Catena In Matthaeum (Catena Integra) (E Cod. Paris. Coislin. Gr. 23)

Catenae (Novum Testamentum)

Catenae (Novum Testamentum). Catenae Graecorum Patrum in Novum Testamentum, Vol 1. Cramer, John Anthony, editor. Oxford: Oxford University Pres, 1840.

Περὶ τοῦ ξηρὰν ἔχοντος τὴν χεῖρα.

[*](1)

Ἐν ἐκείνῳ τῷ καιρῷ ἐπορεύθη ὁ Ἰησοῦς τοῖς σόββασιν διὰ τῶν σπορίμων.

Ὠριγένουσ. Εἰδὼς ὁ δεσπότης Χριστὸς ὡς προγνώστης, τὸ τί ἔμελλον ποιεῖν οἱ μαθηταὶ, τούτου χάριν ἤγαγεν αὐτοὺς διὰ τῶν σπορίμων, καὶ ἐπειδὴ ἐβούλετο λυθῆναι τὸ σάββατον, δι’ αἰτίας τοῦτο ποιεῖ. καὶ οὐδέποτε χωρὶς αἰτίας αὐτὸ λύει, ἀλλὰ διδοὺς προφάσεις εὐλόγους, ἴνα καὶ τὸν νόμον ἀναπαύσῃ, καὶ τοὺς Ἰουδαίους μὴ πλήξῃ, εἴγε συνιέναι ἤθελον· ὃ δὴ καὶ ἐνταῦθα κατασκευάζει, τὴν τῆς φύσεως ἀνάγκην προβαλλόμενος τὴν πεῖναν. χρὴ δὲ θαυμάζειν καὶ τῶν μαθητῶν τὴν ὑπομονὴν, μηδένα τῶν σωματικῶν ποιουμένους λόγον, ἀλλὰ πάρεργον τιθεμένους τὴν τῆς σαρκὸς τράπεζαν, καὶ λιμῷ μαχομένους διηνεκεῖ, καὶ οὐδὲ οὕτως ἀφισταμένους. εἰ μὴ γὰρ ἠνάγκαζεν αὐτοὺς σφόδρα τὸ πεινᾶν, οὐδὲ τοῦτο ἐποίουν· διατί; ὅτε μὲν ἔτιλλον τοὺς στάχυας οἱ Ἀπόστολοι, οὐ πάνυ σφοδρῶς οἱ Φαρισαῖοι ἐπαρωξύνθησαν· καίτοι μᾶλλον πρὸς τὴν γνώμην αὐτῶν τὴν σκληρὰν ἀκόλουθον ἦν· ὅτε δὲ τὴν χεῖρα τὴν ξηρὰν ἰάσατο, τότε οὕτως ἐξεθηριώθησαν, ὥστε καὶ ἐπὶ σφαγῆς αὐτοὺς βουλεύεσθαι καὶ ἀναιρέσεως· ἐπειδὴ ἐκεῖ μὲν οὐδὲν γέγονε μέγα καὶ γενναῖον, καὶ διὰ τοῦτο σφοδρῶς ἐταράχθησαν· ἐνταῦθα δὲ ἐπειδὴ εἶδον τινὰς διὰ τὸ θαῦμα σωζομένους, διὰ τοῦτο ἀγριαίνονται καὶ ταράττονται. παράγει δὲ τὸν Δαβὶδ εἰς τὸ μέσον, ἐπειδὴ πολλὴ τοῦ προφήτου ἦν ἡ δόξα.

[*](6)

Λέγω δὲ ὑμῖν ὅτι τοῦ ἱεροῦ μείζων ἐστὶν ὧδε.Ωριγένουσ. Εἰ ὑπὲρ τὴν ἐντολὴν ἐδείκνυτο τὸ ἱερὸν, ἆρα ὑπὲρ τὸν νόμον ἦν ὁ Χριστός.

[*](7)

Ἔλεον θέλω, καὶ οὐ θυσίαν.

Θεοδώρου. Θυσιῶν μέν, φησιν, οὐ προσδέομαι, δέχομαι δὲ ταύτας τῇ τῆς ὑμετέρας ἀσθενείας γνώμῃ συγκαταβαίνων, ἀπαι- [*](P Τόπος Cod.)

90
τῶν δὲ τὰ δύο ταῦτα, τήν τε πρὸς ἐμὲ εὔνοιαν, καὶ τὴν εἰς τὸν πέλας φιλανθρωπίαν. ταῦτα γὰρ νομοθετῶν, πρῶτα τέθεικα· “ἀγα- “ πήσεις Κύριον τὸν Θεόν σου, καὶ τὸν πλησίον σου ὡς ἑαυτόν.

[*](10)

Εἰ ἔξεστι τοῖς σάββασι θεραπεύειν;

Ισιδώρου Πηλουσιώτου. Ὅτι παντὸς ἔργου χειροκμήτου ἐν σαββάτῳ κεκωλυμένου, αὐτοὶ ξυλοκοποῦσι, καὶ πῦρ ἅπτουσι, καὶ τὰς θυσίας κρεωνομοῦσιν. ἅπερ ὡς μὲν ἔργα κοινὰ πληροῦν ἐν σαββάτῳ οὐκ ἐπιτρέπονται, ὡς δὲ θυσίας ἐπιτελεῖν οὐ κωλύονται, τοῦτο τοῦ νόμου κελεύοντος· καὶ συμβαίνει βεβηλοῦσθαι μὲν τὸ σάββατον τῇ ἐργασίᾳ, ἀναιτίους δὲ εἶναι τοὺς ἱερεῖς τῇ διαφορᾷ τῆς ἐργασίας.

Ὠριγένουσ. Εἰ Κύριος ἐστὶ τοῦ σαββάτου ὁ υἱὸς τοῦ ἀνθρώπου ἑαυτὸν λέγων καὶ βασιλεὺς, ἔξεστι τῷ βασιλεῖ, ποτὲ μὲν περὶ σαββάτου νομοθετεῖν, ποτὲ δὲ καὶ παύειν τὸ σάββατον μετὰ τῶν θυσιῶν καὶ ὁλοκαυτωμάτων, καὶ τῆς λοιπῆς λειτουργίας τοῦ ἱεροῦ, καινὴν διαθήκην νομοθετῶν. διὰ τοῦ παραδείγματος τούτου συλλογιζόμενος αὐτοὺς, ὅπως μὴ ἔχωσι πρόφασιν ἀναισχυντίας, εἰς τὸ πάλιν ἐγκαλεῖν αὐτῶν διὰ τὴν θεραπείαν· καὶ τότε εἰπὼν τῷ ἀνθρώπῳ “ἔκτεινον τὴν χεῖρά σου,” καὶ ἐξέτεινε, καὶ ἀπεκατεστάθη ἡ χεὶρ αὐτοῦ ὑγιὴς ὡς ἡ ἄλλη· ἐκεῖνοι δὲ οὐδὲ ἀδικηθέντες ἐξέρχονται, καὶ βουλεύονται ἵνα ἀνέλωσιν αὐτόν· τοσοῦτον ἡ βασκανία κακόν· ὁ δὲ ἥμερος καὶ πρᾶος ἀνεχώρησε ταῦτα μαθών. ἠκολούθησαν δὲ αὐτῷ ὄχλοι πολλοὶ, διατὶ; θαυμάζοντες αὐτὸν, ἐκεῖνοι δὲ τῆς πονηρᾶς οὐκ ἀφίσταντο γνώμης.

Τοῦ Χρυσοστόμου. Διατὶ δὲ ἐπηρώτησεν αὐτὸν, εἰ ἔξεστι τοῖς σάββασι θεραπεύειν; ἐπειδὴ μιαροὶ ὄντες, καὶ ἰδόντες ὅτι ἥξει πάντως ἐπὶ τὴν ἰατρείαν, τῇ ἐρωτήσει προκαταλαβεῖν αὐτὸν ἔσπευδον· προσδοκῶντες ἐν τούτῳ κωλύειν· εἰ δὲ μή γε, ἵνα κατηγορήσωσιν αὐτόν. ὁ δὲ φιλάνθρωπος, τὴν οἰκείαν ἡμερότητα ἐπιδεικνὺς, καὶ τὴν ἐκείνων φανεροποιῶν ἀπανθρωπίαν, ἵστησι τὸν ἄνθρωπον εἰς μέσον. τίνος δὲ ἕνεκεν; ὅπως εἰς συμπάθειαν αὐτοὺς προσκαλέσηται· ὡς δὲ οὐδὲ οὕτως ἐπεκάμφθησαν, τότε ἐλυπήθη, φησὶν, καὶ ὠργίσθη αὐτοῖς διὰ τὴν πώρωσιν τῆς καρδίας αὐτῶν, καὶ εἶπε πρὸς αὐτούς· “τίς ἔστιν ἐξ ὑμῶν,” καὶ τὰ ἑξῆς.

91

Σευήρου. Τὸ τῶν Ἰουδαίων θεομάχον καὶ φιλαίτιον καὶ φιλόψογον ἔθνος, τὸ ἐνεργὸν μὲν εἰς κακίαν, ἀργὸν δὲ πρὸς ἀρετὴν, ᾐτιᾶτο τὸν εὐεργέτην Χριστὸν ἐν σαββάτῳ, ψυχὰς καμνούσας ἀσθενείᾳ σωμάτων ἐλευθεροῦντα τῶν ἀλγεινῶν· ᾔδει γὰρ αὐτὸς, ὁ ὣν Λόγος τοῦ Θεοῦ καὶ Πατρὸς, καὶ δοὺς αὐτοῖς τὸν νόμον, ὡς τὰ πρὸς σωτηρίαν ψυχῶν ἐνεργεῖν τὸ σάββατον οὐκ ἐκώλυσεν· εἶπε γὰρ ἐν αὐτῷ μὴ ποιεῖν ἔργα πλὴν ὅσα ποιηθήσεται πάσῃ ψυχῇ· διὸ καὶ κατ’ αὐτὴν τὴν ἡμέραν, τῷ ξηρὰν ἔχοντι τὴν χεῖρα μόνον ταύτην ἐκτείνειν ἐκέλευεν, καὶ ἐξετείνετο, καὶ τοὺς ἀγνώμονας ὁρῶντας ἐπαίδευεν, ὡς ξηρὰς τὰς τῆς ἀγαθοεργίας ἔχοντας χεῖρας, τὸ σάββατον ἀτιμάζουσιν.

Ἀπολινατίου. Καὶ σὺ ἄνθρωπε, ἐὰν ἔχῃς χεῖρα ξηρὰν, ἀκούσας παρὰ τοῦ Σωτῆρος, “ἔκτεινον τὴν χεῖρα σου” ἐπὶ ἔργοις ἀγαθοῖς, ἐνεργοῦντος τοῦ Ἰησοῦ, ἀποκατασταθήσεται ὑγιὴς ὡς ἡ ἄλλη.

[*](18)

Ἰδοῦ, ὁ παῖς μου, ὃν ᾑρέτισα.

Διὰ μὲν τοῦ “ᾑρέτισα,” τὴν ὁμογνωμοσύνην τὴν πρὸς τὸν πατέρα δηλῶν· διὰ δὲ τοῦ “κρίσιν τοῖς ἔθνεσιν ἀπαγγελεῖ,” τὴν κλῆσιν τῶν ἐθνῶν σημαίνων. διὰ δὲ τοῦ “οὐκ ἐρίσει οὐδὲ κραυγάσει, τὴν πραότητα αὐτοῦ ἐμφαίνων· διὰ δὲ τοῦ “κάλαμον” καὶ τὰ ἑξῆς, τὴν αὐτοῦ ἰσχὺν καὶ τῶν Ἰουδαίων τὸ ἀσθενὲς ὑπογράφων· καὶ γὰρ ἠδύνατο ῥᾴδιον αὑτοὺς ὥσπερ κάλαμον διακλάσαι. διὰ δὲ τοῦ “λίνον τυφόμενον,” τὸν Θεοῦ μὲν αὐτῶν τὸν ἀναπτόμενον παρίστησι, καὶ τὴν αὐτοῦ δύναμιν ἱκανὴν οὖσαν καταλῦσαι καὶ κατασβέσαι τοῦτον μετ’ εὐκολίας ἁπάσης· ὅθεν καὶ ἐν τούτῳ ἡ πολλὴ αὐτοῦ ἐπιείκεια ἐπιδείκνυται. τὸ δὲ “ἕως ἃν ἐκβάλῃ εἰς “νῖκος τὴν κρίσιν αὐτοῦ,” σημαίνει, ὅτι ὅτ’ ἄν τις παρ’ ἑαυτοῦ πάντα πληρώσῃ, καὶ νικήσει τὰ παρ’ αὐτοῦ δικαιώμενα, τότε καὶ τὴν ἐκδίκησιν ἐπάξει, καὶ ἐκδίκησιν τελείαν· τότε γὰρ τὰ δεινὰ καταλήψεται αὐτούς· ἀλλ’ οὐκ ἐν τούτω στήσονται τὰ τῆς οἰκονομίας, ἐν τῷ κολασθῆναι τοὺς ἀπιστήσαντας μόνον, ἀλλὰ καὶ τὴν οἰκουμένην ἐπισπάσηται· διὸ καὶ ἐπήγαγεν, “ἐπὶ τῷ ὀνόματι “αὐτοῦ ἔθνη ἐλπιοῦσιν,” καὶ ἵνα μάθωμεν ὅτι καὶ τοῦτο κατὰ γνώμην ἐπὶ τοῦ Πατρὸς, ἐν τῷ προοιμίῳ ὁ προφήτης καὶ τοῦτο μετὰ τῶν ἔμπροσθεν εὐεγγυήσατο εἰπὼν, “ὁ ἀγαπητὸς, εἰς ὃν

92
“εὐδόκησεν ἡ ψυχή μου·” ὁ γὰρ ἀγαπητὸς εὔδηλον ὅτι κατὰ γνώμην τοῦ φιλουμένου ταῦτα ἐποίει.

Ὠριγένουσ. “Κάλαμός” ἐστι “συντετριμμένος,” ψυχὴ ἐν ἁμαρτίαις συντετριμμένη· “λίνος” ἐστὶ “τυφόμενος,” οἱ κατεπαιρόμενοι τῇ ἀληθείᾳ.

Τοῦ αὐτοῦ. “Κάλαμον” λέγει, τὸν διὰ προστάγματος Πιλάτου γράψαντα ἐν ἐμπαιγμῷ, τὸ “οὗτός ἐστιν ὁ βασιλεὺς τῶν “Ἰουδαίων,” ὃν καὶ ἀορασία ὡς εὐκόλως δυνάμενον κατεάξαι, οὐ συνέτριψεν, ἀλλ’ ἠνέσχετο πάσχειν καὶ φέρειν τὴν ἐπιγράφην. “λίνον” δέ φησι, “τυφόμενον” τὸν τῶν κατεπαιρομένων βασιλέων τῦφον· λέγει δὲ Πιλάτου καὶ Ἡρώδου πεφυσιωμένων ἐπί τε τῇ ἀρχῇ καὶ τῇ φαντασίᾳ, καὶ ἀνεχομένων παρίστασθαι ὡς κριτὸν τὸν κριτὴν τῶν κριτῶν· ὃν καὶ οὐκ ἔσβεσε τέως ὁ Κύριος Ἰησοῦς Χριστὸς, διὰ τοῦ οἰκείου πάθους τὴν τῶν ἀνθρώπων σωτηρίαν πραγματευόμενος.

Θεοδώρου Ἡρακλείασ. Τὸ πρᾶον ὁ Πατὴρ διὰ τούτων ἐξαγγέλλει· “κάλαμον” δὲ, ἐπειδὴ ἀσθενεῖς ἦσαν ὡς κάλαμος συντετριμμένος, καὶ ὡς λίνος καπνιζόμενος ἐγγὺς ὢν τοῦ σβεσθῆναι· οὐκ ἀντέλεγεν αὐτοῖς ἐπὶ πολὺ, ἀλλ’ ὑπεχώρει· ἵνα μὴ ὁλοτελῶς ἀπόλωνται, διὰ τὴν ἄγαν ἀσθένειαν· τὸ δὲ “ἕως ἂν “ἐκβάλῃ,” ἠνέσχετο αὐτῶν, ἕως πληρώσει τὸν τῆς οἰκονομίας σκοπόν· τοῦτο γάρ ἐστιν εἰς τέλος ἐκβαλεῖν τὴν κρίσιν, μεθ’ ἣν τὰ ἔθνη ἐπίστευσαν εἰς αὐτόν.