In XII Prophetas

Cyril of Alexandria

Cyril of Alexandria. Cyrilli Archiepiscopi Alexandrini In XII Prophetas, Vol 1-2. Pusey, Philip Edward, editor. Oxford: Clarendon Press, 1868.

Oὐκοῦν Θεοῦ πλήττοντος, καὶ δίκας αἰτοῦντος τῶν ἡμαρ- [*](c) τημένων τοὺς καταφρονεῖν ᾑρημένους, οὐδὲν ὀνήσει τοὺς πάσχοντας, οὐ πόλις εὐπυργοτάτη, οὐ τειχῶν ἀκατάσειστοι περιβολαὶ, οὐκ ὀρῶν ἀναστήματα καὶ πετρῶν ἀγριότητες, οὐκ ἀστιβὴς δυσχωρία· σώζει δὲ μόνη μετάγνωσις, ἐκδυσωποῦσα τὸν κριτὴν, καὶ κατευνάζουσα τὸν θυμὸν, καὶ εἰς [*](1. τοῦ καιροῦ φησιν hoc ord. B.E.b. 2. τῶν alt. om. Β. invitis D.E.b. 5. προκατακλῶντες B.E.b, προκαλοῦντες Edd. 8. ὀλολυγὴ B.E.b. ὀλολυγμὸς Edd. 9. σπεύδοντος Β. invitis D.E.b. 11. καὶ accessit ex B.E. 14. πὼς] πη Β. πολέμων καταδρομαῖς D.E. πολεμίων καταδρ. Edd. πόλεων ἁλώσεσιν Β. 15. αναφευγουσι Ε. φεύγουσι D. 16. πρὸς] + τὸ Edd. ἐμπεδὼν pro πρὸς ἑ. Β. 18. ἡμῶν Ἰησοῦς et Χριστὸς accesserunt ex B.D.E., ὁ ex Ε., ποτε ex Β.Ε. Ἰουδαίων δήμοις Β.Ε. Ιουδαίοις D. Edd. 23. αἱρουμένους Β. εἰρημένους (pro more) Ε. καταφρονοῦντος pro καταφρ. ᾑρημ. D. 24. οὐ τ. ἀ. π. assumpsit ex Ε. Aub. 26. δυσωποῦσα Β.)

183
τὴν αὐτῷ πρέπουσαν ἡμερότητα καλοῦσα προχείρως ἀγαθὸν ὄντα φύσει τὸν Δημιουργόν. καὶ ἄμεινον μὲν τὸ παντὶ παραιτεῖσθαι σθένει τὸ προσκρούειν αὐτῷ· ἐπειδὴ δὲ διανένευκεν ἡ ἀνθρώπου φύσις ἐπὶ τὸ φαῦλον ἀεὶ, καὶ “πολλὰ [*](S. Jac. iii. 2.) “πταιομεν ἅπαντες, τὸ βεβηκὸς εἰσάπαν πρὸς ἀρετὴν οὐκ d ἔχοντες, κὰν γοῦν ταῖς εἰς τὸ ἄμεινον ἀναδρομαῖς ἐπανορθοῦν σπουδάζωμεν τὰς ἑαυτῶν γνώμας, καὶ ταῖς μεταγνώσεσι καλῶμεν εἰς ἡμερότητα χρηστὸν ὄντα κατὰ φύσιν, καθάπερ ἔφην ἀρτίως, τὸν τῶν ὅλων Δεσπότην.

Θρηνήσατε οἱ κατοικοῦντες τὴν κατακεκομμένην, ὅτι ὡμοιώθη πᾶς ὁ λαὸς Χαναὰν, ἐξωλοθρεύθησαν πάντες οἱ ἐπηρμένοι ἀργυρίῳ.

[*](e)

Ὅτι φείσεται μὲν οὐδενὸς τῶν Βαβυλωνίων ὁ σίδηρος, ἀπολεῖ δὲ ἄρδην τοὺς ἀνὰ πᾶσαν τὴν Ἰουδαίαν, σημαίνει μὲν διὰ τούτων. κατολοφύρεσθαι δὲ προστέταχε τοὺς ἐν τοῖς Ἱεροσολύμοις περιλελειμμένους, καὶ διαφυγεῖν ἰσχύσαντας, ὡς ὠλοθρευμένην τὴν Ἰουδαίαν, καὶ τὴν διαβόητον παρ’ αὐτοῖς κατακεκομμένην πόλιν· διάτοι τὸ πάντα τὸν ἐν αὐτῇ λαὸν τοῖς τῶν Χαναναίων ἁμιλλᾶσθαι τρόποις, καὶ τὰ ἐκείνῶν νῶν ἑλέσθαι ζηλοῦν, παρισοῦσθαι δὲ οὕτως εἰς πάντα αὐτοῖς, [*](a 588 Α.) ὡς τάχα που καὶ ὑπερφέρεσθαι καὶ κατόπιν ἐᾶν. ἀλλογενεῖς δὲ οἱ Χαναναῖοι, θεομισεῖς τε καὶ ἀλιτήριοι καὶ εἰδωλολάτραι, καὶ τῶν ὅτι μάλιστα διαβεβλημένων ἐφ’ ἅπασι τοῖς ἐκτοπωτάτοις. καὶ γοῦν παρά γε τοῖς ἱεροῖς γράμμασιν ὀνειδίζεταί τις, ἀκούων “Σπέρμα Χαναὰν, καὶ οὐχὶ Ἱούδα.” ὅτι δὲ [*](Hist. Sus. 56.) ἀνόνητος ο πλοῦτος αὐτοῖς, ἔρεισμά τε σαθρὸν καὶ διερμηνεύει πάλιν, ἀπολέσθαι διαβεβαιούμενος τοὺς [*](b) ἐπηρμένους τῷ ἀργυρίῳ, τουτέστι, τοὺς μέγα φρονεῖν εἰω- [*](1. ἀγαθ. ὄντα φ. τὸν Δ. et τὸ βεβ.—οὐκ ἔχοντες (5) assumpsit ex Ε. Aubertus. 4. ἀεὶ om. D. 6. κἂν B.D. Pont. καὶ Ε. Aub. ἀναδρομαῖς. Β. Pont. μεταδρ. Aub. ex Ε., D. 7. σπουδάζομεν D. Aub. καὶ ταῖς μεταγνώσεσι—δεσπότην ex Ε. assumpserat Aubertus. 8. καθάπερ] + οὖν Ε. Aub. καθ’. ἔφην ἀρτίως om. D. 11. Χαναὰν] + καὶ Edd. (Vat.) deest in D.E. ℵ Alex. XII.) 19. καὶ ζηλ. ass. ex Ε. Aub. 25. οὐχ Ε. 27. τοὺς ἐπηρμένους τῷ ἀργυρίῳ B.E.b. τῷ ἀργυρίῳ ἐπηρμένους (omittentes τοὺς) Edd.)

184
θότας ἐπὶ πλούτῳ καὶ χρήμασιν, καὶ ὑψηλὴν ἀνασπῶντας ἐπ’ αὐτῷ δὴ τούτῳ τὴν ὀφρύν. ἐπειδὴ γὰρ λημμάτων [*](Supra ver. 9.) αἰσχρῶν ἡττώμενοι, καὶ κεχηνότες εἰς τοῦτο, “τὸν οἶκον τοῦ “Θεοῦ αὐτῶν, καθά φησιν αὐτὸς, ἀσεβείας ἐπλήρουν καὶ “δόλου,” ταύτῃτοι δικαίως ὡς ἀδρανὲς καὶ ἀνόνητον, καὶ [*](Prov. xxii. 1. Ib. x. 2.) οὐδένα σώζειν εἰδὸς τὸ πλουτεῖν ἐξελέγχεται. “Αἱρετὸν οὖν “ὄνομα καλὸν ἢ πλοῦτος πολὺς,” κατὰ τὸ γεγραμμένον· “οὐ [*](c) “γὰρ ὠφελήσουσι θησαυροὶ ἀνόμους, δικαιοσύνη δὲ ῥύσεται [*](Ib. xn. 16, et xvi. 8.) “ἐκ θανάτου,” καὶ “Κρείσσων ἀληθῶς μικρὰ μερὶς μετὰ “φόβου Θεοῦ, ἢ πολλὰ γεννήματα μετὰ ἀδικίας.”

Καὶ ἔσται ἐν ἐκείνῃ τῇ ἡμέρᾳ, ἐξερευνήσω τὴν Ἱερουσαλὴμ μετὰ λύχνου, καὶ ἐκδικήσω ἐπὶ τοὺς ἄνδρας τοὺς καταφρονοῦντας ἐπὶ τὰ φυλάγματα αὐτῶν, οἱ λέγοντες ἐν ταῖς καρδίαις αὐτῶν Οὐ μὴ ἀγαθοποιήσῃ Κύριος οὐδ᾿ οὐ μὴ κακώσῃ.

Ὅσα δρᾶν ἔμελλον οἱ πολέμιοι μανίαις ἀκράτοις χρώ- [*](d) μένοι κατὰ τῶν ἑαλωκότων, ταῦτα τῷ ἰδίῳ προσώπῳ προσάπτει Θεὸς, οὐχ ὡς αὐτὸς ὢν τῶν οὕτως ἐκτόπων ἐργάτης, ὡς ἐφιεὶς δὲ μᾶλλον κατὰ τῶν ἠσεβηκότων ἰέναι τὰ ἐξ ὀργῆς ἐν δίκῃ. καὶ γάρ ἐστιν ἀληθὲς, ὅπερ εἴρηκεν αἰνιγματωδῶς [*](Ib. i. 17, 18.) ἐν παροιμίαις ὁ Σολομών “Οὐ γὰρ ἀδίκως ἐκτείνεται δίκτυα πτερωτοῖς αὐτοὶ γὰρ οἱ φόνου μετέχοντες θησαυρίζουσιν “ἑαυτοῖς κακά.” ἐξὸν γὰρ ὡς ἀπωτάτω καὶ ποινῆς ἰέναι καὶ δίκης, ἀνθῃρημένους μένους τῶν φαύλων τὴν ἀρετὴν, αὐτοὶ [*](e) κατὰ σφῶν αὐτῶν καταθήγουσι τὴν ὀργὴν, καὶ εἰς αὐτόκλητον ὄλεθρον τὰς ἑαυτῶν ἱέντες ψυχὰς, ἁλοῖεν ἂν παρά γε τοῖς ὀρθὰ κρίνειν εἰδόσιν. ἐρευνᾶται τοιγαροῦν ἡ Ἱερου- [*](8. ῥύεται Edd. 9. Haec καὶ κρείσσων—μετὰ ἀδικίας assumpserat ex Ε. 10. γενήματα Β. (Alex. Ephr.) γεννήματα Ε. (Vat.) 11. ἐκείνῃ τῆ ἡμέρᾳ Β.Ε. (Alex. XII.) τῇ ἡμ. ἐκ. Edd. (Vat. ℵ) 12. ἀνθρώπους F. (23.) 13. οἱ λέγοντες E.F. Edd. (Alex. ℵ) τοὺς λέγοντας Β, (22. al.) 26. ὀρθὰ Β.Ε. ὀρθῶς Edd. ἐραυνᾶται Ε.)

185
σαλὴμ μετὰ λύχνου. πεπόνθασι γάρ τι τοιοῦτον οἱ Ἰουδαῖοι παρὰ Ῥωμαίων, ὃ συνέβη παθεῖν αὐτοὺς ἁλόντων τῶν Ιεροσολύμων ὑπὸ Οὐεσπασιανοῦ καὶ Τίτου· ὡς γὰρ ἱστορεῖ, ὁ μυρίοις στόμασι τὰ Ἰουδαίων ἐκτραγῳδήσας πάθη, μετὰ τὰς ἐν τοῖς πολέμοις σφαγὰς καὶ τὴν ἀναρίθμητον τῶν ἀνὰ τὴν πόλιν ἀπολωλότων πληθὺν, τοὺς ἐν τοῖς [*](a 589 Α.) σπηλαίοις καὶ τοῖς ὑπονόμοις καταπηδήσαντας, μετὰ λύχνου διερευνώμενοι καὶ εἰς φῶς ἄγοντες, ὠμῶς τε καὶ ἀνημέρως ἀπέσφαττον. ἐκδικήσειν δέ φησιν ἐπ’ αὐτοὺς ὡς καταφρονήσαντας, φρονήσαντας ἐπὶ τὰ φυλάγματα αὐτῶν, τουτέστιν, ἢ τοὺς ἐφ’ ἑκάστῳ τῶν πρακτέων διορισθέντας νόμους, οὓς παραβαίνοντες ἐδυσσέβουν, τὸ μηδὲν εἶναι καταλογιζόμενοι τὴν ἐπ’ αὐτοῖς τήρησιν· ἤγουν ἰδικῶς φυλάγματα καλεῖ τὰ τῶν ἱερέων ἔθη. πλείστη γὰρ ὅση κατὰ τὸν νόμον ἡ ἐπιτήρησις [*](b) τῶν τε ἀμφίων αὐτοῖς καὶ σχημάτων ἱεροπρεπῶν καὶ μέντοι καὶ θυσιῶν. οὐ γὰρ καθ’ ἕνα τρόπον προσεκόμιζον τῷ θυσιαστηρίῳ τὰ θύματα. καὶ ἀναμάθοι τις ἂν τὴν ἔν γε τούτοις διαφορὰν τοῖς Μωυσαϊκοῖς περιτυχὼν συγγράμμασιν. ἀλλ’ οὐδεὶς αὐτοῖς τῶν φυλαγμάτων ὁ λόγος, διάτοι τὸ πρὸς τοῦτο καθικέσθαι ληρωδίας καὶ ψυχρῶν ἐννοιῶν, ὡς τάχα που καὶ οἴεσθαι καὶ τολμᾶν εἰπεῖν οὐδένα τῶν καθ’ ἡμᾶς ποιεῖσθαι λόγον τὸν τῶν ὅλων Θεόν· ἀφειδῆσαι δὲ οὕτω τῶν ἐπιγείων πραγμάτων, ὡς μήτε ἀγαθοὺς ἐπαινεῖν, [*](c) καὶ γέρα νέμειν αὐτοῖς τῆς ἐπιεικείας ἀντάξια· μήτε μὴν τοῖς ἁμαρτάνουσιν ἐπιθήγεσθαι, καὶ δίκας ἐπάγειν αὐτοῖς τῶν ἀνοσίων ἐγχειρημάτων τὰς ἰσοστάθμους. τοῦτο οἶμαί ἐστι τό Οὐ μὴ ἀγαθοποιήσῃ Κύριος, οὐδ᾿ οὐ μὴ κακώσῃ. ἀπρονοησία δὴ οὖν καὶ ἕτερον οὐδὲν τὸ θρυλλούμενον. αἰσχρὸν δὲ οὕτω τὸ δόγμα καὶ κατεστυγημένον, ὡς μηδὲ αὐτοῖς τοῖς Ἑλλήνων [*](1. οἱ assumptum ex E.b. 2. καὶ Οὐεσ. pro ὃ συνέβη—ὑπὸ Οὐεσπ. καὶ Τίτου Pont. τῶν om. Aub. 4. τὰ] + τῶν Ε. 5. τοῖς om. Β. 6. ἀπολωλότων D.E.b. Edd. ἁλόντων Β. 7. λύχνου D.E.b. Edd. λύχνων Β. 8. διερευνώμενοι B.D.E. ἐρευνώμ. b. 9. B.E. Edd. κατέσφ. b. 20. ληρωδίας Β. Edd. ληρίας D.E. 23. πράξεων Edd. 26, ἐπιχειρημάτων iid.)
186
ἀρέσαι σοφοῖς. ἄθεον γὰρ ὠνόμαζον τὸν τῶν τοιούτων εἰσηγητήν· Ἐπίκουρος οὗτος ἦν, εἷς τῶν παρ’ αὐτοῖς ἐπὶ [*](Prov. v. 21. d) σοφίᾳ διαβεβοημένων. ἔστι τοίνυν εἰπεῖν ὡς “Ἐνώπιόν “εἰσι τῶν τοῦ Θεοῦ ὀφθαλμῶν ὁδοὶ ἀνδρὸς, εἰς δὲ πάσας “τὰς τροχιὰς αὐτοῦ σκοπεύει.” καὶ γερῶν μὲν ἀξιοῖ τοὺς τῆς ἀρετῆς ἐργάτας· κατεστυγημένον δὲ σφόδρα ποιεῖται [*](Ps. lxi. 13.) τον ἀλιτήριον, καὶ ἀποδίδωσιν ἑκάστῳ κατὰ τὸ ἔργον αὐτοῦ, κατὰ τὸ γεγραμμένον. δεῖ δὴ οὖν ἄρα τροχιὰς μὲν ἡμᾶς διαθεῖν ὀρθὰς, καὶ τὴν ἁνδάνουσαν τῷ πάντων Δεσπότη Θεῷ ποιεῖσθαι τρίβον, ζῶντάς τε οὕτως ἐννόμως καὶ τὸν πανάριστον ἀληθῶς ἐπιτηδεύοντας βίον, ἵλεώ τε καὶ εὐμενῆ [*](e) τὸν τῶν ὅλων ἔχειν Δεσπότην, καὶ καταπικραίνεσθαι καθ’ ἡμῶν οὐκ ἐᾶν παραιτουμένους τὸ φαῦλον καὶ ταῖς μεταγνώσεσιν ἐπανορθοῦν διασπεύδοντας τὰ ὕπνου τε καὶ ῥᾳθυμίας ἐγκλήματα.

Καὶ ἔσται ἡ δύναμις αὐτῶν εἰς διαρπαγὴν, καὶ οἱ οἶκοι αὐτῶν ἀφανισμόν· καὶ οἰκοδομήσουσιν οἰκίας καὶ οὐ μὴ έν αὐταῖς, καὶ καταφυτεύσουσιν ἀμπελῶνας καὶ οὐ πίωσι τοι οἶνον αὐτῶν.

[*](590 A. a Prov. x. 2.)

Ἐπὶ καιροῦ τάχα που καὶ νῦν πρὸς ἡμῶν εἰρήσεται “Οὐκ ὠφελήσουσι θησαυροὶ ανόμους.” δραπέτης μὲν γὰρ ὁ πλοῦτος ἀεὶ, καὶ τὸ βεβηκὸς οὐκ ἔχει· μεθύει δὲ μᾶλλον καὶ διανένευκεν εἰς ἀποστασίαν, καὶ πόδας ἔχει σαθρούς. τὸ δὲ δὴ καὶ ἐπ’ αὐτῷ μέγα φρονεῖν ἐθέλειν, ἠλίθιον κομιδῆ. ἐξελεῖται γὰρ ἥκιστά γε τοὺς ὑπὸ θείαν ὀργὴν, οὐδ’ ἄν ἀπαλλάξειεν αἰτιαμάτων τινὰς, Θεοῦ ποινὴν καθορίζοντος, καὶ τὴν τοῖς πλημμελοῦσι πρέπουσαν ἐπάγοντος δίκην. τί [*](2. ἐπίκουρον pro ἐπίκουρος—διαβεβ. Pont. εἷς—διαβεβ. om. D. διαβεβ. Β. βεβ. Ε. Aub. 10—13 Haec ζῶντάς τε—τὸ φαῦλον assumpserat Aub. ex τε post ζῶντας om. Β. habet Ε. 17. κατοικήσωσιν Β. (95, 185, 310, 311.) 18. καταφυτεύσουσιν Β. Edd. καταφυτεύσωσιν Ε. (Alex. 26.) 20 εἰρήσεται D.E. Edd. εἴρηται Β. 26. καθορίζοντας Ε.)

187
οὖν ὁ πλοῦτος; σάρκα θεραπεύει μόνην καὶ ὑπηρέτης ἐστὶν [*](b) ἀνοσίου καὶ βδελυρᾶς ἡδονῆς, καὶ πατὴρ ἀλαζονείας, καὶ τύφου ῥίζα καὶ γένεσις, καὶ προσκαίρων δοξαρίων περιποιεῖται τὴν μέθεξιν, ἃ σκιαῖς ἐν ἴσῳ παρελαύνει τοὺς ἐσχηκότας. κότας. καὶ γάρ ἐστιν ἀληθὲς ὅτι “Πᾶσα σὰρξ ὡς χόρτος, [*](Esai. xl. 6: 1S. Pet.i. 24.) “καὶ πᾶσα δόξα ἀνθρώπου ὡς ἄνθος χόρτου.’’ ὅτι τοίνυν ἀνόνητος παντελῶς τοῖς ἠσεβηκόσιν ἡ ἐπὶ πλούτῳ σπουδὴ, διδάσκει λέγων, ὡς ἔσται μὲν τοῖς Χαλδαίοις εἰς διαρπαγὴν ἡ δύναμις αὐτῶν. εἰσὶ γάρ εἰσιν οἱ περὶ ὧν ἂν λέγοιτο, καὶ [*](c) μάλα εἰκότως, τὸ ἐν ψαλμοῖς ὑμνούμενον “Ἰδοὺ ἄνθρωπος [*](Ps. li. 9.) “ὃς οὐκ ἔθετο τὸν Θεὸν βοηθὸν αὐτοῦ, ἀλλ’ ἐπήλπισεν ἐπὶ “τῷ πλήθει τοῦ πλούτου αὐτοῦ, καὶ ἐπὶ τῇ ματαιότητι “αὐτοῦ ἐνεδυναμώθη.” εἰ δὲ δὴ καὶ οἶκοι γεγόνασιν αὐτοῖς πολυτελῶς ἠσκημένοι, εἶεν ἂν οὐκ αὐτῶν· κατεμπρησθήσονται θήσονται γάρ· καὶ εἰ πρὸς τούτοις ἔτι γεγόνασιν ἀμπέλων μελεδωνοὶ, οὐκ αὐτοὶ πίονται· πόθεν; οἰχήσονται γὰρ αἰχμάλωτοι, τὰ οἴκοι μεθέντες καὶ παντὸς ἐστερημένοι τοῦ κατευφραίνειν εἰδότος. καὶ τοῦτο σαφὲς ἐποίει Θεὸς διὰ φωνῆς [*](d) Ἱερεμίου λέγων πρός τινα τῶν ἐν Σαμαρείᾳ βεβασιλευκότων κότων “Ὠκοδόμησας σεαυτῷ οἶκον σύμμετρον, ὑπερῷα Hier. “ῥιπιστὰ διεσταλμένα θυρίσι καὶ ἐξυλωμένα ἐν κέδρῳ [*](Hier. xxii. 14, 15.) “καὶ κεχρισμένα ἐν μίλτῳ. μὴ βασιλεύσεις, ὅτι σὺ παρω- “ξύνθης ἐν Ἀχαὰβ τῷ πατρί σου; οὐ φάγονται καὶ “οὐ πίονται. βέλτιον ἦν σε ποιεῖν κρῖμα καὶ δικαιοσύνην “καλήν.”

[*](1. μόνην D.E. Edd. μόνον Β. καὶ accessit ex B.D.E, 2. ἀλαζονιας Ε. 4. παρελαύνειν Aubertus. 8. ἐστι Ε. invito D. 9. γάρ εἰσιν] + καὶ Aub. sol. καὶ μάλα εἰκότως τὸ Β.Ε.] ἐν ψαλμοῖς ὑμνούμενον ex Ε. assumpserat Aub. τὸ om. Aub. 12. τῷ πλήθει D. Edd. τὸ πλῆθος Ε. (Vat.) cf. supra 168. a. ἐνεδ. ἐπὶ τῇ ματ. αὐτοῦ inv. ord. B. (Vat. &c.) invitis D.E. Aub. qui καὶ—αὐτοῦ assumpserat ex Ε. 14. τε καὶ ἠσκημένως Ε. ἠσκ. om. D. D.E. ἐμπρησθ. Edd. 16. πίονται· πόθεν 16. πίονται· πόθεν Β. πίωνται πόθεν D. πίονται ποθεν Ε. ex quibus correximus. πίωνταί ποτε Edd. 18. De Josiae filio, dicta sunt haec. 22. μολτῳ (sic) Ε. 23. Ἀχαὰβ B.D.E. (Alex.) Ἀχὰζ Edd. (Vat. Frid-Aug.) 24. Haec βέλτιον—καλήν ex Ε. assumpseiat Aub. καλεῖν (sic) Aub. καλὴν D.E. ut supra 173. e. καὶ ἔλεον pro καλήν Β.)
188

Χρὴ τοιγαροῦν ἡμᾶς ἐφίεσθαι τῶν ἐπιγείων οὐδενὸς, διαῤ- [*](e) ῥίπτειν δὲ ὡς ἀπωτάτω τὸ τοῖς προσκαίροις ἐφήδεσθαι καὶ μεταποιεῖσθαι πλούτου τοῦ φεύγοντος καὶ ἐν καιρῷ ὀργῆς οὐδὲν ὀνῆσαι δυναμένου τοὺς ἔχοντας· καύχημα δὲ ποιεῖσθαι τὴν ἐν Χριστῷ ζωὴν, καὶ τῆς ἐξαιρέτου πολιτείας τὰ αὐχήματα, καὶ τῆς πρὸς Θεὸν οἰκειότητος οὐδὲν ἡγεῖσθαι τὸ ἄμεινον, ἀναφωνεῖν τε καὶ λέγειν “Κύριε ὁ Θεὸς τῶν δυνάμεων, [*](Ps. lxxxiii. 13.) “μακάριος ἄνθρωπος ὁ ἐλπίζων ἐπὶ σοί·” καὶ πρός γε δὴ [*](Ib. 11.) τούτοις ὅτι “Κρείσσων ἡμέρα μία ἐν ταῖς αὐλαῖς σου ὑπὲρ “χιλιάδας. ἐξελεξάμην παραρρίπτεσθαι ἐν τῷ οἴκῳ τοῦ “Θεοῦ μου μᾶλλον ἢ οἰκεῖν με ἐν σκηνώμασιν ἁμαρ- “τωλῶν.”

[*](591 A. a)