιν. οὐ γὰρ δὴ μόνον σώματα ἐθεράπευεν, ἀλλὰ καὶ τὰς ψυχὰς διόρθου· καὶ φιλοσοφίαν ἐπαίδευεν, ἅμα δὲ καὶ τὸν φθόνον τὸν Ἰουδαικὸν παραμυθούμενος· καὶ γὰρ ἦσαν αὐτῷ προσηλώμενοι οἱ ὄχλοι· φιλοῦντες αὐτὸν καὶ θαυμάζοντες, καὶ ὁρᾷν εἰς αὐτὸν βουλόμενοι· τίς γὰρ ἃν ἀπέστη τοιαῦτα θαυματουργοῦντος αὐτοῦ; τίς οὐκ ἂν καὶ τὸ πρόσωπον ἠθέλησε μόνον ἰδεῖν, καὶ τὸ στόμα τὸ τοιαῦτα φθεγγόμενον; οὐδὲ γὰρ θαυματουργεῖν ἦν θαυμαστὸς μόνον, ἀλλὰ καὶ φαινόμενος ἁπλῶς, πολλῆς ἔγεμε χάριτος· καὶ τοῦτο ὁ προφήτης δηλῶν ἔλεγεν· “ ὡραῖος κάλλει παρὰ τοὺς υἱοὺς τῶν “ ἀνθρώπων.” εἰ δὲ ὁ Ἡσαΐας λέγει, “ οὐκ εἶχεν εἶδος οὐδὲ “ κάλλος,” διὰ τὰ ἐν τῷ πάθει συμβάντα καὶ τὴν ἀτιμίαν, ἣν ὑπέμεινε τῷ καιρῷ τοῦ σταυροῦ, ταῦτα φησὶν, ἣ καὶ διὰ τὴν εὐτέλειαν, ἣν παρὰ πάντα τὸν βίον ἐπεδείξατο. οὐ πρότερον δὲ “ἐκέλευσεν ἀπελθεῖν,” ἕως ἃν ἐθεράπευσεν· ἦ γὰρ ἃν οὐδὲ ἠνέσχοντο.

62