Catena In Matthaeum (Catena Integra) (E Cod. Paris. Coislin. Gr. 23)
Catenae (Novum Testamentum)
Catenae (Novum Testamentum). Catenae Graecorum Patrum in Novum Testamentum, Vol 1. Cramer, John Anthony, editor. Oxford: Oxford University Pres, 1840.
Περὶ τῆς τῶν ἁγίων Λποστόλων διαταγῆς.
[*](2)Τῶν δὲ δώδεκα ἀποστόλων τὰ ὀνόματα ἔστι ταῦτα.
Διὰ τοῦτο λέγει αὐτῶν τὰ ὀνόματα, ἐπειδήπερ δύο μόνας συζυγίας μνημονεύσας ἐν τοῖς ἔμπροσθεν κληθείσας ὑπὸ Χριστοῦ, Πέτρον καὶ Ἀνδρέαν, Ἰάκωβον καὶ Ἰωάννην, ἔτι δὲ καὶ ἑαυτὸν, ἀναγκαῖος νῦν τὸν κατάλογον αὐτῶν καὶ τὸν ἀριθμὸν ποιεῖται. Εἰπὼν δὲ “ Σίμων, ἀναγκαίως προσέθηκεν “ ὁ λεγόμενος “ Πέτρος·” καὶ γὰρ καὶ ἕτερος Σίμων ἦν ὁ Κανανίτης. χρὴ δὲ σκοπεῖν, ὅτι οὐ κατὰ τὴν ἀξίαν τίθησιν αὐτούς· ὁ γὰρ Ἰωάννης μείζων ἦν τοῦ ἀδελφοῦ. εἶτα εἰπὼν “ Φίλιππος καὶ Bαρθολομαῖος,” ἐπήγαγε, “ Θωμᾶς καὶ Ματθαῖος ὁ τελώνης· εἶτα “ Ἰάκωβος ὁ τοῦ “ Ἀλφαίου·” ἦν οὖν, ὡς προγέγραπται, καὶ ὁ τοῦ Εεβεδαίου· εἶτα εἰπὼν “ Αεββαῖον τὸν ἐπικληθέντα Θαδδαῖον, καὶ Σίμωνα τὸν “ ζηλωτὴν,” ὃν καὶ Κανανίτην καλεῖ, ἐπὶ τὸν προδότην ἔρχεται· ἀπὸ τῆς πόλεως αὐτὸν καλῶν, Ἰούδας ὁ Ἰσκαριώτης· ἦν γὰρ καὶ ἕτερος Ἰούδας ὁ Λεββαῖος, ὁ ἐπικληθεὶς Θαδδαῖος, ὃν Ἰάκωβον φησὶν ὁ Λουκᾶς· εἰς δὲ τὸν Ἰούδαν τὸν Ἰσκαριώτην προσέθηκεν, “ ὁ παραδιδοὺς αὐτόν·” οὐδὲν τῶν δοκούντων ἐπονειδίστων εἶναι ἀποκρυπτόμενος. “ τούτους τοὺς δώδεκα ἀπέστειλεν ὁ Ἰησοῦς· ποίους τούτους ; τοὺς ἁλιεῖς· καὶ δύο τελῶναι, Ματθαῖος καὶ Θαδδαῖος· καὶ εἶς προδότης· ἀπέστειλε δὲ αὐτοὺς λέγων· “ εἰς ὁδὸν ἐθνῶν " μὴ ἀπέλθετε,” καὶ τὰ ἑξῆς· κἂν γάρ με ὕβρισαν, φησὶ, καὶ δαιμονῶντα καλῶσιν, οὐκ ἀποστρέφομαι αὐτοὺς, ἀλλ’ αὐτοὺς πρώτους διορθῶσαι ἐσπούδακα· καὶ πάντων ὑμᾶς ἀπάγων τῶν ἄλλων, πρὸς τούτους πέμπω διδασκάλους καὶ ἰατρούς· καίπερ τῶν ἐθνῶν καὶ τῶν Σαμαρειτῶν ἐπιτηδειοτέρως ἐκείνων πρὸς τὴν πίστιν ἐχόντων· κηρύττειν δὲ αὐτοὺς οὐδὲν αἰσθητὸν κελεύει, ὥσπερ Μωυσῆς καὶ οἱ λοιποὶ προφῆται, γῆν καὶ τὰ ἐν τῇ γῇ ἀγαθά· ἀλλὰ βασιλείαν οὐρανῶν καὶ τὰ ἐκεῖ ἅπαντα.
[*](6)Πορεύεσθε δὲ μᾶλλον πρὸς τὰ πρόβατα τὰ ἀπολωλότα οἴκου Ἰσραήλ.
Tοῦ άγίου Κυρίλλου. Ὅτι δεῖ πρῶτον τοῖς Ἰουδαίοις κηρύττειν·
Ὅτι ἤγγικεν ἡ βασιλεία τῶν οὐρανῶν.
Θεοδώρου Μονάκου. Διὰ τῆς σαρκώσεως ἦν e ἐγγίσασα f. καὶ ἀεὶ μὲν ἦν ἐγγὺς Χριστὸς ὁ Θεός.
[*](8)Δωρεὰν ἐλάβετε, δωρεὰν δότε.
Ἵνα δὲ μὴ ἐπαρθῶσιν ἀπὸ τῶν γινομένων σημείων, φησὶ, “δωρεὰν ἐλάβετε·” οὐ γὰρ μισθοῦ ταῦτα ἔχετε, οὐδὲ πονήσαντες· ἐμὴ γὰρ ἡ χάρις, οὕτως οὑν καὶ ἐκείνοις δωρεὰν δότε.”
[*](9)Μῆ κτήσησθε χρυσὸν, μὴ ἄργυρον.
Οὐκ εἶπεν δὲ μὴ λάβητε μεθ’ ἑαυτῶν χρυσὸν, ἀλλὰ “μὴ “κτήσησθε·” ἵνα διὰ τούτου πολλὰ κατώρθουν, ἀνύποπτοι μένοντες, καὶ πάσης ἀπαλλαττόμενοι φροντίδος, καὶ τῷ λόγῳ τῆς διδασκαλίας προσέχοντες, καὶ τὴν τοῦ Θεοῦ δύναμιν διδασκόμενοι, ἑξῆς ἀνενδεεῖς τῶν πρὸς τὴν χρείαν ἐγίνοντο, ἐκ τῶν μαθητῶν αὐτῶν ἀποτρεφόμενοι· τοῦτο γὰρ δηλοῖ, “ἄξιος ὁ ἐργάτης τῆς τροφῆς αὐτοῦ.
Τὸ δὲ τοὺς ἀξίους ἐπιζητεῖν εἰς ἑκάστην πόλιν, σημαίνει τοῦ μὴ τὰς ἁπάντων θύρας περιιέναι· εἰ γὰρ ἄξιός ἐστι, καὶ πάντως δώσει τροφὰς, καὶ μάλιστα ὅταν μηδὲν πλέον τῶν ἀναγκαίων ἀπαιτεῖται· οὐ μόνον δὲ ἀξίους κελεύει ζητεῖν, ἀλλὰ μηδὲ οἰκίαν ἐξ οἰκίας ἀμείβειν, ὥστε μηδὲ τὸν δεχόμενον λυπεῖν, μήτε αὐτοὺς δοξὰν λαμβάνειν γαστριμαργίας. τὸ δὲ πρώτους ἀσπάζεσθαι, μετριάζειν αὐτοὺς παρασκευάζει καὶ ἐν τούτῳ· μὴ γὰρ, ἐπειδὴ διδάσκετέ, φησι, διὰ τοῦτο περιμένετε παρ’ ἑτέρων ἀσπάζεσθαι g. μᾶλλον μὲν οὖν ὑμεῖς προηγεῖσθε h τῇ τιμῇ. δεικνὺς δὲ ὅτι οὐκ ἀσπασμός ἐστι τοῦτο ψιλὸς, ἀλλ’ ἀλογία, ἐπάγει λέγων, “ἐὰν [*](e ἣν Cod. f ἐγγύσασα Cod. g ἀσπάζεσθε Cod. h προηγεῖσθαι Cod.)
Θεοδώρου Ἡρακαείασ. τὰς τοῦ Χριστοῦ δωρεὰς μὴ πω, λήσητε.
Τοῦ αὐτοῦ. τίς χρεία πήρας τοῖς μὴ ἐπαγομένοις τί ἐφόδιον;
Τοῦ αὐτοῦ. Ὄρα πῶς τὴν ἀκτημοσύνην, διὰ τοῦ εἰπεῖν, “ μηδὲ δύο χιτῶνας,” διδάσκει. ἐκ τούτου δὲ δῆλόν ἐστιν ὅτι ἑνὶ χιτῶνι ἐκέκτητο ὁ Κύριος.
Θεοδωρήτου Ε᾿πισκόπου Κύρρου. ταῦτα φησὶν, ὥστε μὴ εὐκόλου καὶ προχείρου γνώμης ἀποφέρεσθαι δόξαν παρὰ τοῖς τὴν πόλιν οἰκοῦσιν.
Ὠριγένουσ. Διὰ τὸ βέβαιον καὶ ἀμετάστατον· τοῖς μὲν γὰρ ἐμπορευομένοις μετιέναι ἐξ ἑτέρων εἰς ἑτέρους ἁρμόσει· τοῖς δὲ δωροδοκήτοις οὐκέτι· δικαίαν δὲ ἔδειξεν εἶναι τὴν τῶν ἀναγκαίων ἀπόλαυσιν παρὰ τῶν διδασκομένων, τῶν ἐργαζομένων οὖσαν μισθόν· τροφὴν δὲ εἰπὼν, τὴν τρυφὴν ἀπεκώλυσεν.
[*](14)Ἐξερχόμενοι τῆς οἰκίας ἢ τῆς πόλεως ἐκείνης, ἐκτινάξατε τὸν κονιορτὸν τῶν ποδῶν ὑμῶν.
Θεοδωρήτου. Tὸ ἐκτινάσσειν τὸν κονιορτὸν τῶν ποδῶν, κατὰ τῶν μὴ ὑποδεχομένων αὐτοὺς, σύμβολον τῆς ὁδοιπορίας, ἣν ὑπέμειναν ὕπερ ἀυτῶν.
[*](16)Γίνεσθε οὖν φρόνιμοι ὡς οἱ ὄφεις, καὶ ἀκέραιοι αἱ περιστεραί.
Καήμεντοσ. Ἐκεῖνος φρονίμως πονηρεύεται· ἡμεῖς φρονίμως ἀγαθουργήσωμεν.
Θεοδώρου Ἡραεαείασ. Φρονίμους αὐτοὺς θέλει εἶναι, πρὸς τὸ μὴ ἀγνοεῖν τὴν τῶν φαύλων κακουργίαν· ἀκεραίους δὲ φέρειν τοὺς ἀδικοῦντας καὶ μὴ ἀμύνασθαι.
Ἰσιδώρου Πηαοτσιώρου. Φρονίμους εἶναι ἡμᾶς κατὰ τὸν ὄφιν κελεύει, ἐν παντὶ πειρασμῷ συντηροῦντας τὴν κεφαλὴν ἡμῶν, ἥτις ἐστὶν ἡ πίστις ἡμῶν· ὅσαις γὰρ ἂν πληγαῖς ὁ ὄφις συνἔχεται,
Εἰπῶν δὲ ὅτι εγω ἀποστέλλω ὑμᾶς ὡς πρόβατα, ἀντὶ του ἐγὼ ὁ κραταιός, φησι, καὶ δυνατὸς, ὅπερ ἀρκεῖ εἰς παραμυθίαν, ἀρκεῖ εἰς τὸ θαρρεῖν καὶ μηδὲν δεδοικέναι τῶν ἐπιόντων· ἀχείρωτοι γάρ, φησιν, ἔσεσθε· τὸ δὲ “ὡς πρόβατα,” δηλοῖ, ἵνα τὴν τῶν προβάτων ἡμερότητα ἐπιδεικνύηται· καὶ ταῦτα πρὸς λύκους ἀπερχόμενοι, καὶ οὐχ ἁπλῶς λύκους, ἀλλὰ καὶ “ἐν μέσῳ λύκων· καὶ οὐ προβάτων ἡμερότητα μόνον ἔχειν κελεύει, ἀλλὰ καὶ τῆς περιστερᾶς τὸ ἀκέραιον· τουτέστι, τὴν ἁπλότητα καὶ ἀκακίαν· καὶ οὐ μόνον τοῦτο, ἀλλὰ ἐκέρασεν ταῦτα ἀμφότερα, ὥστε γενέσθαι αὐτὰ ἀρετήν· ἵνα τὴν μὲν φρόνησιν τοῦ ὄφεως ἔχωσιν εἰς τὸ τηρεῖν τὴν κεφαλήν· τουτέστι τὴν πίστιν· τὸ δὲ ἀκέραιον τῆς περιστερᾶς, τὴν ἀκακίαν εἰς τὸ μὴ ἀμύνασθαι τοὺς ἀδικοῦντας ὅπως πάντοθεν ἠκριβωμένοι ὦσιν, ὥστε μήτε ὑπὸ κινδύνων ταπεινοῦσθαι, μήτε ὑπὸ θυμοῦ παροξύνεσθαι· ταῦτα δὲ ἔλεγεν, περὶ τῶν οὐ μετὰ μικρὸν ἐσομένων χρόνων ἄνωθεν πρὸ πολλοῦ τῷ πρὸς τὸν διάβολον προπαρασκευάζειν αὐτοὺς πολέμῳ· διὸ καὶ ἔλεγεν, “προσέχετε ἀπὸ τῶν ἀνθρώπων,” καὶ τὰ ἑξῆς.
Τοῦ Χρυσοστόμου. ταῦτα δὲ αὐτοῖς ἔλεγεν, ἵνα θαρρεῖν ἔχωσι, καὶ πανταχοῦ αὐτὸν ἕξουσι συμπαρόντα· χρὴ δὲ ἡμᾶς σκοπῆσαι, πῶς τὰ μὲν αὐτοῦ, τὰ δὲ τῶν μαθητῶν γίνεται· τὸ μὲν γὰρ σημεῖα ποιεῖν, αὐτοῦ· τὸ δὲ μὴ κτήσασθαι μηδὲν, ἐκείνων. πάλιν τὸ τὰς οἰκίας ἀνοῖξαι πάσας, τῆς ἄνωθεν χάριτος· τὸ δὲ μηδὲν τῆς αὐτῶν χρείας ἀπαιτῆσαι, τῆς αὐτῶν φιλοσοφίας· τὸ τὴν εἰρήνην χαρίσασθαι, τῆς τοῦ Θεοῦ δωρεᾶς· τὸ τοὺς ἀξίους ἐπιζητεῖν, καὶ μὴ πρὸς πάντας ἁπλῶς εἰσιέναι, τῆς αὐτῶν φιλοσοφίας καὶ ἐγκρατείας· πάλιν τὸ κολάζειν τοὺς μὴ δεχομένους αὐτοὺς, αὐτοῦ· τὸ δὲ μετ’ ἐπιεικείας ἀναχωρεῖν ἐκ τούτων μὴ λοιδορουμένους καὶ ὑβρίζοντας, τῆς τῶν Ἀποστόλων πραότητος· τὸ δὲ δοῦναι Πνεῦμα, καὶ μὴ μεριμνᾶν ποιῆσαι τὸ τι λαλῆσαι, τοῦ πέμποντος ἢν· τὸ ὡς πρόβατα γενέσθαι, καὶ ὡς περιστερὰς,
Τὸ “οὐ μὴ τελέσητε” καὶ τὰ ἑξῆς, τουτέστιν ἕως οὗ ὑμᾶς καταλήψομαι· καὶ γὰρ ἤρκει εἰς παραμυθίαν, τὸ ἰδεῖν αὐτὸν μόνον.
[*](23)Ἕως ἃν ἔλθῃ ὁ υἱὸς τοῦ ἀνθρώπου.
Ὠριγένουσ. Παρουσίαν λέγει οὐ τὴν ἐπιφανῆ καὶ ἐπίδοξον, τὴν καθόλου συντέλειαν, ἀλλὰ τὴν κατὰ διαφόρους καιροὺς ἐπιφοίτησιν, δι’ ἧς ὀπτανόμενος, τὴν παρ’ αὐτοῦ βοήθειαν παρέξει· εὐθαρσεῖς αὐτοὺς ποιῶν, διὰ τὸ διώκεσθαι, καὶ πάλιν εἰς τὸ αὐτὸ ὡς ἐπηγγείλατο, ὅτι “ἐλευσόμεθα ἐγὼ καὶ ὁ Πατήρ μου πρὸς “αὐτὸν, καὶ μονὴν παρ’ αὐτῶν ποιησόμεθα.
Κυρίλλου. Τὸ δὲ δίδοταί, φησι, τισὶ λόγος, ὅτε συμφέρει ἀπολογεῖσθαι, ἵνα διὰ τῆς ὁμολογίας ὠφελοῦνται τινες, καὶ ἰσχυροποιηθῇ ἡ Ἐκκλησία.
Κλήμεντοσ. Φειδοῖ τῶν ἀδίκως φονευόντων ἐπιτάττει τοῖς ἁγίοις φεύγειν· διὸ ὁ μὴ φεύγων, ὡς ῥιψοκίνδυνος παρακούων τῆς κυριακῆς φωνῆς μεμπταῖος.
Θεοδώρου k Ἡρακλείασ. Οὐ τὴν δευτέραν αὐτοῦ λέγει ἄφιξιν, ἀλλὰ τὴν κατὰ καιρὸν ἐσομένην δι’ αὐτοῦ τοῖς ἁγίοις ψυχαγωγίαν.
Θεοδώρου Μονάκου. τοῦτο εἶπε, πρὸς τὸ μὴ δάκνεσθαι αὐτοὺς λοιδορουμένους.
[*](24)Οὐκ ἔστι μαθητὴς ὑπὲρ τὸν διδάσκαλον.
Τοῦ Χρυσοστόμου. Ὅτι ἕως ἂν ἦ μαθητὴς καὶ δοῦλος, οὐκ ἔστι κατὰ τὴν τῆς τιμῆς φύσιν μείζων· μὴ γὰρ τὸ σπανίζον τίς [*](i διαρκεῖ Cod. k Cod. om. nom. Θεοδ.)
Θεοδώρου Μονάκου. ταύτης τῆς λοιδορίας οὐκ ἔστι μείζων· εἴγε ἄρχοντά με τῶν δαιμόνων εἰπον, ὃ οὐδὲν χεῖρον· Βεελζεβοὺλ δὲ “καταπίνοντα μυίας·” οἱ περὶ Ἀκύλαν ἐξέδωκαν· ἣ “ἄρχοντες “νεκρῶν,” ὡς ἐν ταῖς Βασιλείοις εὕρομεν.
Κυρίλλου. Διδάσκει ἀνεξικάκως πᾶν εἶδος φέρειν λοιδορίας, καὶ μὴ ὑπὲρ τὸν δεσπότην φρονεῖν.
Θεοδώρου Ἡρακλείασ. Καὶ ἡ ὑμετέρα ἀρετὴ, καὶ τῶν Ἰουδαίων, πᾶσι δῆλος γενήσεται.
Κυρίλλου. Ἐν καιρῷ κρίσεως πάντα φανεροῦνται· οὐ γὰρ λοιδορίαις προσέχω, ἀλλὰ ταῖς καρδίαις.
Τοὺ Χρυσοστόμου. Τὸ δὲ “ἐπὶ τῶν δωμάτων, καὶ ἐν τῷ “φωτὶ,” δηλοῖ, τὸ χωρὶς ὑποστολῆς καὶ μετὰ ἐλευθερίας τῇ οἰκουμένῃ κηρύξαι πάσῃ· προστάσσει 1 δὲ “μὴ φοβεῖσθε τοὺς “ἀποκτείνοντας τὸ σῶμα” καὶ τὰ ἑξῆς· πείθων αὐτοὺς καὶ ἐν τούτοις m καταφρονεῖν θανάτου· καὶ οὐδὲ ἁπλῶς θανάτου, ἀλλὰ καὶ βιαίου. διὰ τοῦ εἰπεῖν, “οὐχὶ δύο σρουθία,” καὶ τὰ ἑξῆς, τοῦ περὶ προνοίας τοῦ Θεοῦ εἰσάγει λόγον· τί γὰρ ἐκείνων, φησὶν, εὐτελέστερον; ἀλλ’ ὅμως, οὐδὲ ἐκεῖνα κρατηθήσονται, ἀγνοοῦντος τοῦ Θεοῦ· οὐ γὰρ τοῦτο, φησὶν, ὅτι ἐνεργοῦντος αὐτοῦ πίπτουσιν εἰς παγίδα· τοῦτο γὰρ ἀνάξιον Θεοῦ, ἀλλ’ ὅτι οὐδὲν αὐτὸν λανθάνει τῶν γινομένων. εἰ οὖν ἀγνοεῖ οὐδὲν τῶν συμβαινόντων, ὑμᾶς δὲ φιλεῖ, παντὸς πατρὸς γνησιώτερον, καὶ οὕτως φιλεῖ, ὡς καὶ [*](l προστάσαι Cod. m τούτων Cod.)
Ἄλλοσ. Τὸ αὐτό ἐστιν ἀσσάριον καὶ λεπτόν· νοεῖται δὲ ἐξακισχιλιοστὸν ταλάντου, ὅπερ γίνεται ἓν ἥμισυ νόμισμα. τοῦ ταλάντου o ἑκατὸν εἰκοσιπέντε λίτρας σταθμίζοντος· οὐδὲν δὲ ἄπιστον, εἰ δύο στρουθία πωλεῖσθαι λέγει ὁ Κύριος, ἑνὸς ἡμίσεος νομίσματος· εὑρίσκονται γὰρ δὲ πολύτιμα, ὡς ψιττακὸς, ἣ μελαγκόρυφος, καὶ ἕτερά τινα.
[*](32)Πᾶς οὖν ὅστις ὁμολογήσει ἐν ἐμοὶ ἔμπροσθεν τῶν ἀνθρώπων.
Κυρίλλου. Ὁ ὁμολογῶν ὅτι Θεὸς ἐστὶν ὁ Χριστὸς, ταπεινώσας ἑαυτὸν, μέλλει σχεῖν τὸν Χριστὸν ὁμολογοῦντα περὶ αὐτοῦ τῷ Πατρὶ, ὅτι γνήσιός ἐστι δοῦλος.
Ὠριγένουσ. Αὐτόθεν μὲν, εἰς μαρτύριον προτρέπει τὰ ῥήματα, καὶ ἀποτρέπει ἀρνήσεως· ὅρα δὲ, εἰ μὴ τὸ πλεονέκτημα τοῦ ἐν αὐτῷ ὁμολογοῦντος, ἤδη ὄντως ἐν Χριστῷ δηλοῦται, ἐκ τοῦ, “κἀγὼ ἐν αὐτῷ” ὁμολογεῖν· τὸ δὲ κακὸν τοῦ ἀρνουμένου, ἐκ τοῦ μὴ συνῆφθαι τῇ ἀρνήσει τὸ ἐν ἐμοὶ ἣ τὸ ἐν αὐτῷ.
Τοῦ Χρυσοστόμου. Οὐκ εἶπε δὲ ὁμολογήσει ἐμὲ, ἀλλὰ “πᾶς “οὖν ὅστις ὁμολογήσει ἐν ἐμοὶ, δεικνὺς ὅτι οὐκ οἰκείᾳ δυνάμει, ἀλλὰ τῇ ἄνωθεν βοηθούμενος χάριτι ὁμολογεῖ ὁ ὁμολογῶν· περὶ δὲ τοῦ ἀρνουμένου, οὐκ εἶπεν ἐν ἐμοὶ, ἀλλ’ ἐμέ· ἔρημος γὰρ γενόμενος τῆς τοῦ Θεοῦ δωρεᾶς, οὕτως ἀρνεῖται· ἀλλ’ ἴσως ἐρεῖ τὶς, τίνος οὖν ἕνεκεν ἐγκαλεῖται, εἰ ἐγκαταλειφθεὶς ἀρνεῖται; ὅτι τὸ ἐγκαταλειφθῆναι, παρ’ αὐτὸν γίνεται τὸ ἐγκαταλιμπανόμενον· διὰ τί δὲ οὐκ ἀρκεῖται ὁ Θεὸς τῇ κατὰ διάνοιαν πίστει, ἀλλὰ καὶ τὴν διὰ τοῦ στόματος ὁμολογίαν ἀπαιτεῖ; εἰς παρρησίαν [*](n ἀκριβεῖ Cod. ο τάλαντος Cod.)
Κυρίλλου. Πρὸς τοὺς ἐχθροὺς τοῦ Θεοῦ, καὶ φίλους τοῦ Σατανᾶ, οὐ δεῖ ἔχειν φιλίαν.
[*](34)Οὐκ ἦλθον βαλεῖν εἰρήνην, ἀλλὰ μάχαιραν.
Εύσεβίου Καισαρείασ. τὴν τμητικὴν εἰς τὸ διαιρεῖν τοὺς ἀξίους τοῦ Θεοῦ ἀπὸ τῶν μὴ τοιούτων.
Ωριγένουσ. Κατὰ μὲν τὸ αἰσθητὸν, μάχαιραν εἶπεν· οὐ τὴν φύσιν τοῦ πράγματος, ἀλλὰ τὴν προαίρεσιν τῶν ἀνθρώπων.
Τοῦ Θεολόγου. Μαχαιρᾶ ἐστιν, ἡ διαιροῦσα τὸν πιστὸν καὶ τον ἄπιστον.
Τοῦ Χρυσοστόμου. Ἴνα τὸ νενοσηκὸς ἀπὸ τοῦ ὑγιαίνοντος ἀποτέμνητον, καὶ τὸ στασιάζον ἀπὸ τοῦ εἰρηνεύοντος· οὕτω καὶ ἰατρὸς λοιπὸν διασώζει σῶμα, ὅτ’ ἃν τὸ ἀνιάτως ἔχον ἐκτέμῃ· οὕτω καὶ ἐπὶ τοῦ πύργου γέγονεν ἐκείνου· τὴν γὰρ κακὴν εἰρήνην ἡ καλὴ διαφωνία ἔλυσεν, καὶ ἐποίησεν εἰρήνην· οὐ γὰρ πανταχοῦ ὁμόνοια καλόν.
[*](37)Ὁ φιλῶν πατέρα ἣ μητέρα ὑπὲρ ἐμὲ, οὐκ ἔστι μου ἄξιος.
Κλήμεντοσ. Ὁ Λουκᾶς οὐ μόνον μὴ φιλεῖν τούτους, ἀλλὰ καὶ μισεῖν λέγει καὶ γαμετάς· ὁ ἐστι, μὴ ἀπάγου, φησὶν, ἀλόγοις ὁρμαῖς, μηδὲ τοῖς σωματικοῖς ἔθεσιν.
Τοῦ Χρυσοστόμου. Τουτέστιν ἕως μὲν οὐ παραβλάπτουσιν εἰς τὴν εὐσέβειαν, ὅσιον πᾶσαν αὐτοῖς ἀποδιδόναι τιμήν. ὅταν δὲ πλέον τῆς ἀγάπης τοῦ Θεοῦ ἀπαιτοῦσιν, οὐ δεῖ πείθεσθαι· τὸ δὲ αὐτὸ “πατηρ πρὸς υἱὸν, καὶ μήτηρ πρὸς θυγατέρα.” Τὸ δὲ, “ὅστις “οὐ λαμβάνει τὸν σταυρὸν αὐτοῦ,” καὶ τὰ ἑξῆς, σημαίνει ὥστε εἰς πόλεμον καὶ μάχην ἐκδιδόναι τὴν ἑαυτοῦ ψυχὴν, καὶ σφαγὰς καὶ αἵματα, καὶ θάνατον βίαιον καὶ ἐπονείδιστον.
Θεοδώρου Ἡρακλείασ. Ὁ μὴ ἀποτασσόμενος τῇ παρούσῃ ζωῇ, οὐκ ἔστι μου ἄξιος.
Τοῦ Χρυσοστόμου. Ὅπερ δὲ ὁ Λουκᾶς λέγει, ὅτι “ εἴ τις “ἔρχεται πρός με, καὶ οὐ μισεῖ τὸν πατέρα αὐτοῦ καὶ τὴν “μητέρα” καὶ τὰ ἑξῆς, οὕτω χρὴ νοεῖ; ὅτι οὐχ ἁπλῶς μισῆσαι
Τί ἐστιν “ὁ εὑρὼν τὴν ψυχὴν αὐτοῦ, καὶ τὰ ἑξῆς; ὁ φιλῶν αὐτὴν, φησὶν, ἐν ἡδοναῖς καὶ ἀνέσεσιν, καὶ μὴ ἐκδιδοὺς εἰς ἀγῶνας πνευματικοὺς, οὕτως ἀπολέσει αὐτὴν, τῆς αἰωνίου δόξης ἀποστερῶν· ὁ δὲ ἀπολέσας τὴν ψυχὴν αὐτοῦ, φησὶν, ἕνεκεν ἐμοῦ, τουτέστιν ἢ διὰ θανάτου, ἢ ἐν στενοχωρίᾳ καὶ θλίψει πολιτευόμενος, οὗτος εὑρήσει αὐτὴν εἰς ζωὴν αἰώνιον.
Διὰ τοῦ εἰπεῖν “ὁ δεχόμενος ὑμᾶς,” καὶ τὰ ἑξῆς, ἔδειξε μισθὸν μέγαν ἀποκεῖσθαι τοῖς ξενοδοχοῦσιν εἰλικρινῶς· τὸ δὲ “εἰς “ὄνομα προφήτου” καὶ “δικαίου,” ἵνα μὴ διὰ βιωτικὴν προστασίαν, μηδὲ ἄλλο τι τῶν ἐπικήρων δέξηται, ἀλλ’ ἢ μόνον ὅτι προφήτης ἐστὶ καὶ δίκαιος· τὸ δὲ “μισθὸν δικαίου λήψεται, ἢ οἷον εἰκὸς τὸν δεξάμενον προφήτην ἢ δίκαιον, λαβεῖν, ἣ οἷον ἐκεῖνος μέλλει λαμβάνειν. ἵνα δὲ μή τις πενίαν προβάληται, φησὶ, κἂν ποτήριον ψυχροῦν δῷς, ἔνθα οὐδέν ἐστι δαπανῆσαι, καὶ τούτου κεῖται μισθός.
Θεοδώρου Ἡρακλείασ. Οὐ πρὸς τὰ διδόμενα, ἀλλὰ πρὸς τὰς διαθέσεις τῶν παρεχόντων, ὁρίζει τὰς ἀντιμισθίας ὁ Θεός. Τοῦ ἀγίου Κυρίλλου. Ἵνα μή τις πενίαν προβάλληται, εἶπε τοῦτο, θέλων δοῦναι μισθὸν τοῖς ὑποδεχομένοις.