Catena In Matthaeum (Catena Integra) (E Cod. Paris. Coislin. Gr. 23)

Catenae (Novum Testamentum)

Catenae (Novum Testamentum). Catenae Graecorum Patrum in Novum Testamentum, Vol 1. Cramer, John Anthony, editor. Oxford: Oxford University Pres, 1840.

Περ τοῦ ἑκατοντάρχου.

[*](5)

ΠροσῆΛθεν αὐτῷ ἑκατόνταρχος, παρακαλῶν αὐτὸν καὶ λέγων.

Ὁ μὲν λεπρὸς καταβάντι ἀπὸ τοῦ ὄρους προσῆλθεν· ὁ δὲ ἑκατόνταρχος, οὕτως εἰσελθόντι εἰς Καπερνάουμ. τίνος ἕνεκεν οὔτε οὗτος οὔτε ἐκεῖνος εἰς τὸ ὄρος ἀνέβησαν; οὐ διὰ ῥαθυμίαν· καὶ γὰρ ἀμφοτέρων ἡ πίστις θερμὴ, ἄλλως τε μὴ ἐκκόψαι τὴν διδασκαλίαν. οὐκ ἤγαγε δὲ τὸν ἀσθενοῦντα πρὸς τὸν Χριστόν· διὰ τὸ μεγάλην αὐτὸν ἔχειν πίστιν· ἤδει γὰρ σαφῶς ὅτι καὶ ἐπίταγμα ἀρκεῖ μόνον εἰς τὴν ἀνάστασιν τοῦ κειμένου· καὶ ὁ Κύριος δὲ διὰ τοῦτο, ὅπερ μηδαμοῦ πρότερον ἐποίησεν, ἐνταῦθα ποιεῖ, πανταχοῦ ἑπόμενος τῇ προαιρέσει τῶν ἱκετευόντων· ἐνταῦθα αὐτὸς ἐπαγγέλλεται παραγενέσθαι εἰς τὴν οἰκίαν, καὶ θεραπεῦσαι τὸν ἀσθενοῦντα· ποιεῖ δὲ τοῦτο r, ἵνα μάθωμεν τὴν ἀρετὴν τοῦ ἑκατοντάρχου. εἰ γὰρ μὴ τοῦτο ἐπηγγείλατο, ἀλλ’ εἶπεν, ὕπαγε, ἰάθη ὁ παῖς σου, οὐδὲν ἃν τούτων ἔγνωμεν· τι γάρ. φησιν ὁ ἑκατόνταρχος; “οὐκ εἰμὶ ἱκανὸς καὶ τὰ ἐξῆς· ἀκούσωμεν s ὅσοι τὸν Χριστὸν μέλλομεν ὑποδέχεσθαι, καὶ ζηλώσωμεν, καὶ μετὰ τοσαύτης σπουδῆς δεξώμεθα· καὶ γὰρ ὅταν πένητα ὑποδεξώμεθα πεινῶντα καὶ γυμνὸν, ἐκεῖνον καὶ ὑπεδεξάμεθα καὶ ἐθρέψαμεν· διὰ τι δὲ ἐθαύμασεν αὐτοῦ τὴν πίστιν ἐπὶ τοῦ τοσούτου πλήθους, καὶ κρείττονα εἶναι αὐτὸν παντὸς τοῦ πλήθους τῶν Ἰουδαίων ἀπεφήνατο, καὶ τὰς τῆς βασιλείας δώσει τιμὰς, τὴν ἐν τοῖς κόλποις τῶν πατριαρχῶν ἀνάκλισιν t διδούς; ἵνα καὶ τοῖς ἄλλοις ὑπόδειγμα δώσῃ, ὥστε αὐτὸν ζηλοῦν, καὶ παιδευθῶμεν πιστεύειν οὕτως· ὅθεν καὶ κατὰ τὴν πίστιν αὐτοῦ, ἰάθη ὁ παῖς ἀπὸ τῆς ὥρας ἐκείνης. χρὴ δὲ γινώσκειν, ὅτι αὐτός ἐστιν ὁ παρὰ τῷ Λουκᾷ μνημονευόμενος· ὁ δὲ παρὰ τῷ Ἰωάννῃ ἕτερος.

[*](r τούτῳ Cod. s ἀκούσομεν Cod. t ἀνάκλησιν Cod.)
59
[*](8)

Ἀλλὰ μόνον εἰπὲ λόγῳ, καὶ ἰαθήσεται ὁ παῖς μου.

Σευήρου Ἀντιοχείασ ἐν Ὑπακοῆι. Ὁ πλάσας κατὰ μόνας τὰς καρδίας ἡμῶν Ἰησοῦς ὁ Θεὸς, εἰδὼς τὸν ἐναποκείμενον τῆς πίστεως θησαυρὸν τῇ τοῦ ἑκατοντάρχου ψυχῇ, ἑκὼν πρὸς τὸ ταπεινὸν ὑποβὰς, εἶπεν· ἐγὼ ἐλθὼν εἰς τὸν οἰκόν σου θεραπεύσω τὸν παῖδα σου· καὶ τοῦτο τὸ ῥῆμα πᾶσαν αὐτοῦ τὴν καρδίαν ἐξήντλησεν· ἐπίστευσε γὰρ αὐτὸν εἶναι Θεὸν ἀληθῆ, καὶ ἐβόησεν· “εἰπὲ λόγῳ καὶ ἰαθήσεται ὁ παῖς μου.” εἰ γὰρ ἐγὼ στρατιώτης ὣν, καὶ ὑπὸ ἐξουσίαν βασιλέως τελῶν, τοῖς δορυφόροις ἐντέλλομαι, πῶς οὐ μᾶλλον αὐτὸς ὁ τῶν ἄνω καὶ ἀγγελικῶν δυνάμεων ποιητὴς, ὃ θέλεις ἐρεῖς, καὶ γενήσεται;

Ὠριγένουσ. Καὶ ζωῆς καὶ θανάτου εἶχεν ὁ ἑκατόνταρχος τὸν Ἰησοῦν ἐξουσιαστήν· διὸ καὶ ἐθαυμάσθη· οὐδένα ἐν τῇ Ἱερουσαλὴμ εὑρίσκομεν καταθαρρήσαντα τῷ θανάτῳ.

[*](10)

Οὐδὲ ἐν τῷ Ἰσραὴλ τοσαύτην πίστιν εὗρον.

Ὁρᾷς πῶς ἕκαστον τῶν μαρτυρησάντων αὐτῷ τὴν ἐξουσίαν θαυμάζει· ἵνα δὲ καὶ ἐκ τοῦ ἐναντίου τοῦτο μάθῃς· ἐπειδὴ ἡ Μάρθα τούτων οὐδὲν εἶπεν, ἀλλὰ τοὐναντίον· ὅτι ὅσα ἃν αἰτήσῃ τὸν Θεὸν δώσει σοι, οὐ μόνον οὐκ ἐπῃνέθη, καίτοι γνώριμος οὖσα, καὶ ἀγαπητὴ, καὶ τῶν σφόδρα περὶ αὐτὸν ἐσπουδακότων, ἀλλὰ καὶ ἐπετιμήθη, καὶ διορθώθη παρ’ αὐτοῦ, ὡς οὐ καλῶς εἰρηκυῖα· καὶ γὰρ ἔλεγεν αὐτῇ· “ οὐκ εἶπον σοι ὅτι ἐὰν πιστεύσῃς, ὄψει “ τὴν δόξαν τοῦ Θεοῦ;” ὡς μηδέπω πιστεύσασαν ἦν ἐγκαλῶν.

Ἀλλοσ. Ἆρα τὸ μεγάλα περὶ αὐτοῦ φαντάζεσθαι, τοῦτο μάλιστα πίστεως καὶ βασιλείας καὶ τῶν ἄλλων πρόξενον ἀγαθῶν· οὐδὲ γὰρ μέχρι λόγων γέγονεν αὐτῷ ὁ ἔπαινος, ἀλλὰ καὶ τῶν νοσούντων ὑγιᾶ ἀπέδωκεν ἀντὶ τῆς πίστεως, καὶ λαμπρὸν αὐτῷ πλέκει τὸν στέφανον, καὶ μεγάλα ἐπαγγέλλεται δωρεᾶς.

[*](11)

Ὅτι πολλοὶ ἀπὸ ἀνατολῶν καὶ δυσμῶν ἥξουσι, καὶ ἀνακλιθήσονται μετὰ Ἀβραάμ.

Ωριγένουσ. Εἰ στενὴ καὶ τεθλιμμένη ἐστὶν ἡ ὁδὸς, καὶ ὀλίγοι εἰσὶν οἱ εὑρίσκοντες αὐτήν· διὰ ποίας οἱ πολλοὶ εἰσελεύσονται; περὶ γὰρ τῆς πλατείας καὶ εὐρυχώρου λέγει, ὅτι πολλοὶ δι’ αὐτῆς ἔρχονται. ὁ μὲν τοῦ Σωτῆρος λόγος εἴρηται· ἐπειδὴ

60
ὀλίγοι ἀπὸ τοῦ Ἰσραὴλ διασώζονται· οὐ πολλοὶ γὰρ ἐπίστευον εἰς αὐτὸν, ἀλλ’ ὀλίγοι· διὸ ἔλεγε· “ μὴ φοβοῦ, τὸ μικρὸν ποίμνιον,” καὶ τὰ ἑξῆς· προφητικῶς δὲ ἐλέχθη “ πολλοὶ ἥξουσιν” ὡς περὶ τῶν μελλόντων πιστεύειν u ἀπὸ τῶν ἐθνῶν, “ ἀπὸ ἀνατολῶν καὶ “ δυσμῶν·” αὐτοὺς δὲ τοὺς Ἰσραηλίτας ἐκβαλλομένους εἰς τὸ σκότος τὸ ἐξώτερον. Καὶ μετ’ ὀλίγα — Τὸ δὲ “ἀνακλιθήσονται “ ἐν κόλπῳ Ἀβραὰρμ” καὶ τὰ ἑξῆς, τάχα περὶ τοῦ “ ὡμοιώθη ἡ “ βασιλεία ἀνθρώπῳ ποιήσαντι γάμους τῷ υἱῷ αὐτοῦ, καὶ “ ἀπέστειλε τοὺς δούλους αὐτοῦ καὶ τὰ ἑξῆς· καὶ πάλιν, “ οἱ “ υἱοὶ τῆς βασιλείας ἐκβαλλόμενοι, κατὰ τοὺς Ἰσραηλίτας, “ ἀπὸ ἀνατολῶν καὶ δυσμῶν, τὰ ἔθνη.