Catena In Matthaeum (Catena Integra) (E Cod. Paris. Coislin. Gr. 23)
Catenae (Novum Testamentum)
Catenae (Novum Testamentum). Catenae Graecorum Patrum in Novum Testamentum, Vol 1. Cramer, John Anthony, editor. Oxford: Oxford University Pres, 1840.
Περὶ τοῦ παραλυτικοῦ.
[*](2)Καὶ ἰδοὺ προσήφερον αὐτῷ παραλυτικὸν, ἐπὶ κλίνης βεβλημένον.
Περὶ τοῦ παραλυτικοῦ ὁ μὲν Ματθαῖος φησὶν, ὅτι προσέφερον αὐτόν· οἱ δὲ ἄλλοι, ὅτι καὶ τὴν στέγην διατεμόντες, κατέθηκαν αὐτὸν καὶ προὔθηκαν τῷ Χριστῷ· ἐπεὶ οὖν τοσαύτην ἐπεδείξαντο πίστιν, ἐπιδείκνυται καὶ αὐτὸς τὴν αὐτοῦ δύναμιν, μετ’ ἐξουσίας πάσης λύων τὰ ἁμαρτήματα· καί τινες μὲν τῶν γραμματέων, τῇ βασκανία κατεχόμενοι, ἐν ἑαυτοῖς εἰπον, “οὗτος βλασφημεῖ· τίς δύναται ἀφιέναι ἁμαρτίας εἰ μὴ μόνος ὁ Θεός; αὐτὸς δὲ διὰ τῶν προβλημάτων βεβαιοῖ τὰ εἰρημένα, ἐλέγξας ὡς Θεὸς τὰς ἐνθυμήσεις αὐτῶν· μόνου γὰρ Θεοῦ ἐστι τὸ τὰ ἀπόρρητα εἰδέναι· ἔπειτα δὲ καὶ φησι πρὸς αὐτούς· “τι ἐστιν εὐκοπώτερον εἰπεῖν, “ ἀφέωνται σου αἱ ἁμαρτίαι, ἣ εἰπεῖν ἆρον τὸν κράβαττόν σου “ καὶ ὕπαγε εἰς τὸν οἶκον σου” ὃ δὲ λέγει, τοιοῦτόν ἐστιν· τί δοκεῖ εὔκολον ὑμῖν εἶναι· σῶμα σφίγξαι παραλελυμένον, ἣ ψυχῆς ἁμαρτήματα λῦσαι; εὔδηλον, ὅτι σῶμα σφίγξαι· ὅσῳ γὰρ σώ- [*](y δήπου vid. leg.)
Πέμπει δὲ αὐτὸν εἰς τὴν οἰκίαν αὐτοῦ, εὐθέως θεραπευθέντα, πάλιν καὶ ἐνταῦθα τὸ ἄτυφον δεικνύς· ὅτι δὲ καὶ οὐ φαντασία ἦν τὸ γινόμενον, διὰ τοῦτο γὰρ καὶ βαστάσαι αὐτὸν τὸν προσέταξεν, ὅμως οὖν καὶ οἱ ὄχλοι ἔτι χαμαὶ σύρονται· “ ἰδόντες γάρ,” φησιν, “ ἐθαύμασαν καὶ ἐδόξασαν τὸν Θεὸν, τὸν δόντα ἐξουσίαν τοιαύτην τοῖς ἀνθρώποις.” προίστατο γὰρ αὐτοῖς ἡ σάρξ· αὐτὸς γὰρ μακροθυμῶν οὐκ ἐπετίμα αὐτοῖς· τέως γὰρ οὐκ ἦν μικρὸν τὸ νομίζεσθαι πάντων ἀνθρώπων αὐτὸν εἶναι μείζονα, καὶ ὅτι παρὰ τοῦ Θεοῦ ἦλθεν· εἰ γὰρ ταῦτα καλῶς ἐβεβαίωσαν παρ’ ἑαυτοῖς, ὁδῷ προβαίνοντες ἔγνωσαν ἃν, ὅτι καὶ Θεοῦ Υἱὸς ἦν· ἀλλ’ οὐ κατέσχον ταῦτα σαφῶς· οὐδὲ προελθεῖν εἰς τὸ βέλτιον ἠδυνήθησαν· ἔλεγον γὰρ πάλιν, ὅτι οὗτος ὁ ἄνθρωπος οὐκ ἔστι παρὰ τοῦ Θεοῦ· ποιήσας δὲ τὸ θαῦμα τοῦ παραλυτικοῦ, οὐκ ἐπέμεινεν ἐν τῷ τόπῳ, ἵνα μὴ τὸν ζῆλον πλεῖον ἐξάψῃ ὁρώμενος· οὕτως οὑν καὶ ἡμεῖς ποιῶμεν, ἐκκλίνοντες x τοὺς ἐπιβουλεύοντας.
[*](6)τότε λέγει τῷ παραλυτικῷ· ἐγερθεὶς, ἆρόν σου τὸν κράβαττον.
Κυρίλλου. Ἐξῆλθε τὸ ῥῆμα, καὶ τὸ θαῦμα ἐπεκολούθησε· διὰ τί δὲ καὶ υἱὸν ἀνθρώπον εἰπεν ἀφιέναι ἁμαρτίας, ἐπιτελουμένης θεοσημείας; ἣ ἵνα δείξῃ, ὅτι κατήγαγεν εἰς τὴν ἀνθρωπίνην φύσιν τὴν τῆς θεότητος ἐξουσίαν, διὰ τὴν ἀδιαίρετον πρὸς αὐτὴν ἕνωσιν· εἰ γὰρ καὶ ἄνθρωπος, φησὶ, γέγονα Θεὸς Λόγος ὑπάρχων, καὶ διὰ τὴν οἰκονομίαν ἐπὶ γῆς πολιτεύομαι τε καὶ ἀναστρέφομαι· ἀλλ’ οὐδὲ ἧττον τὰ πέρα λόγου ἀποτελῶ θαύματα, καὶ ἄφεσιν δωροῦμαι ἁμαρτημάτων· οὐ γὰρ ἀφειλάμην τι τῶν τῆς θεότητος ἰδιωμάτων, ἣ ἐμείωσα τὸ γενέσθαι με ἀτρέπτως καὶ ἀληθῶς ἐπὶ τῆς γῆς κατὰ σάρκα υἱὸν ἀνθρώπου. Καὶ μετ’ ὀλίγα—Οἰκονομικῶς δὲ λέγει “ ἐπὶ τῆς γῆς,” ἵνα δείξῃ, ὅτι καὶ ἄνθρωπος γεγονὼς, καὶ ἐπὶ τῆς γῆς ὠφθεὶς, Θεὸς ἠν κατὰ φύσιν.
[*](x ἐκκλίνεντας Cod.)Ἰδόντες δὲ οἱ ὄχλοι, ἐθαύμασαν καὶ ἐδόξασαν τὸν Θεὸν τὸν δόντα ἐξουσίαν τοιαύτην τοῖς ἀνθρώποις.
Θεοδώρου Μομψουεστίασ. Θεῖον τὸ πρᾶγμα γινώσκουσιν· τὸν δὲ ποιήσαντα ὁρῶσιν ἄνθρωπον· διὰ τοῦτο ὡς δωρεὰν τοῦ Θεοῦ, καὶ οὐχ ὡς αὐτοῦ δύναμιν, θαυμάζουσιν.