Catena In Matthaeum (Catena Integra) (E Cod. Paris. Coislin. Gr. 23)

Catenae (Novum Testamentum)

Catenae (Novum Testamentum). Catenae Graecorum Patrum in Novum Testamentum, Vol 1. Cramer, John Anthony, editor. Oxford: Oxford University Pres, 1840.

Περὶ τοῦ δαιμονιζομένου κωφοῦ.

[*](32)

Ἰδοὺ προσήνεγκαν αὐτῷ ἄνθρωπον κωφὸν δαιμονιζόμενον.

Χρὴ γινώσκειν ὅτι ἡ κώφωσις ἣν εἶχεν ὁ δαιμονιζόμενος οὗτος, οὐ φύσεως ἦν τὸ πάθος, ἀλλὰ τοῦ δαίμονος ἦν ἡ ἐπιβουλή· διὸ καὶ ἑτέρων b ἐδεήθη τῶν προσαγόντων· οὔτε γὰρ δι’ ἑαυτοῦ προσκαλέσαι ἠδύνατο ἄφωνος ὢν, οὔτε ἑτέρους ἱκετεῦσαι, τοῦ δαίμονος δήσαντος τὴν γλῶτταν, καὶ τὴν ψυχὴν μετὰ τῆς γλώττης πεδήσαντος· διὰ τοῦτο οὐδὲ ἀπαιτεῖ αὐτὸν, ἀλλ’ εὐθέως διορθοῦται τὸ νόσημα. “ἐκβληθέντος” γάρ, φησι, “τοῦ δαιμονίου, ἐλάλησεν “ὁ κωφός· οἱ δὲ ὄχλοι ἐθαύμαζον,” καὶ τὰ ἑξῆς· ὃ δὴ μάλιστα ἠνία τοὺς Φαρισαίους, ὅτι πάντων αὐτὸν προὐτίθεσαν, οὐ τῶν τότε ὄντων, ἀλλὰ καὶ τῶν πώποτε γεγενημένων· προὐτίθεσαν δὲ οὐχ ὅτι ἐθεράπευσεν, ἀλλ’ ὅτι ῥάως c καὶ ταχέως· καὶ ὅτι ἄπειρα νοσήματα, καὶ ἀνιάτως ἔχοντα. καὶ ὁ μὲν ὄχλος οὕτως· οἱ δὲ Φαρισαῖοι τοὐναντίον ἅπαν· τοιοῦτον γὰρ ἡ πονηρία· τί γάρ φησιν; “ἐν τῷ ἄρχοντι τῶν δαιμονίων, ἐκβάλλει τὰ δαιμόνια·” οὗ τι ἃν γένοιτο ἀνοητότερον; μάλιστα μὲν γὰρ, ὃ καὶ προιὼν φησὶν, ἀμήχανον δαίμονα ἐκβάλλειν δαίμονα· τὰ γὰρ ἑαυτοῦ συγκροτεῖν εἴωθεν, οὐ καταλύειν ἐκεῖνος· αὐτὸς δὲ οὐχὶ δαίμονας ἐξέβαλε μόνον, ἀλλὰ καὶ λεπροὺς ἐκάθηρεν, καὶ νεκροὺς ἤγειρεν, καὶ θάλατταν ἐχαλίνου, καὶ ἁμαρτήματα ἔλυεν, καὶ βασιλείαν ἐκήρυττεν, καὶ τῷ Πατρὶ προσῆγεν· ἅπερ οὗτ’ ἃν ἕλοιτο ποτε, οὔτ’ ἃν δυνηθείη ποτὲ ἐργάσασθαι· αὐτὸς δὲ μετὰ τὰς ὕβρεις καὶ τὰς κατηγορίας· “περιῆγε” φησι, “τὰς πόλεις ἁπάσας καὶ “τὰς κώμας καὶ τὰ ἑξῆς· ἡμῖν τύπος γενόμενος, ἵνα καὶ ἡμεῖς ὅτ’ ἂν εὐεργετῶμεν τινὰς, καὶ ὑπ’ αὐτῶν κατηγορούμεθα, μὴ ἀποστῶμεν τοὺς ὁμοδούλους εὐεργετεῖν, ὡς ὅγε μετὰ τὴν κατηγορίαν ἀφιστάμενος τῆς εὐεργεσίας δείκνυσιν, ὅτι δι’ ἀνθρώπων ἔπαινον, ἀλλ’ οὐ διὰ τὸν Θεὸν τὴν ἀρετὴν εἰργάζετο.

Τί ἐστιν ὅπερ περὶ τῶν ὄχλων φησὶν, “ὅτι ἦσαν ἐσκυλμένοι [*](b ἑτέρῳ Cod. c ῥᾷος Cod.)

73
“καὶ ἐρριμμένοι, ὡς πρόβατα μὴ ἔχοντα ποιμένα·” οὐκ αἰσθητὴν σκύλησιν καὶ ἀπορριφὴν λέγει, ἀλλὰ νοητήν. τοῦτο δὲ κατηγορία τῶν ἀρχόντων ὑπῆρχε τῶν Ἰουδαίων, ὅτι ποίμενες ὄντες, τὰ τῶν λύκων ἐπεδείκνυντο· οὐ γὰρ μόνον διώρθουν τὸ πλῆθος, ἀλλὰ καὶ ἐλυμαίνοντο αὐτῶν τὴν προκοπὴν διὰ τοῦ λέγειν, “ἐν τῷ ἄρχοντι “τῶν δαιμονίων ἐκβάλλει τὰ δαιμόνια.”

[*](34)

Οἱ δὲ Φαρισαῖοι ἔλεγον ἐν τῷ ἄρχοντι τῶν δαιμονιων.

Θεοδώρου Ἠρακλείασ. Ἄκρας ἀσεβείας δεῖγμα τὸ τὰς θείας δυνάμεις λέγειν δαιμόνων εἶναι· οὐδεὶς γάρ ποτε δαιμόνων δαίμονα ἐκβάλλει, οὐδὲ τὰ ἑαυτοῦ καταλύει. οὐ μόνους δὲ δαίμονας ἐξέβαλεν, ἀλλὰ καὶ μυρία πάθη c ἐθεράπευσεν. ὁ δαίμων πρὸς τὰ εἴδωλα σύρει· ὁ Χριστὸς τῷ Πατρὶ προσῆγεν· ὁ δαίμων ὑβριζόμενος οὐκ εὐεργετεῖ· ὁ δὲ Χριστὸς τοὺς ὑβρίζοντας φέρων ἀνεξικάκως περιείη θεραπεύων πάντας. [*](37) Ὁ μὲν θερισμὸς πολὺς, οἱ δὲ ἐργάται ὀλίγοι.

Ωριγένουσ. Θερισμὸν λέγει τῶν ὄχλων τῶν ἐπιτηδείως ἐχόντων πρὸς θεοσέβειαν· ἐργάται θερισμοῦ εἰσιν οἱ κατὰ τὸ Εὐαγγέλιον διδάσκαλοι. ἔστι δὲ καὶ ἕτερος θερισμὸς, ἡ συντέλεια τοῦ αἰῶνος, κατὰ τὸ “ἄφετε τὰ ζιζάνια, καὶ ἐν καιρῷ τοῦ “θερισμοῦ, ἐρῶ τοῖς θερισταῖς.”

Τοῦ αὐτοῦ. Εἰ οἱ “θερισταὶ Ἄγγελοι εἰσὶ,” καὶ νῦν τοῖς ἀγγέλοις τῶν Ἀποστόλων λέγεταο d ταῦτα· “θερισμὸν” δὲ τῶν ἐπὶ τὴν καλὴν γῆν ἑαυτῶν λαβόντων σπόρον τὸν λόγον. θερισταὶ δὲ ὀλίγοι, οὐ γὰρ πολλοὶ οἱ ἀνεπαισθήτως ὀρθοτομοῦντες τὸν λόγον τῆς ἀληθείας.

Θεοδώρου Ἠρακλείασ. Θερισμὸν λέγει, τοὺς δεομένους διδασκαλίας.

Κύριλλοσ. τοὺς μαθητὰς λέγει ἐργάτας, οὓς ὀλίγους ὄντας, ἔπεμψεν εἰς πᾶσαν τὴν υπουρανόν.

Τοῦ Χρυσοστόμου. Ἐργάτας δὲ ἐνταῦθα τοὺς δώδεκα μαθητάς φησιν. εἰπὼν δὲ αὐτοὺς ὀλίγους, εἰς μὲν τὸν ἀριθμὸν οὐ προσέθηκεν, ἐξουσίαν δ' αὐτοῖς κατὰ πνευμάτων ἀκαθάρτων καὶ κατὰ πάσης νόσου δέδωκεν.

[*](c πάθει Cod. d λέγετε Cod.)
74