In XII Prophetas

Cyril of Alexandria

Cyril of Alexandria. Cyrilli Archiepiscopi Alexandrini In XII Prophetas, Vol 1-2. Pusey, Philip Edward, editor. Oxford: Clarendon Press, 1868.

Ὅτι ἐγγύς ἡ ἡμέρα Κυρίου ἡ μεγάλη, ἐγγὺς καὶ ταχεῖα σφόδρα· φωνὴ ἡμέρας Κυρίου πικρὰ καὶ σκληρὰ τέτακται ἡμέρα ὀργῆς ἡ ἡμέρα ἐκείνη, ἡμέρα θλίψεως καὶ ἀνάγκης, ἡμέρα ἀωρίας καὶ ἀφανισμοῦ, ἡμέρα σκότους καὶ Γνόφου, ἡμέρα νεφέλης καὶ ὁμίχλης, ἡμέρα σάλπιγγος καὶ κραυγῶς τὰς πόλεις τὰς ὀχυρὰς καὶ ἐπὶ τὰς γωνίας τὰς ὑψηλάς.

Αποκείρει πάλιν τὴν ἐλπίδα τῶν ἔσθ’ ὅτε διακεισομένων [*](b) εἰς μακρὰν ἀνάβλησιν δραμεῖσθαι τοὺς λόγους. ἀγχίθυρον γὰρ ὥσπερ ἀποφαίνει τὴν δίκην, καὶ τρέχουσαν κατὰ πόδας τὴν ἐκ τοῦ πολέμου συμφοράν. ἡμέραν δὲ κυροῦ τὸν καιρὸν ἀποκαλεῖ, καθ’ ὃν ἔσται τὰ τοιάδε. καὶ μὴν καὶ ταχεῖαν ὠνόμασεν ὡς μελλησμοῦ τίνος δίχα παρεσομένην, καὶ ὀφθησομένην οὐκ εἰς μακράν· σκληρὰν δὲ αὐτῆς τὴν φωνὴν εἶναί φησι καὶ δυνατωτάτην, τὸν τῶν πολεμίων ἀλαλαγμὸν ὑπο- [*](1. ἐφίεσθαι τῶν ἐπιγ. οὐδενὸς hoc ordine Β.Ε. ἐφίεσθαι post οὐδενὸς tr, Edd. μηδὲ pro διαῤῥίπτειν—ἐφήδεσθαι καὶ Pont. 7. Κύριε B.E. Κύριος Edd. 411 b. supra. 8. σοί Β.Ε. σέ Edd. cf. supra l. c. Reliqua καὶ πρός γε— ἁμαρτωλῶν assumpta ab Aub. ex E. favente D. desunt in B. 10. παραῤῥιπτεῖσθαι D. (Vat.) 11. μου om. D. (Vat.) 13. Διότι F. 16. ἀωτίας ἀωρίας D.E. Edd. ἀορασίας B. (147.) σκότους καὶ γνόφου B.D.E. ℵ XII.) γν. καὶ σκ. Edd. (Vat.) 20. ἀνάβλυσιν D. ἀναδραμεῖσθαι Edd. invitis B.D.E. 22. δὲ] + τοῦ Edd. 23. ἀποκαλεῖ] Hic desinit Ε. καὶ alt. accessit ex B.D. 24. μελησμοῦ D.)

189
φαίνων οἶμαί που· ὀργῆς τε καὶ θλίψεως, ἀφανισμοῦ τε καὶ [*](c) αωριας, σκότους τε καὶ γνόφου φησὶν ημεραν ἀυτὴν. τι γὰρ τῶν τοιούτων οὐ συμβήσεται τοῖς ἀθλιότητος εἰς τοῦτο ἀφικομένοις, ὡς ἐν αὐτοῖς γενέσθαι τοῖς τοῦ θανάτου δείμασι, καὶ ἐν τοῖς ἐσχάτοις κεῖσθαι κακοῖς; πολεμίων δὲ πόλιν κατειληφότων, τί τοῖς ἁλοῦσιν οὐ συμβήσεται; ἢ τί τῶν ἄγαν ἐκτόπων ἀνεπιτήδευτον; ἢ οὐκ ἄνηβοι μὲν καταφθείρονται παῖδες, κόρια δὲ ῥιπτεῖται νεκρὰ, καὶ οἷον φυτὰ πρὸ ὥρας ἀναβεβοθρευμένα; οὐχὶ δὲ νὺξ οἷά τις καὶ σκότος ἡ [*](d) [*](ο) δυσθυμία τὴν τῶν ἑαλωκότων καταμελαίνει καρδίαν, ὡς ἀπορῆσαι βουλῆς καὶ σκεμμάτων· μόνον δὲ οὐχὶ καὶ ἀχλύι· καὶ νεφέλαις τὸν ἑκάστου κατασκιάζουσα νοῦν, οὐδὲ, ὅποι ποτέ ἐστιν, ἐφίησιν ἐννοεῖν. εἶτα πῶς τοῦτο ἀμφίβολον; ὅτι δὲ ἀφόρητος ἔσται τῶν δυσμενῶν ἡ ἔφοδος καὶ πόλεσι ταῖς πολυανδρούσαις καὶ γεγυμνασμέναις τὰ τακτικὰ, καὶ μὴν καὶ ἑτέραις, αἵπερ ἂν εἶεν τοῖς τῶν τειχῶν περιβόλοις περιεζωσμέναι, καταμεμήνυκε προστιθεὶς, ὡς ἔσται σάλπιγγος [*](e) καὶ κραυγης ἥμεροι η ημερα τοῦ κυροῦ ἐπὶ τοῖς πόλεις τας οχυρας καὶ ἐπὶ τοῖς γωνίας τας υψηλας. οχυρας μὲν γὰρ, ὡς ἔφην, τὰς εὐανδρούσας ἀποκαλεῖ, καὶ πολὺ λίαν ἐχούσας τὸ μάχιμον γένος· γωνίας γεμὴν ὑψηλὰς τὰς τετειχισμένας. ἀεὶ γάρ πὼς ἐν ταῖς τῶν τειχῶν περιβολαῖς ἀνέχουσιν αἱ γωνίαι, καὶ εἰς πύργους ἀνεστήκασι, τῶν ἄλλων ὑψηλοτέρους. “Φοβερὸν οὖν ἄρα τὸ ἐμπεσεῖν εἰς χεῖρας Θεοῦ [*](Heb. x. 31.) “ζῶντος” κατὰ τὸ γεγραμμένον. ἀντιτετάξεται γὰρ αὐτῷ [*](a 592 A.) [*](3. Haec τοῦ τοιούτων accesserunt ex B.D. τῆς pro τοῖς D. 4. καθικομένοις D. τοῦ θαν.—κακοῖς] τελευταίοις κινδύνοις D. 5. αὐτοῖς pro τοῖς Edd. πολέμων Pont. πόλιν κατείληφ’. hoc ordine B.D. 9. οἷά τις B. οἷά τε D. Edd. 11. καὶ σκεμμάτων om. D. μονονουχὶ Edd. 12. τῶν pro τὸν iid. ὅποι ποτέ B.D. ὅποι πορευτέον Edd. 13. εἶτα πῶς τ. ἀμφ. om. D. 14. δὲ B.D. δὴ Edd. 15. τοὺς τακτικοὺς Edd. καὶ μὴν—περιεζωσμέναι om. D. 16. τῶν accessit ex Β. περιβόλοις Β. περιβολαίοις Edd. 17. ἐζωσμέναι Β. 18. κραυγῆς] ὀργῆς D. ἡμέρα prius accessit ex Β. deest in D. τοῦ om. Β. habet D. 20. Haec ὡς ἔφην accesserunt ex B.D. καὶ—γένος om. D. 22. τῶν assumptum ex B.D. 25. Haec κατά τὸ γεγρ. assumpta ex D. ἀντιτάξεται Edd.)
190
[*](Ps. xxiii. 10.) παντελῶς οὐδείς· καὶ γάρ ἐστιν αὐτὸς ὁ τῶν δυνάμεων κύριος.

Καὶ ἐκθλίψω τοὺς ἀνθρώπους, καὶ πορεύσονται ὡς τυφλοί, ὅτι τῷ Κυρίῳ ἐξήμαρτον· κὼ ἐκχεῶ τό αἷμα αὐτῶν ὡς χοῦν, καὶ τὰς σάρκας αὐτῶν ὡς βόλβιτα. καὶ τὸ ἀργύριον αὐτῶι καί τὸ χρυσίον αὐτῶ οὐ μὴ δύνηται ἐξελέσθαι αὐτοὺς ἐν ἡμέρᾳ [*](b) ὀργῆς Κυρίου, ὅτι ἑ πυρί ὤλου αὺτοῦ καταναλωθήσεται πάθα ἡ γῆ, διότι συντέλειαν καὶ σπουδὴν ποιήσει ἐπὶ πάντας τοὺς κατοικοῦντας τήν τῆν.

Ἐναργὴς μὲν σφόδρα τῶν προκειμένων ὁ νοῦς, καὶ οὐδενὸς ἂν δέοιτο, καθάπερ ἐγῷμαι, λόγου πρὸς διασάφησιν. πλὴν ἐροῦμεν ἐπιτροχάδην. ἀπειλεῖ γὰρ αὐτοῖς τὰ παντὸς ἐπέκεινα κακοῦ, καὶ τὸν εἰς νοῦν σκότον· καὶ τὴν αἰτίαν εὐθὺς ἀφηγεῖται, προστιθείς Ὄτι τῷ Κυρίῳ ἐξήμαρτον. ὅμοιον ὡς εἰ λέγοι Πεπαρῳνηκότες εἰς ἀδελφοὺς, καὶ εἰς αὐτὸν ἀφυ- [*](c) λάκτως δεδυσσεβήκασι τὸν τῶν ὅλων Δεσπότην καὶ τῆς θείας κατεξανιστάμενοι δόξης ἁλοῖεν ἄν. εἴπερ ἐστὶν ἀπηχὲς καὶ ἀνόσιον παντελῶς, αὐτὴν μὲν τῶν ἰδίων ἀποστερῆσαι γερῶν, καὶ μονονουχὶ τῶν τῆς θεότητος ἀποσοβῆσαι θώκων, ἐνιδρύσαι δὲ ὥσπερ αὐτοῖς τὴν κτίσιν καὶ κτηνῶν ἀλόγων μορφάς. οἱ μὲν γὰρ δαμάλεσιν ἀνῆπτον τὸ σέβας· οἱ δὲ Ἀστάρτῃ τινὶ καὶ Βεελφεγώρ· οἱ δὲ σελήνῃ καὶ ἄστροις. ταύτῃτοι λοιπὸν ἐπιφέρειν αὐτοῖς ἀπειλεῖ τὰς ἐκ τοῦ πολέμου συμφορὰς, συντέλειάν τε καὶ σπουδήν. [*](d) καὶ ἡ μὲν συντελεια τὸν εἰσάπαν ὄλεθρον τῆς Ἰουδαίων χώρας κατασημήνειεν ἄν· ἡ δέ γε σπουδὴ τὸ οἷον ἐν τάχει καὶ ἀμελλητὶ γενέσθαι τὰ προηγγελμένα. δηλοῖ δὲ πολλάκις τὸ τῆς σπουδῆς ὄνομα παρά γε τοῖς ἱεροῖς γράμμασι [*](1. γάρ om. Β. habet D. 4. ἐκχεῶ Ε. (36. al.) ἐκχεεῖ Edd. 7. ὅτι Β. (XII.) καὶ Edd. ℵ A.V.) 8. πόντος om. Β. 12. αὐτοὺς Edd. 18. ἀνόσιον παντελῶς καὶ ἀπηχὲς Edd. ἀποστερῆσαι] ἀποστῆσαι iid. 20. θώκων] θρόνων iid. 25. εἰς ᾶπαντα b. 26. κατασημαίνειεν b. 28. παρά γε τοῖς ἱεροῖς γράμμασι B.b. παρὰ τῆ γραφῆ Edd.)

191
καὶ θορύβων ἔφοδον. πάνδεινον οὖν ἄρα τὸ ἁμαρτάνειν εἰς ἀδελφούς· εἰ δὲ δὴ καὶ εἰς τοῦτο φαυλότητος προίοι τὰ πλημμεληθέντα τισὶν, ὡς καὶ αὐτὴν τὴν ἀπόρρητον καταλυπῆσαι φύσιν, οὐδεὶς ἀνατρέψει τρόπος τὰ ἐξ ὀργῆς.

Ἄραρεν οὖν ὅτι κατοιμώζειν ἄξιον τοὺς θεομισεῖς αἱρετικοὺς, [*](e) ἐπιθήγοντας τὴν γλῶτταν τῷ Υἱῷ τοῦ Θεοῦ, καὶ κτιστὸν εἶναι λέγοντας, καὶ μὴν καὶ ἐν μείοσιν ἢ ἐν οἷς ὁ Πατήρ. εἴδωλον δὲ ὥσπερ ἀναπλάττουσι καὶ αὐτοὶ, κατά γε τό σφισιν αὐτοῖς εὖ ἔχειν δοκοῦν, καὶ τοῦτο προσκυνεῖν ἐπιτάττουσι. εἰ γὰρ ἐκπέπτωκεν ὅλως τοῦ εἶναι Θεὸς κατὰ φύσιν ὁ Υἱὸς, καὶ ἐστι γενητὸς, προσκυνεῖται δὲ πρός τε ἡμῶν αὐτῶν καὶ τῶν ἁγίων ἀγγέλων, πῶς οὐκ ἐναργῶς τῇ [*](a 593 Α.) κτίσει λατρεύομεν, καθάπερ Ἑλλήνων παῖδες εἰς ἡλίου τύπον, ἤγουν ἑτέρου τινὸς τῶν κτισμάτων, τὸ ἐξ ἀνοίας καὶ ματαιότητος τητος λογισμῶν εἴδωλον ἀναπλάσαντες;

Συναχθητε καὶ συνδέθητε, τὸ εθνος τὸ ἀπαιδευτον, προ τοῦ [*](Κεφ. β'. 2) γενέσθαι ὑμᾶς ὡς ἄνθος παραπορευόμενον ἡμέρᾳ, πρὸ τοῦ ἐπελθεῖν ἐφ᾿ ὑμᾶς ἀργὴν Κυρίου, πρὸ τοῦ ἐπελθεῖν ἐφ᾿ ὑμᾶς ἡμέραν Θυμοῦ Κυρίου.

Παραδείξας εὖ μάλα τοῦ πολέμου τὴν ἀγριότητα καὶ τῆς ἐσομένης συμφορᾶς τὸ μέγεθος, μεθίστησι πάλιν ἐπὶ καιροῦ τὸν λόγον ἐπὶ τὸ χρῆναι καλεῖν εἰς μετάγνωσιν, ὅτε καὶ ἢν ἀναπείσειν εὐκόλως, εἰκὸς δήπου πεφοβημένους. ἀπεσκληκότος μὲν γὰρ ἔσθ’ ὅτε τοῦ νοῦ καὶ πολὺ λίαν διανενευκότος εἰς τὰ αἰσχίω καὶ βδελυρώτατα, οὐκ εὐκόλως προσιέμεθα τὸ [*](c) κἂν γοῦν ἑλέσθαι μετανοεῖν, συνωθεῖ δὲ πολλάκις εἰς τοῦτο καὶ οὐχ ἑκόντας τὸ δεῖμα. καλεῖ τοίνυν εἰς οἰκειότητα τὴν [*](3. λυπῆσαι Β. 4. τρόπος Β. λόγος Edd. 5. Ἄραρεν οὖν ὅτι Β. Αρα οὖν Edd. 7. Haec ἐν οἷς accesserunt ex Β. 12. αὐτῶν accessit ex Β. 14. ἀνοίας Β. ἀπανθρωπίας Edd. 17. πρὸ τοῦ ἐπ’. ἐφ’ ὑμᾶς ὀργὴν Κυρίου om. B. (95. 106, 185, 240, 311.) 24. μὲν assumptum ex Β. 25. βδελυρώτερα Edd.)

192
πρὸς αὐτόν. ὥσπερ γὰρ αὐτοὺς ἀποστῆναί φαμεν, καὶ ἀλλοτρίους γενέσθαι, λελατρευκότας εἰδώλοις, καὶ τοῖς ἰδίοις πάθεσιν ἐπιδόντας τὸν νοῦν· οὕτω πάλιν ἀνόπιν ὥσπερ ἰέναι νοήσομεν, καὶ τῆς πρὸς Θεὸν οἰκειότητος ἐπιδράττεσθαι, προσκυνεῖν ἑλομένους αὐτῷ δὴ καὶ μόνῳ, καὶ τοῖς παρ’ αὐτοῦ [*](d) παρακολουθεῖν θεσπίσμασιν. ἔθνος γεμὴν ἀπαίδευτον τὸ ἐξ Ισραὴλ ὀνομάζει γένος, ὡς καὶ αὐτὴν ἀτιμάζον τὴν ἀρχαίαν ἐντολὴν, καὶ διωθούμενον ἀνοσίως τὸν παιδαγωγοῦντα νόμον καὶ πρὸς πᾶν εἶδος ἐπιεικείας ἀποκομίζειν δυνάμενον. ἀπειλεῖ δὲ πάλιν, ὡς εἰ μὴ συνδεθεῖεν αὐτῷ, κατά γε τοὺς ἀρτίως ἡμῖν εἰρημένους τρόπους, διοίσουσι μὲν κατ’ οὐδὲν ἀνθέων τῶν ἐν ἀγροῖς, ἃ σαθρά τε ἐστὶ καὶ εὐμάραντα, ὑποπεσοῦνται δὲ πάντως τοῖς ἐξ ὀργῆς.

[*](Gal. vi. 10.)

Οὐκοῦν “Ἕως καιρὸν ἔχομεν, ἐργαζόμεθα τὸ c πρὸς πάντας.” ἕως ἐνδίδωσιν ὁ Δεσπότης ἀνεξικακῶν ὡς Θεὸς, ποιώμεθα τὴν μετάγνωσιν, προσάγωμεν ἱκετείας, ἀνα- [*](Ps.xxiv. 7.) φωνῶμεν δεδακρυμένοι “Ἁμαρτίας νεότητός μου καὶ ἀγνοίας “μου μὴ μνησθῇς,” συνάπτωμεν ἑαυτοὺς δι’ ἁγιασμοῦ καὶ [*](Infra. 3.) νήψεως· σκεπασθησόμεθα γὰρ οὕτως ἐν ἡμέρᾳ ὀργῆς, καὶ τὴν ἐκ τῶν πταισμάτων κηλῖδα διανιψόμεθα πρὸ τοῦ ἐπελθεῖν ἐφ’ ἡμᾶς ἡμέραν θυμοῦ κυροῦ. ἥξει γὰρ ἥξει κατὰ καιροὺς ἐξ οὐρανῶν ὁ κριτὴς, ἀποδώσει τε ἑκάστῳ κατὰ τὸ ἔργον αὐτοῦ.