Catena In Matthaeum (Catena Integra) (E Cod. Paris. Coislin. Gr. 23)
Catenae (Novum Testamentum)
Catenae (Novum Testamentum). Catenae Graecorum Patrum in Novum Testamentum, Vol 1. Cramer, John Anthony, editor. Oxford: Oxford University Pres, 1840.
Περὶ τῶν ἀποσταλέντων παρὰ Ἰωάννου.
[*](3)Σὺ εἶ ὁ ἐρχόμενος, ἢ ἕτερον προσδοκῶμεν.
Κυρίλλου. Οὐκ ἀγνοῶν εἶναι αὐτὸν τὸν Χριστὸν ἐρωτᾷ, ἣ ὅτι ἤμελλεν εἰς ᾅδου κατελθεῖν, ὥς τινές φασιν· ᾔδει γὰρ τὸ πάθος αὐτοῦ, διὸ καὶ ἀμνὸν αὐτὸν ὠνόμασεν· ἀλλ’ ἵνα ἔτι ζῶν
Ὠριγένουσ. Ἡ τοῦ Ἰωάννου ἐρώτησις, οὐκ αὐτοῦ μόνου ἦν χάριν, ἀλλὰ καὶ τῶν ἀποσταλέντων. οἱ μὲν γὰρ ἀποσταλέντες ἔχρηζον μαθεῖν, εἰ αὐτὸς ἦν ὁ ἐλθών· τοῦτο δὲ ὁ Ἰωάννης ἐγίνωσκε, καὶ διδάσκων τοὺς ἰδίους μαθητὰς ἴσως οὐκ ἔπειθεν. ἐδόκουν δὲ ταπεινοφρονεῖν αὐτόν. περὶ δὲ τοῦ, εἰ αὐτὸς μέλλει ἔρχεσθαι, ἔχρηζεν ὁ Ἰωάννης μαθεῖν· ἔρχεσθαι δὲ ἐν τοῖς κάτω, ἔνθα ηὐτρέπιστο πορεύεσθαι ὁ Ἰωάννης.
Τοῦ Χρυσοστόμου. Ὅτι οὐδὲ τοῦτο ἠγνόει Ἰωάννης, ὥς τινες φασὶν, ὅτι ὑπὲρ ἀνθρώπων ὁ Κύριος ἔμελλε τελευτᾷν, καὶ διὰ τοῦτο εἶπεν, “σὺ εἶ ὁ ἐρχόμενος;” τουτέστιν εἰς τὸν ᾅδην. γινωσκέτωσαν οἱ τοιοῦτοι ὅτι οὐκ ἔχει λόγον τοῦτο· ὁ γὰρ Ἰωάννης, οὐδὲ τοῦτο ἠγνόει. εἰπὼν γὰρ ἀμνὸν αἴροντα τὴν ἁμαρτίαν τοῦ κόσμου, τὸν σταυρὸν ἀνεκήρυξεν, καὶ πάλιν “ὅτι ἐν πνεύματι “βαπτίσει ὑμᾶς,” τὰ μετὰ τὴν ἀνάστασιν προεφήτευσε· πῶς δὲ καὶ “μείζων προφήτου,” ὡς αὐτὸς ὁ δεσπότης ἡμῶν Χριστὸς ἀπεφήνατο, ὁ μηδὲ τὰ τῶν προφητῶν ἐπιστάμενος; ὅτι δὲ οἱ προφῆται τὸ πάθος ᾔδεσαν, παντί που δῆλόν ἐστιν. τίνος δὲ χάριν, εἰ τοῦτο ἦν, οὐκ ἔλεγεν· σὺ εἶ ὁ ἐρχόμενος; ἐπειδὴ τὰ κατὰ τοὺς μαθητὰς Ἰωάννου ᾠκονομήθη καλῶς, καὶ βεβαιωθέντες ἐκ τῶν γενομένων σημείων, ἐνώπιον αὐτῶν ἀπῆλθον. λοιπὸν τὸν περιεστῶτα ὄχλον διορθούμενος· εἰκὸς γὰρ ἦν αὐτοὺς σκανδαλισθῆναι. ὅτι ἄρα μὴ στασιάζων ὁ Ἰωάννης πρὸς τὸν Ἰησοῦν, ταῦτα ἐδήλωσεν αὐτῷ διὰ τῶν μαθητῶν αὐτοῦ, ὁ τοσαῦτα μαρτυρήσας αὐτῷ καὶ μεταπεισθεὶς ταῦτα νῦν λέγει, εἴτε οὗτος, εἴτε ἕτερος εἴη ὁ ἐρχόμενος. ἐπεὶ οὖν πολλὰ τοιαῦτα εἰκὸς ἦν ὑποπτεύειν τὸν ὄχλον, φησὶ περὶ Ἰωάννου· “τί ἐξήλθετε εἰς τὴν “ ἔρημον θεάσασθαι” καὶ τὰ ἑξῆς.
“ Κάλαμον δὲ ὑπὸ ἀνέμου σαλευόμενον” φησὶ, τὸν εὐκόλως καὶ ῥᾳδίως περιφερόμενον, καὶ νῦν μὲν ταῦτα, νῦν δὲ ἐκεῖνα λέγοντα, καὶ ἐπὶ μηδενὸς ἑστῶτα. τὸ δὲ “μαλακοῖς ἱματίοις δηλοῖ τοὺς ἐν τρυφῇ ζῶντας· ἀλλ’ ὁ Ἰωάννης, οὔτε πρώην ὑπῆρχε, φησὶν, ὥσπερ κάλαμος περιφερόμενος, ἢ ἐν τρυφῇ ζῶν, ἀλλ’ οὐδὲ μετὰ ταῦτα τοιοῦτος γέγονε. δείκνυσι γὰρ τοῦτο ἡ στολὴ καὶ
Θεοδώρου Ἡρακγείασ. Ἵνα μὴ νομίσωσι τινὲς ὅτι εὐμετάφορος ἦν Ἰωάννης, ὃν πρώην ἐκήρυξε Χριστὸν, νῦν ἀγνοῶν εἶπε τοῦτο.
Ωριγένουσ. Πρότερον τὴν τῶν Ἰουδαίων μαρτυρίαν θεὶς ὁ Κύριος, τότε τὴν τῶν προφητῶν ἐφαρμόζει· μᾶλλον δὲ μετὰ τὴν Ιουδαϊκὴν μαρτυρίαν, τὸν βίον τὸν τοῦ ἀνδρός· τρίτον, τὴν θανάτου κρίσιν, τέταρτον, τὸν προφήτην· πανταχόθεν αὐτοὺς ἐπιστομίζων.
Ιστεον ὅτι οὐκ ἔστιν ὁ λόγος τοῦ Χρυσοστόμου ὅπου γέγραπται, “σὺ εἰ ὁ ἐρχόμενος, εἰς τὸν ᾅδην δηλονότι, ἢ ἕτερον ἄγγελον “ἀποστέλλεις λυτρωτὴν τῶν ἐκεῖσε κατεχομένων ”
[*](11)Ἀμὴν λέγω ὑμῖν, οὐκ ἐγήγερται ἐν γεννητοῖς γυναικῶν μείζων Ἰωάννου τοῦ βαπτιστοῦ.
Κυρίγγου. Ὅρκῳ πιστοῦται τὰ περὶ Ἰωάννου· τὸ δὲ “ἐγή- “γερται” εἶπε διὰ τὸ τῆς ἀξίας αὐτοῦ μέγα καὶ ἐπηρμένον, ὡς ἐπὶ βασιλέως περιφανοῦς, ἢ φυτοῦ εὐαυξοῦς o. ὅτι γὰρ καὶ τὸν προφητευόμενον εἰδε, καὶ πᾶσιν ἐγνώρισε.
Τοῦ Χρυσοστόμου. Ἀντὶ τοῦ οὐκ ἔτεκε γυνὴ τούτου μείζων· εἰ δὲ καὶ ἐπαινεῖ τὸν Ἰωάννην, ἀλλ’ ἑαυτὸν ὑφεξαίρει ὡς μείζονα αὐτοῦ. εἰ γὰρ καὶ ἀμφότεροι ἐκ γυναικὸς ἐτέχθησαν, ἀλλ’ ὁ μὲν ψιλὸς, ὁ δὲ Θεὸς, καὶ οὐδὲ ὁμοίως αὐτῷ ἐτέχθη Ἰωάννῃ, ἀλλὰ ξένον τινὰ καὶ παράδοξον ἐκ παρθένου τόκον ἔσχεν.
Τὸ δὲ “ὁ μικρότερος” ἑαυτὸν, φησὶ, τὸν μεταγενέστερον τὸ κατὰ σάρκα. οἰκονομικῶς δὲ μείζονα αὐτοῦ ὠνόμασεν ἑαυτὸν, ἐπείπερ πολλοὶ ὡς μέγαν τινὰ εἶχον τὸν Ἰωάννην.
[*](o εὐαξοῦς Cod.)Τοῦ αὐτοῦ. Μικρότερον δὲ αὐτὸν λέγει κατὰ τὴν ἡλικίαν, κατὰ τὴν τῶν πολλῶν δόξαν. καὶ γὰρ ἔλεγον αὐτὸν φάγον καὶ οἰνοπότην. τοῦτο δὲ εἶπεν, οὐχ ὅτι κατὰ σύγκρισιν τοῦ Ἰωάννου μείζων ἦν· ἄπαγε, καὶ γὰρ ἐκ περισσοῦ τούτου μείζων ἦν, ἀλλ’ οἰκονομικῶς διὰ τὴν τῶν πολλῶν ἀσθένειαν συγκαταβαίνει τοῖς ῥήμασι.
Ἰσιδώρου. Κυρίλλου. Θεοδώρου Ἡρακγείασ. Δευτέρα γέννησις ἡ τῆς ἀναστάσεως, δι’ ἧς ἀναγεννώμεθα, καὶ δι’ Ἁγίου Πνεύματος τυγχάνομεν ἀθανασίας, οἱ μέλλοντες ἀπολαύειν τῶν ἀγαθῶν· καὶ ὁ πάνυ ἐλάχιστος ἐκεῖ, ὑπεραναβαίνει τὸν Ἰωάννην, εἰ καὶ ἐκ μήτρας ἐτύγχανεν Ἁγίου Πνεύματος.
Κυρίλλου. Μείζονα λέγει Ἰωάννου τὸν πιστὸν, τὸν διὰ τοῦ λουτροῦ ἀναγεννηθέντα· ἣν κατάστασιν καλεῖ βασιλείαν τῶν οὐρανῶν, ὡς τοῖς πιστοῖς διδομένης βασιλείας, ἧς οὔπω ἦν τυχὼν ὁ βαπτιστής. ὁ δὲ μόνον βαπτισθεὶς, εἰ καὶ μήπω ἔσχεν ἐνάρετον βίον, ὑπὲρ τὸν Ἰωάννην ἐστίν. ὁ οὑν λόγος ἔπαινον ἔχει τοῦ ἁγίου βαπτίσματος.
[*](12)Ἀπὸ δὲ τῶν ἡμερῶν Ἰωάννου τοῦ βαπτιστοῦ ἕως ἄρτι, ἡ βασιλεία τῶν οὐρανῶν βιάζεται.
βασίλειαν δὲ οὐρανῶν καλεῖ, τὰ πνευματικὰ, ἢ εἰς Χριστὸν πίστις διὰ τοῦ βαπτίσματος, ἡ τοῦ Θεοῦ βασιλεία ἐστὶν, ἥτις ἤρξατο ἀπὸ τοῦ κηρύγματος Ἰωάννου τοῦ ὑποδεικνύντος τὸν Χριστόν· αὕτη ἐστίν. οἱ δὲ βιαζόμενοι εἰσὶν οἱ τῇ εἰδωλολατρείᾳ ἀποταττόμενοι, καὶ τῷ παλαιῷ ἔθει.
Σευήρου. Τὸ δὲ “ἔχων ὦτα,” ἀντὶ τοῦ ὁ ἔχων διάνοιαν λογικὴν νοείτω τὰ τῆς διανοίας ὠσὶν ἀκούων.
Τοῦ Χρυσοστόμου. Διὰ τοῦ εἰπεῖν “ἀπὸ τῶν ἡμερῶν,” ὠθεῖ καὶ ἐπάγει λοιπὸν αὐτοὺς, καὶ ἐντεῦθεν εἰς τὴν πίστιν ἑαυτοῦ· οὐδὲ γὰρ ἔστησαν οἱ προφῆται φησὶν, εἰ μὴ ἦλθον ἐγὼ, ὅτι γὰρ ἐγώ εἰμι, δῆλον ἐξ ὧν μέχοις Ἰωάννου τοὺς προφήτας γενέσθαι· ἔτι δὲ καὶ ἐκ τῶν καθ’ ἑκάστην ἡμέραν ἁρπαζόντων τὴν πίστιν τὴν εἰς ἐμέ. τὸ δὲ “ αὐτός ἐστιν Ἠλίας ὁ μέλλων ἔρχεσθαι δηλοῖ, ἐπειδήπερ ἀμφότεροι τούτου ἕνεκεν, λέγω δὴ τῆς τοῦ Χριστοῦ παρουσίας, κήρυκες ἐγένοντο, διὰ τοῦτο παρίσωσεν
Eἰπῶν “ τινι δὲ ὁμοιώσω τὴν γενεὰν Ταύτην,” καὶ τὰ ἑξῆς, ἐδήλωσε διὰ τούτων ὅτι ἐναντίαν ἑκάτερος αὐτός τε καὶ Ἰωάννης ἦλθον ὁδόν· οἷον, εἰ τὴν νηστείαν καλὸν εἶναι νομίζωσιν Ἰουδαῖοι, ἔδει πείθεσθαι Ἰωάννῃ, καὶ ἀποδέχεσθαι αὐτὸν, καὶ πιστεύειν τοῖς ὑπ’ αὐτοῦ λεγομένοις· εἰ δὲ φορτικὸν ἡ νηστεία καὶ ἐπαχθὲς, οὐκοῦν ἔδει πείθεσθαι τῷ Κυρίῳ, καὶ πιστεύειν αὐτῷ τὴν ἐναντίαν ἐλθόντι, ὡς ἐκεῖνοι ἔλεγον αὐτὸν, φάγον καὶ οἰνοπότην. ὅμως οὖν καὶ ὁ δεσπότης ἡμῶν Ἰησοῦς Χριστὸς, τὸν σκληρὸν καὶ φιλόπονον βίον μετήρχετο, νηστεύων (??) ἡμέρας, οὐκ ἔχων ποῦ κεφαλὴν κλίνειν. πρὸς τούτοις δὲ ὁ μὲν Ἰωάννης οὐδὲν πλέον ἐπεδείξατο, πλὴν τοῦ βίου καὶ τῆς πολιτείας· σημεῖον δὲ οὐδὲ ἓν ἐποίησεν· ὁ δὲ δεσπότης ἡμῶν Χριστὸς, καὶ τὴν ἀπὸ τῶν σημείων καὶ τῶν θαυμάτων μαρτυρίαν εἶχε.
[*](19)Καὶ ἐδικαιώθη ἡ σοφία ἀπὸ τῶν τέκνων αὐτῆς.
Θεοδώρου Ἡρακγείασ. Ἡ ὑφεστῶσα σοφία ἐκρίθη ὑπὸ τῶν εἰς αὐτὸν πιστευόντων, ἣ ὅτι τέκνα καλῶν τοὺς ὑβρίζοντας αὐτὸν, οὐκ ἐπαύσατο αὐτοῖς φιλοφρόνως λαλῶν.
[*](20)Τότε ἤρξατο ὀνειδίζειν τὰς πόλεις.
Διατὶ ὠνείδιζε “τὰς πόλεις ἐν αἷς ἐγένοντο αἱ πλεῖσται “δυνάμεις αὐτοῦ, ὅτι οὐ μετενόησαν;” ἵνα μάθωμεν, ὅτι οὐκ ἀπὸ φύσεως ἦσαν τοιοῦτοι πονηροὶ καὶ ἀπειθεῖς, ἀλλὰ ἀπὸ κακῆς προαιρέσεως. καὶ γὰρ ἀπὸ τῆς Βηθσαϊδᾶς πέντε προῆλθον ἀπόστολοι, ὅτε Φίλιππος καὶ αἱ δύω ξυνωρίδες ἐκεῖναι τῶν κορυφαίων· καὶ τὰ Σόδομα δὲ αυτοῖς προστίθησι, τὴν κατηγορίαν αὐτοῖς ἐπαύξων. διότι μεγίστη κακίας ἀπόδειξις, ὅταν μὴ τῶν τότε ὄντων, ἄλλα καὶ τῶν πώποτε γεγονότων πονήρων, φαίνονται χείρους ὄντες. καὶ οὐδὲ ἐνταῦθα τὸν λόγον ἵστησιν, ἀλλὰ καὶ πλειόνως τὸν φόβον ἐπιτείνει, πανταχόθεν αὐτοὺς ἐπιστρέψαι βουλόμενος, ἀπό τε τοῦ ταλανίζειν καὶ φοβεῖν.
Κυρίγγου. Ὥσπερ παίδων ὀρχουμένων, ἑτέρως δὲ θρηνούντων, οὐχ ἵσταται εἰς ἓν βούλῃ μὰ· ἀμφότερα γὰρ μέμφονται τοῖς ἑταίροις, μὴ συμφωνοῦσιν αὐτοῖς· τοιοῦτον τι πεπόνθασιν Ἰουδαῖοι, οὔτε τὸ στυγνὸν τοῦ Ἰωάννου, οὔτε τὸ ἀνειμένον τοῦ Χριστοῦ ἀποδεξάμενοι, οὐδὲ δι’ ἑνὸς τρόπου ὠφεληθέντες. ὁ μὲν γὰρ Ἰωάννης δι’ ἀσκητικοῦ βίου τὰ τῆς σαρκὸς ἐνέκρου, οὐ μὴν δι’ ἀσκητικῶν πόνων βοηθούμενος. καὶ ὁ μὲν Ἰωάννης κηρύσσων βάπτισμα μετανοίας, τύπος ἦν κατηφείας τοῖς ὀφείλουσιν ἐπὶ τοῦτο πενθεῖν· ὁ δὲ Κύριος βασιλείαν οὐρανῶν κηρύσσων, τὸ φαιδρὸν ἐν ἑαυτῷ ἐπεδείκνυτο, δι’ οὗ νοῦ τοῖς πιστοῖς ὑπογράφει τὴν ἐσομένην ζωὴν καὶ τὴν ἄπονον χαράν.
Ὠριγένουσ. Τουτέστιν εὐφροσύνης καὶ βασιλείας οὐρανῶν μαθήματα παραδεδώκαμεν, καὶ οὐ μετὰ χαρᾶς προσεδέξασθε, καὶ πάλιν ἠπειλήσαμεν ὑμῖν τὰ σκυθρωπὰ καὶ τὴν κόλασιν, καὶ ἐπὶ ταῖς ἰδίαις ἁμαρτίαις οὐκ ἐμετανοήσατε.
[*](33)Καὶ σὺ Καπερναοὺμ ἡ ἕως τοῦ οὐρανοῦ ὑψωθεῖσα.
Χρυσοστόμου. Θεοδώρου Ἡρακλείασ. Ἐπειδὴ πολλὰ σημεῖα ἐποίησεν ὁ Χριστὸς ἐν Καπερναοὺμ, ἐδόκει ἕως οὐρανοῦ ὑψοῦσθαι, ἥτις διὰ τὴν ἀπιστίαν πτῶμα πεσοῦσα ἐξαίσιον, ἕως ᾅδου ἔφθασεν. εἰ δέ τις εἴποι καὶ διατί οὐ γέγονε τὰ σημεῖα ἐν Σοδόμοις; ἐροῦμεν, ὅτι ἑκάστῳ καιρῷ, πρόσφορον ὁ Χριστὸς ᾠκονόμησεν· ὅτε ἔδει, ἐσαρκώθη ὁ Λόγος, καὶ ἐποίησε τὰ σημεῖα, πλὴν ἑκάστῃ γενέᾳ κατὰ ἀναλογίαν δίδωσι τὰς εὐθύνας.
[*](25)Ὅτι ἀπέκρυψας ταῦτα ἀπὸ σοφῶν καὶ συνετῶν.
Θεοδώρου Ἡρακλείασ. Σοφοὺς ὧδε, τοὺς Ἰουδαίους καλεῖ, ἣ ὅτι ἐμπιστευθέντες ἦσαν τὰ τοῦ θεοῦ λόγια, ἣ ὅτι κακοῦργοι ἦσαν, καὶ σοφοὶ κακοποιῆσαι. νηπίους δὲ τοὺς Ἀποστόλους λέγει· ἣ σοφοὺς μὲν τοὺς γραμματεῖς καὶ Φαρισαίους, οὐ τὴν ὄντως σοφίαν ἔχοντας, ἀλλὰ τὴν δοκοῦσαν ἀπὸ δεινότητος λόγων.
Ὠριγένουσ. Ἐκ σοφῶν κρύπτεται, τῶν τὴν δευτέραν σοφίαν ἐχόντων· “ ναὶ ὁ πατήρ·” ἀντὶ τοῦ καλῶς ὁ πατήρ.
Θεοδώρου Ἡρακλείασ. Θεοδώρου Μονάκου. Σοφοὺς μεγίστους Ἰουδαίους, ὅτι ἐπιστεύθησαν τὰ λόγια τοῦ Θεοῦ, ἣ ὅτι σοφοὶ ἦσαν τοῦ κακοποιῆσαι, νηπίους δὲ τοὺς Ἀποστόλους.
Τὸ “ ἐξομολογοῦμαι σοι” ἐνταῦθα, ἀντὶ τοῦ εὐχαριστῶ σοι τέθεικεν. τίνος ἕνεκεν; διότι φησὶν, ἃ σοφοὶ οὐκ ἔγνωσαν, ταῦτα ἔγνωσαν νήπιοι. νηπίους δὲ, τοὺς Ἀποστόλους καλεῖ· τὸ δὲ “ἐγένετο εὐδοκία, ὅτι ἤρεσέ σοι.
[*](27)Πάντα μοι παρεδόθη ὑπὸ τοῦ Πατρός μου.
Πάντων ἐστὶ δεσπότης, μεμπταῖοι οἱ μὴ ὑπακούσαντες καὶ ἐπεγνωκότες τὸν πάντων Κύριον.
Θεοδώρου Μονάκου. Πάντων εἶπεν, ἵνα μὴ δύο Θέους ἀγεννήτους νοήσῃς.
Μηδὲν ἀνθρώπινον ὑποπτεύσωμεν· ἵνα γὰρ μὴ δύο Θέους ἀγεννήτους νομίσωμεν, ταύτην τὴν λέξιν τέθεικεν· ἐπεὶ ὅτι ὁ μὲν ἐγεννήθη, καὶ πάντων δεσπότης ἐστὶ, πολλαχόθεν δῆλον, καὶ ἐξ ὣν ἐπάγει, ὅτι “ οὐδεὶς γινώσκει τὸν Υιον,” καὶ τὰ ἑξῆς ὃ δὲ λέγει τοιοῦτον ἐστίν. ὅτι οὐ μόνον πάντων εἰμὶ δεσπότης, ἀλλὰ καὶ τὸ τούτου μεῖζον ἔχω, τὸ εἰδέναι τὸν Πατέρα, καὶ τῆς αὐτοῦ οὐσίας εἶναι. καὶ οὐχ ᾡ ἃν ἐπιτάττομαι, οὐδὲ ᾡ ἂν κελεύομαι, ἀλλ’ ᾧ ἐὰν βούλομαι, ὡς Υἱὸς ἀποκαλύπτω.
[*](28)Δεῦτε πρός με πάντες οἱ κοπιῶντες.
Θεοδώρου Ἡρακλείασ. Κοπιῶντας λέγει τοὺς τὸ ἄχθος τῶν ἁμαρτημάτων ἔχοντας ἐν τῇ ψυχῇ· ζυγὸν δὲ, τὸν ἐνάρετον λέγει βίον, δι’ οὗ τίς μιμεῖται Χριστὸν, ἐν πραότητι καὶ ταπεινοφροσύνῃ.
Χρυσοστόμου. Πάντας παρακαλεῖ Χριστὸς ὁ Κύριος, καὶ οὐ τὸν δεῖνα καὶ τὸν δεῖνα, ἀλλὰ πάντας τοὺς ἐν φροντίσει, τοὺς ἐν λύπαις, τοὺς ἐν ἁμαρτίαις. οὗτοι γάρ εἰσιν οἱ κοπιῶντες καὶ πεφορτισμένοι, οὐχ ἵνα, φησὶν, ἀπαιτήσω εὐθύνας, ἀλλ’ ἵνα λύσω τὰ ἁμαρτήματα. καὶ οὐκ εἶπεν, ἴνα σώσω μόνον, ἀλλὰ καὶ ὃ πολλῶ πλεῖον ἦν, ἵνα ἐν ἀδείᾳ καταστήσω πάσῃ, καὶ μὴ φοβηθῆτε, φησὶ, ζυγὸν ἀκούοντες· χρηστὸς γάρ ἐστιν· μηδὲ δείσητε, ἐπειδὴ φορτίον εἶπεν· ἐλαφρὸν γάρ ἐστι. κἂν γὰρ εἰπεν ἔμπροσθεν, “ὅτι στενὴ ἡ πύλη καὶ τεθλιμμένη ἡ ὁδὸς, πρὸς τοὺς ῥαθύμους καὶ ἀναπεπτωκότας εἶπεν. ἐπειδὴ ἐὰν κατορθώσῃ τις τὰ εἰρημένα, ἐλαφρόν ἐστι τὸ φορτίον. κατορθοῖ δὲ ἐὰν ταπεινὸς γένηται, καὶ πρᾶος, καὶ ἐπιεικής· αὕτη ἐστὶ μήτηρ φιλοσοφίας.
Ὠριγένουσ. Κόπος p καὶ μέγιστον φορτίον ἡ ἁμαρτία, ὅτι καὶ παρὰ φύσιν ἐλαφρὸς ὁ ὑπὲρ εὐσεβείας ἀγὼν, μεγίστην ἔχων ἀντίληψιν.