Catena In Matthaeum (Catena Integra) (E Cod. Paris. Coislin. Gr. 23)
Catenae (Novum Testamentum)
Catenae (Novum Testamentum). Catenae Graecorum Patrum in Novum Testamentum, Vol 1. Cramer, John Anthony, editor. Oxford: Oxford University Pres, 1840.
Περὶ τῶν δύο δαιμονιζομένων.
[*](28)Καὶ ἐλθόντι αὐτῷ εἰς τὸ πέραν, εἰς τὴν χώραν τῶν Γενῶν.
Διὰ τοῦτο δὲ ἦλθον οἱ δαίμονες τὴν θεότητα αὐτοῦ ἀνακηρύττοντες· “τί ἡμῖν καὶ σοὶ Ἰησοῦ, Υἱὲ τοῦ Θεοῦ;” καὶ οἱ διὰ τῆς γαλήνης τῆς θαλάσσης μὴ πειθόμενοι αὐτὸν Θεὸν εἰναι, ἤκουον τῶν δαιμόνων ταῦτα βοώντων· ἵνα δὲ μὴ δόξῃ τὸ πρᾶγμα κολακείας εἶναι· ἀπὸ τῆς πείρας βοῶσι λέγοντες, “ἦλθες ὧδε πρὸ καιροῦ, βασανίσαι ἡμᾶς” καὶ γὰρ ἐμαστίζοντο ἀοράτως, τὰ ἀνήκεστα πάσχοντες ἀπὸ τῆς παρουσίας μόνης· τίνος δὲ χάριν αὐτὸς ἀπῆλθε πρὸς αὐτούς; ἐπειδὴ οὐδεὶς αὐτοὺς προσενεγκεῖν ἐτόλμα τοῖς πολλοῖς ἐνθεῖναι βουλόμενοι, οἶον ὅτι αἱ ψυχαὶ τῶν ἀπελθόντων δαίμονες γίνονται· ὃ μὴ γένοιτό ποτε, κἂν μέχρις ἐννοίας λαβεῖ; ἀλλ’ οὐδὲ ὅτι χωρισθεῖσα τοῦ σώματος ἡ ψυχὴ [*](u ἐλογήσαντο Cod. x ἔσται Cod.)
Διὰ τί δὲ, ὅπερ παρεκάλεσαν οἱ δαίμονες, ἐποίησεν ὁ δεσπότης τῶν ὅλων Χριστὸς, εἰς τὴν ἀγέλην τῶν χοίρων ἐπιτρέψας αὐτοῖς ἀπελθεῖν; οὐκ ἐκείνοις πειθόμενος τοῦτο ἐποίησεν, ἀλλ’ ἵνα μάθωσιν ἅπαντες, ὅτι οὔτε χοίρων κατατολμῶσιν, εἰ μὴ αὐτὸς συγχωρήσειεν· καὶ ὅτι πολλῆς ἀπολαύομεν τῆς τοῦ Θεοῦ προνοίας· ἔτι δὲ καὶ ἵνα οἱ τοὺς τόπους ἐκείνους οἰκοῦντες μάθωσι τὴν τοῦ Θεοῦ δύναμιν, καὶ ἐκ τούτου εἰς τὴν αὐτοῦ θεογνωσίαν ἔλθωσι· καὶ γὰρ ὑπῆρχον ἀναίσθητοι λίαν, καθὼς ἀπὸ τοῦ τέλους ἐστὶ τοῦτο δῆλον· δέον γὰρ αὐτοὺς προσκυνῆσαι αὐτὸν, καὶ θαυμάσαι τὴν δύναμιν. οἱ δὲ ἐπιπέμπον μᾶλλον καὶ παρεκάλουν ἀπελθεῖν ἀπὸ τῶν ὁρίων αὐτῶν· διὰ τοῦτο δὲ τοὺς χοίρους ἀνεῖλον οἱ δαίμονες, ἵνα τοὺς ἀνθρώπους εἰς ἀθυμίαν ἐμβάλωσι· πανταχοῦ γὰρ χαίρουσιν ἐπὶ ταῖς συμφοραῖς ἡμῶν· ὡς καὶ ἐπὶ τοῦ Ἰὼβ ἐποίησεν ὁ διάβολος· καίτοι καὶ ἐκεῖ ὁ Θεὸς ἐπέτρεψεν· ἀλλ’ οὐδὲ ἐκεῖ πειθόμενος τῷ διαβόλῳ, ἀλλὰ τὸν αὐτοῦ θεράποντα θέλων ἀποφῆναι λαμπρότερον. ἰδίαν δὲ αὐτοῦ πόλιν τὴν Καπερναοὺμ λέγει ἐνταῦθα· ἡ γὰρ Βηθλεὲμ ἤνεγκεν αὐτὸν, ἡ δὲ Ναζαρὲτ ἔθρεψεν· ἡ δὲ Καπερναοὺμ εἶχεν οἰκοῦντα διηνεκῶς· χρὴ δὲ σκοπεῖν καὶ τὸ ἐπιεικὲς τοῦ δεσπότου καὶ ἄτυφον, ὅτι εἰς πλοῖον ἐμβὰς, διέβαινε, δυνάμενος καὶ πεζὴ διαβαίνειν· καὶ ὅτι ὑπὸ τῶν ἐν Γαδάροις ἐκβληθεὶς, οὐκ ἀντέτεινεν, ἀλλὰ ἀνεχώρησε μὲν, οὐ μακρὰν δέ.
[*](32)Καὶ ἰδοὺ ὥρμησε πᾶσα ἡ ἀγέλη τῶν χοίρων κατὰ τοῦ κρημνοῦ εἰς τὴν θάλασσαν.
Εἰ μὴ οἱ χοῖροι κατὰ τοῦ κρημνοῦ εἰς τὴν θάλασσαν ὥρμησαν καὶ ἀπεπνίγησαν ἐν τοῖς ὕδασιν, οὐκ ἃν οἱ βόσκοντες τοὺς χοίρους ἔφυγον τοῦ βόσκειν χοίρους, καὶ κήρυκες τῶν θαυμάτων τῆς ἀληθείας ἐγένοντο.
Καὶ ἰδοὺ πᾶσα ἡ πόλις ἐξῆλθεν εἰς συνάντησιν τῷ Ἰησοῦ.
Θεοδώρου Ἡρακλείασ. Ὡς ἀναξίους ἑαυτοὺς κρίναντες τῆς τοῦ Κυρίου ἐπιδημίας, εἶπον τοῦτο οἱ Γεργεσηνοὶ τῷ Χριστῷ, ὡς καὶ ὁ Πέτρος ἐπὶ τῇ τῶν ἰχθύων ἄγρᾳ.
Θεοδώρου Μομψουεστίασ. Παρεκάλεσαν τοίνυν ἐφ’ ἑτέρους μεταβῆναι τόπους, ὡς οὐκ ἄξιοι ὄντες τοσοῦτον ἀγαθὸν ἐπὶ τῆς οἰκείας ἔχειν χώρας, δείσαντες μήπου y ἁμαρτημάτων ἕνεκεν. Ωριφένουσ. Ὡς ἀναίσθητοι τοῦτο εἰπον καὶ ἄγαν ἄπιστοι οἱ Γεργεσηνοί.
Τοῦ αὐτοῦ. Οὐκ ἀπωθούμενοι, ἀλλὰ ταπεινοφρονοῦντες.
Ἀπολιναρίου. Ἐπειδὴ πόθον οὐκ εἶχον τοῦ ἀγαθοῦ, ἀλλ’ ἀργῶς διέκειντο καὶ ὀκνηρῶς πρὸς τὴν τοῦ μεγάλου ἀγαθοῦ κατάληψιν.