Catena In Matthaeum (Catena Integra) (E Cod. Paris. Coislin. Gr. 23)

Catenae (Novum Testamentum)

Catenae (Novum Testamentum). Catenae Graecorum Patrum in Novum Testamentum, Vol 1. Cramer, John Anthony, editor. Oxford: Oxford University Pres, 1840.

Περὶ τοῦ Ματθαίου.

[*](9)

Καὶ παράγων ὁ Ἰησοῦς ἐκεῖθεν, ἴδεν ἄνθρωπον καθήμενον ἐπὶ τὸ τελώνιον.

τίνος ἕνεκεν οὐ μετὰ Πέτρου καὶ τῶν ἄλλων ἐκάλεσε τὸν Ματθαῖον; ἐπειδήπερ τὰς καρδίας ἐπιστάμενος, καὶ τὰ ἀπόρρητα τῆς ἑκάστου διανοίας εἰδὼς, τότε τοῦτο ἐποίησεν, ὅτε ἠπίστατο ἥξοντα· διὰ δὴ τοῦτο καὶ Παῦλον μετὰ τὴν ἀνάστασιν ἡλίευσεν. οὐκ ἀποκρύπτεται δὲ τὸν ἑαυτοῦ βίον, ἀλλὰ καὶ τὸ ὄνομα τίθησι, τῶν ἄλλων Εὐαγγελιστῶν κρυψάντων αὐτὸν προσηγορίᾳ ἑτέρᾳ· καὶ ὅτι ἐπὶ τὸ τελωνεῖον ἐκάθητο, ἵνα δείξη τοῦ καλέσαντος τὴν δύναμιν καὶ τὴν ἀγαθότητα· ὅτι οὐκ ἀποστάντα αὐτὸν πρότερον τῆς πονηρᾶς ταύτης καπηλείας, ἀλλ’ ἐπιτήδευμα ἔχοντα ἀναισχυντίας γέμον καὶ ἰταμότητος καὶ κέρδεος y οὐκ ἔχον πρόφασιν εὔλογον· καὶ ἁρπαγὴν σχῆμα ἔχουσαν ἔννομον, ἐκ μέσων αὐτὸν ἀνέσπασε τῶν κακῶν· ἀλλ’ ὥσπερ εἴδομεν τοῦ καλέσαντος τὴν ἀγαθότητα, οὕτω καταμάθωμεν καὶ τοῦ κληθέντος τὴν ὑπακοήν· οὔτε γὰρ ἀντέτεινεν, οὔτε ἀμφισβητήτως εἶπεν· ἄρα μὴ ἀπατηλῇ z κλήσει ἐμὲ τὸν τοιοῦτον καλεῖ; καὶ γὰρ ἀκαιρίας αὕτη πάλιν ὑπῆρχεν ἡ ταπεινοφροσύνη· καλέσας τοίνυν αὐτὸν καὶ τιμῇ μεγίστῃ τετιμηκὼς, τραπέζης αὐτῷ κοινωνήσας εὐθέως· ἐν τούτῳ αὐτὸν καὶ ὑπὲρ τῶν μελλόντων εὐέλπιδα ποιῶν, καὶ εἰς πλείονα παρρησίαν ἐνάγων· οὐ γὰρ χρόνῳ μακρῷ, ἀλλὰ ἀθρόον ἐξιάσατο τὴν κακίαν· καὶ οὐκ αὐτῷ συνανάκειται μόνον, ἀλλὰ καὶ ἑτέροις πολλοῖς τοιούτοις· διὰ τί δὲ τοῖς μαθηταῖς αὐτοῦ ἐνδιαβάλλουσι τὸν Κύριον οἱ Φαρισαῖοι, ὡς μετὰ τελωνῶν καὶ ἁμαρτωλῶν ἐσθίοντα; κακούργῳ σκέψει βουλόμενοι ἀποχωρῆσαι αὐτοὺς τοῦ [*](y κέρδιος Cod. z ἀπατειλῆ Cod.)

68
διδασκάλου· αὐτὸς δὲ οὐ μόνον οὐκ a ἔγκλημα εἶναι, ἀλλὰ καὶ πολλῆς φιλανθρωπίας ὑπερβολὴν, τὸ μετὰ τοιούτων ἐσθίειν δείκνυσι· διὸ καὶ φησίν· “ οὐ χρείαν ἔχουσιν οἱ ἰσχύοντες ἰατροῦ” καὶ τὰ ἑξῆς.

Τὸ δὲ, “ πορευθέντες μάθετε τι ἐστιν ἔλεον θέλω καὶ οὐ θυσίαν σημαίνει ὅτι οὐ κεκωλυμένον ἔργον ἐστὶ τὸ ἁμαρτωλοὺς διορθοῦσθαι, ἀλλὰ καὶ νομοθετημένον, καὶ μᾶλλον τῆς θυσίας κρεῖττον· ὅθεν καὶ τὴν παλαιὰν εἰσάγει συνῳδὰ αὐτῷ φθεγγομένην καὶ νομοθετοῦσαν· ἅμα δὲ καὶ τὴν τῶν γραφῶν ἄγνοιαν αὐτοῖς ὀνειδίζων ταῦτα ἔλεγεν· καὶ ὅτι πάσης τῆς λοιπῆς ἀμελοῦντες ἀρετῆς, ἐν ταῖς θυσίαις τὸ πᾶν ἐτίθεντο· ἐγὼ γάρ, φησι, τοσοῦτον ἀπέχω τοῦ βδελύξασθαι τοὺς ἁμαρτωλοὺς, ὅτι καὶ δι’ αὐτοὺς παραγέγονα μόνους· τοῦτο γὰρ δηλοῖ τὸ “οὐκ ἦλθον καλέσαι δικαίους, ἀλλὰ “ἁμαρτωλοὺς εἰς μετάνοιαν.” τίνος ἕνεκεν τῶν μαθητῶν Ἰωάννου ἐγκαλεσάντων, ὅτι “ ἡμεῖς μὲν καὶ οἱ Φαρισαῖοι νηστεύομεν “ πολλὰ” καὶ τὰ ἑξῆς· καὶ ἐν τούτῳ τὴν ἐπιείκειαν αὐτοῦ καὶ πολλὴν μακροθυμίαν ἐνδεικνύμενος, οὐκ ἐπιτιμᾷ· ἀναμιμνήσκει δὲ αὐτοὺς τῶν Ἰωάννου ῥημάτων, δι’ ὧν ἔλεγεν· “ὁ ἔχων τὴν “ νύμφην,” καὶ τὰ ἑξῆς. ὃ δὲ λέγει τοιοῦτόν ἐστιν· ὁ παρὼν καιρὸς τῆς ἐμῆς σὺν αὐτοῖς διαγωγῆς χαρᾶς καὶ εὐφροσύνης ἐστίν· “ ἐλεύσονται δὲ ἡμέραι” καὶ τὰ ἑξῆς. τὸν τοῦ πάθους διὰ τούτου μηνύων καιρόν· ἣ μᾶλλον τὸν τοῦ κηρύγματος, ὅτι τοῦ πάθους τριήμερος ἦν.

Εἰπὼν “ὅτι οὐδεὶς ἐπιβάλλει ἐπίβλημα ῥάκκους,” ἐδήλωσε διὰ τούτου, ὅτι οὔπω γεγόνασιν ἰσχυροὶ οἱ μαθηταὶ αὐτοῦ, ἀλλ’ ἔτι πολλῆς δέονται συγκαταβάσεως· διὰ τὸ μήπω ὑπὸ τοῦ Πνεύματος τοῦ Ἁγίου ἀνακαινισθῆναι αὐτούς· οὕτω δὲ διακειμένοις οὐ χρὴ βάρος ἐπιτιθέναι αὐτοῖς ἐπιταγμάτων· ταῦτα δὲ ἔλεγεν νόμους τιθεὶς καὶ κανόνας τοῖς ἑαυτοῦ μαθηταῖς· ἵνα ὅτ’ ἃν μέλλωσι μαθητὰς λαμβάνειν, μετὰ πολλῆς αὐτοῖς προσφέρωνται b τῆς ἡμερότητος.

[*](17)

Οὐδὲ βάλλουσιν οἶνον νέον εἰς ἀσκοὺς παλαιούς.

Ἀσκῶν δὲ μέμνηται καὶ οἴνου· ἐπειδὴ περὶ γαστριμαργίας ἦν ὁ λόγος καὶ τραπέζης· διὰ τοῦτο ἀπὸ τῶν αὐτῶν λαμβάνει τὰ ὑποδείγματα, καὶ ὅτι οὐδὲν αὐστηρὸν ἐπιτάττειν χρὴ καὶ βάρος [*](a οὐκ suppl. b προσφέρονται Cod.)

69
ἔχον τοῖς ἀρχομένοις, ἀλλ’ ὅσα δυνατὸν ποιεῖν, καὶ ταχέως καὶ ἐπ’ ἐκεῖνα ἥξουσιν· ὁ γὰρ πρὸ καιροῦ, φησι, ζητῶν τοῦ προσήκοντος τὰ ὑψηλὰ ἐντιθέναι δόγματα, οὐδὲ τοῦ καιροῦ καλοῦντος λοιπὸν ἐπιτηδείους εὑρήσει, ἀχρήστους ἐργασάμενος ἅπαξ.

Ωριφένουσ. Ἀσκοὶ παλαιοὶ εἰσιν οἱ τῇ νομικῇ πολιτείᾳ πεποιωμένοι c. οἶνος δὲ νέος ἡ διὰ Χριστοῦ χάρις.

Ἱσιλώρου. τοὺς σαπέντας τῇ παλαιότητι καὶ τὴν νέαν χάριν ἀθετήσαντας ἀσκοὺς παλαιοὺς ὁ κύριος προσηγόρευσεν, ὡς διαρρηγνυμένους καὶ τὸν καινὸν λόγον τῆς βασιλείας οὐκ ἔχοντας.

Κυρίλλου. Οἱ Φαρισαῖοι ἐοικότες ἱματίῳ κατερρωγότι ἣ ἀσκοῖς παλαιοῖς, οὐ δύνανται δέξασθαι τὴν νεάζουσαν διδασκαλίαν.