Catena In Matthaeum (Catena Integra) (E Cod. Paris. Coislin. Gr. 23)
Catenae (Novum Testamentum)
Catenae (Novum Testamentum). Catenae Graecorum Patrum in Novum Testamentum, Vol 1. Cramer, John Anthony, editor. Oxford: Oxford University Pres, 1840.
Περὶ τοῦ λεπροῦ.
[*](2)Καὶ ἰδοὺ λεπρὸς προσελθὼν, προσεκύνει αὐτῷ, λέγων.
Πολλὴ ἡ σύνεσις καὶ ἡ πίστις τοῦ προσελθόντος λεπροῦ· οὐδὲ γὰρ ἀνελθὼν εἰς τὸ ὄρος, διέκοψε τὴν διδασκαλίαν, ἀλλὰ ἀνέμεινε τὸν προσήκοντα καιρὸν, καὶ καταβάντι αὐτῷ προσέρχεται μετὰ πολλῆς τῆς θερμότητος· οὐδὲ γὰρ εἶπεν, ἐὰν παρακαλέσῃς τὸν Θεὸν, οὐδὲ ἐὰν εὔξῃ, ἀλλὰ “ἐὰν θέλῃς, δύνασαι με “καθαρίσαι·” διάτοι τοῦτο οὐδὲ εἶπεν αὐτῷ, ὅτι πιστεύεις εἰ δύναμαι τοῦτο ποιῆσαι, ἀλλὰ καθάρθητι· καὶ τὸ ἔργον εὐθέως ἠκολούθησε τῇ φωνῇ. τίνος δὲ χάριν θελήματι καθαίρων αὐτὸν καὶ τῷ λόγῳ, τὴν τῆς χειρὸς προσέθηκεν ἁφήν; ἵνα δείξῃ καὶ ἐντεῦθεν, ὅτι οὐκ ὑπόκειται τῷ νόμῳ, ἀλλ’ ἐπίκειται, καὶ ὅτι τῷ καθαρῷ λοιπὸν οὐδὲν ἀκάθαρτον. κελεύει δὲ μηδενὶ εἰπεῖν, διὰ τὸ ἀκόμπαστον καὶ ἀφιλότιμον· καίτοι γε ἤδει ὅτι ἀνακηρύξει ἐκεῖνος τὸν εὐεργέτην, ἀλλ’ ὅμως τὸ αὐτοῦ ποιεῖ· ἀλλαχοῦ δὲ κελεύει εἰπεῖν, οὐχ ἑαυτῷ ἐναντιούμενος, ἀλλὰ παιδεύων εὐγνώμονας εἶναι· διὰ μὲν τοῦ λεπροῦ τούτου, ἀτύφους ἡμᾶς παρασκευάζων καὶ ἀκενοδόξους· διὰ δὲ ἐκείνου, εὐχαρίστους καὶ εὐγνώμονας εἶναι παιδεύων. πανταχοῦ τῶν γινομένων τὴν εὐφημίαν ἀναφέρει τῷ δεσπότῃ· δεῖξαι δὲ ἑαυτὸν ἐκέλευσε τῷ ἱερεῖ, καὶ δῶρον προσένεγκε· καὶ ἐνταῦθα πάλιν τὸν νόμον ἀναπληρῶν· οὐδὲ γὰρ πανταχοῦ ἐφύλαττεν, ἀλλὰ ποτὲ μὲν τοῦτο ἐποίει, ποτὲ δὲ ἐκεῖνο· τοῦτο μὲν, τῇ μελλούσῃ φιλοσοφίᾳ προοδοποιῶν· ἐκεῖνο δὲ, τὴν ἀναίσχυντον τῶν Ἰουδαίων τέως κατέχων γλῶτταν, καὶ συγκαταβαίνων αὐτῶν τῇ ἀσθενείᾳ· καὶ τί τοῦτό, φησι, πρὸς τὴν τοῦ νόμου λυσιτελεῖ φυλακήν; οὐ τὸ τυχόν· καὶ γὰρ νόμος ἦν παλαιὸς τὸν λεπρὸν κέντα, μὴ ἑαυτῷ τὴν δοκιμασίαν ἐπιτρέπειν τοῦ καθαρισμοῦ, ἀλλὰ φαίνεσθαι τῷ ἱερεῖ, καὶ τοῖς ὀφθαλμοῖς τοῖς ἐκείνου παρέχειν τὴν ἀπόδειξιν, καὶ ἀπὸ τῆς