In XII Prophetas
Cyril of Alexandria
Cyril of Alexandria. Cyrilli Archiepiscopi Alexandrini In XII Prophetas, Vol 1-2. Pusey, Philip Edward, editor. Oxford: Clarendon Press, 1868.
Cyril of Alexandria. Cyrilli Archiepiscopi Alexandrini In XII Prophetas, Vol 1-2. Pusey, Philip Edward, editor. Oxford: Clarendon Press, 1868.
Εὐλαβεῖσθε ἀπὸ προσώπου Κυρίου τοῦ Θεοῦ, διότι ἐγγὺς ἡ ἡμέρα Κυρίου, ὅτι ἡτοίμασε κύριος τὴν θυσίαν αὐτοῦ, ἡγίασε τοὺς κλητοὺς αὐτοῦ.
Ἀναπλέκει χρησίμως ταῖς ἀπειλαῖς τὴν παραίνεσιν, καὶ καταπτοήσας τοῖς δείμασι, μετασοβεῖ πρὸς τὸ ἄμεινον, ὑποβλέπεσθαι κελεύων· τοῦτο γὰρ οἶμαι τὸ εὐλαβεῖσθαί ἐστι· τὸν τῶν ὅλων Θεὸν, καὶ τὰς τοῦ βίου τροχιὰς ἐπ- [*](d) ἀνορθοῦν ἐπείγεσθαι, καὶ ἀμελλητὶ μετατρέπειν πρὸς τὸ αὐτῷ φίλον καὶ δοκοῦν. δεῖν δέ φησιν ὁρᾶσθαι τοιούτους απὸ προσώπου κυροῦ, κατά γε τὸ εἰρημένον διὰ φωνῆς Ἡσαΐου [*](Es. i. 16.) “Λούσασθε, Λούσασθε, καθαροὶ γένεσθε, ἀφέλετε τὰς πονηρίας ἀπὸ “τῶν ψυχῶν ὑμῶν ἀπέναντι τῶν ὀφθαλμῶν μου· παύσασθε [*](1—4 τῶν ὁσίως τεθ. et αὐτοῦ—Ἱεροσολύμοις et φημὶ assumpsit ex Ε. 1. πᾶν D.E. ἅπαν Β. Edd. 5. Haec καθεῖλε—οἰωνοσκόπους assumpserat ex. Ε. Aub. 8. δὴ] + που Edd. invitis Β.Ε. 9. τὸν λόγον Edd. 10. ἐστι pro ἔσται Ε. 12. οἱ γε Ε. 15. ἡμέρα] + τοῦ Edd. deest in Β.Ε. (91. al.) 20. τὸ εὐλαβεῖσθαί ἐστι hoc ord. Β.Ε. εὐλαβεῖσθε Aub. 24. προσώπου] + του Ε. γε accessit ex Β.Ε. εἰρημένον ex Ε. assumpserat Aub. 25. γενεσθαι Ε. ἀφέλεσθε pro ἀφέλετε Edd.)
Καὶ ἔσται ἐν ἡμέρᾳ θυσίας Κυρίου, καὶ ἐκδικήσω ἐπὶ τοὺς ἄρ- [*](e) χοντας καὶ ἐπί τὸν οἶκον τοῦ βασιλέως καὶ ἐπὶ πάντας τούς ἐνδεδυμένους ἐνδύματα ἀλλότρια· καὶ ἐκδικήσω ἐπὶ πάντας ἐμφανῶς ἐπὶ τὰ πρόπολα ἐν τῇ ὴμέρᾳ ἐκείνῃ, τοὺς τὸ οἶκον Κυρίου τοῦ Θεοῦ αὐτῶ ἀσεβείας κοὶ δόλου.
Τρία ταῦτά ἐστι τὰ δι’ ὧν ἂν εὖ ἔχοιεν πόλεις τε καὶ χῶραι, βασίλεια τε καὶ τὰ ὑπ’ αὐτὴν τῶν ἐξουσιῶν τάγματα, [*]( 2. Ἀδ. Κύριος om. Pont. τοῦτο om. Aub. ποιήσω τοῦτο. καὶ νῦν Pont. 13. τῶν ὅλων assumpsimus ex Β.Ε. 18. του τοιοῦδε τινὸς Ε. 22. ἐπὶ πάντας ἐμφανῶς B.E. ℵ Alex. XII.) ἐμφ. ἐπὶ πάντας inv. ord. F. Edd. ἐπὶ πόντος om. ut vid. S. Cyrillus. 23. προπύλαια F. τῇ ἡμέρᾳ ἐκείνη hoc ordine B.E. (sol.) 24. τοῦ assumptum ex B.E. (Alex. XII.))
ὥσπερ οὖν οἱ Ἀαρὼν γεγονότες δεδαπάνηνται πυρὶ, καὶ [*](d) ἦν αὐτοῖς ἐπίκλημα καὶ γραφὴ, τὸ ἀλλότριον ἐπιθεῖναι τῷ θυσιαστηρίῳ πῦρ· τὸν αὐτὸν οἶμαι τρόπον καὶ οὗτοι, περὶ ὧν ἦν ὁ λόγος, ἐξαιτοῦνται δίκας, ὅτι τῆς πρεπούσης αὐτοῖς εὐκοσμίας ἠφειδηκότες, ἱεροπρεπῶς μὲν οὐκ ἐστέλλοντο κατά γε τὸ τῷ νομοθέτῃ δοκοῦν, ἐνδύμασι δὲ ἀλλοτρίοις ἠμφιεσμένοι, δρᾶν ἀπετόλμων τὰ ἱερά. ἀπόδειξις δὲ καὶ τοῦτό ἐστι καταφρονήσεως τῆς ἐσχάτης καὶ τοῦ μηδενὸς ἀξιοῦσθαι λόγου παρ’ αὐτοῖς τὸν νόμον. εἶτα πῶς ἦν ἐν- [*](e) νοεῖν ἐν φροντίδι γενέσθαι τοῖς ἄλλοις τοῦ νόμου τὴν τήρησιν, εἰ μηδεὶς αὐτοῦ τοῖς ἡγουμένοις ὁ λογος; φησιν Ἐκδικήσω ἐμφανῶς ἐπὶ τὰ πρόπυλα· καὶ ὃ βούλεται δηλοῦν, ἔστι τοιοῦτον. πλημμελοῦντα πλειστάκις τὸν Ισραὴλ, καὶ τοῖς διὰ τῶν προφητῶν οὐκ εἴκοντα λόγοις, ἐκάλει πρὸς μετάγνωσιν, ταῖς ἔξωθεν λύπαις ἐπανορθῶν ὡς πατὴρ, ἁπτόμενος δὲ καὶ τῶν σωμάτων αὐτῶν ἔσθ᾿ ὅτε· οἷόν τι [*](Agg. ii. 17. joel. i.4.) φημὶ, ἐπάταξεν ἐν ἀνεμοφθορίᾳ τοὺς ἐν ἀγρῷ καρποὺς, ἣ βροῦχον ἔσθ’ ὅτε καὶ ἀκρίδα καθιεὶς, ἢ κάμπην ἐπισωρεύσας, [*](586 A. a Am. iv. 9.) ἢ τὴν κάλου μένην ἐρυσίβην· λελύπηκε δὲ καὶ “ἐν “καὶ ἐν ἰκτέρῳ,” κατὰ τὴν τοῦ προφήτου φωνήν. ταῦτα κατὰ καιροὺς ἐπιφέρων, οἷον ἔπληττε λεληθότως· νυνὶ δὲ, φησὶν, ἐκδικήσω ἐμφανῶς ἐπὶ τὰ πρόπυλα, τουτέστιν, οὐ λεληθότως ἐποίσω τὰ ἐξ ὀργῆς, οὐ βροῦχος ἔσται καὶ ἐρυσίβη τὰ καθ’ ὑμῶν, οὐκ ἀρρωστία σωματική· ἀλλὰ γυμνῶς ἀποστίλβον τῶν πολεμίων τὸ ξίφος, καὶ τοῖς εἰς ἐμὲ δεδυσσεβηκόσιν ἀπειλοῦν τὸν ὄλεθρον, καὶ εἰς αὐτὰ τοῦ ναοῦ τὰ πρόπυλα [*](b) καταφθεῖρον ὠμῶς τοὺς πληροῦντας τὸν οἰκον τοῦ Θεου αὐτων ἀσεβείας καὶ δόλου. τίς οὖν ἡ ἀσέβεια; τίς δὲ καὶ ὁ ἕτερος ἡμῖν προφήτης σαφηνιεῖ λέγων περὶ τῆς Ἱερουσαλήμ [*](Mich. iii. 11.) “Οἱ ἡγούμενοι αὐτῆς μετὰ δώρων ἔκρινον καὶ οἱ προφῆται [*](2. καὶ + ἡ Edd. 7. τὰ ἱερεία b. 10. ἐν om. E. 13. ἔστι] + τὸ Ε. 18. καθιεὶς] καθεὶς Edd. 29. σαφηνίζει Edd. περὶ τῆς Ἱερουσαλλὴμ ex Ε. assumpserat Aub. favente D. desunt in B. 30. αὐτῆς B.D. αὐτῶν Ε. Edd.)
Προσεκτέα δὴ οὖν τοῖς τῶν θείων θυσιαστηρίων ἱερουργοῖς, μὴ ἄρα πὼς ταῖς τοιαῖσδε περιπίπτοιεν γραφαῖς. τυπικῶς c μὲν γὰρ οἱ πάλαι τὴν ταῖς ἱερουργίαις πρέπουσαν ἐδέχοντο στολήν. ἐπειδὴ δὲ τῆς ἐν πνεύματι λατρείας ἐνέστηκεν ὁ καιρὸς, ἄμφιον ἔστω λαμπρὸν καὶ στολή τις ὥσπερ ἱεροπρεπὴς ἑκάστῳ τῶν κεκλημένων εἰς λειτουργίαν, πίστις ὀρθὴ καὶ ἀμώμητος, βίος εὐαγγελικὸς, πολιτεία σεμνὴ καὶ ἐννομωτάτη, καὶ τρόπος ὀρθὸς, λημμάτων αἰσχρῶν οὐχ ἡττώμενος, φροντὶς ὁρῶσα πρὸς ἀρετὴν, καὶ τοῦ παντὸς ἀξιοῦσα λόγου τὸ ἁνδάνον Θεῷ.
[*](d)Καὶ ἔσται ἐν ἐκίνῃ τῇ ἡμέρᾳ, λέγει Κύριος, φωνὴ κραυγῆς ἀπὸ πύλης ἀποκεντούντων, καὶ ὀλολυγμὸς ἀπὸ τῆς δευτέρας, καὶ συντριμμὸς μέγας ἀπὸ τῶν βουνῶν.
Καταγράφει σαφῶς τοῦ πολεμοῦ τὰς συμφορὰς, καὶ οἷον πίπτοντάς τε καὶ ὄλλυ μένους καί σφισιν αὐτοῖς ἐποιμώζοντας ἐπιδεικνύει τινὰς, ἵνα τῷ μεγέθει τῶν ἐσομένων κακῶν ἡττώμενοι, μεταφοιτᾶν ἕλοιντο πρὸς τὸ ἐπείγεσθαι δρᾶν τὰ [*](e) ἀμείνω καὶ πρεπωδεστέρα, οὕτω τε λοιπὸν ἔξω φέροιντο τῆς ὀργῆς. ἀγαθὸς γὰρ ὁ Δημιουργὸς, καὶ οὐ θέλει “τὸν θάνατον [*](Ezek. xviii. 23.) “τοῦ ἀποθνήσκοντος, ὡς τὸ ἀποστρέψαι αὐτὸν ἀπὸ τῆς ὁδοῦ “αὐτοῦ τῆς πονηρᾶς, καὶ ζῆν αὐτὸν,” κατὰ τὴν τοῦ προφήτου [*](1. αὐτῶν Pont. 3—5. ἀγαπῶντες—προσέχοντες] καὶ τὰ ἑξῆς 4. κρίσιν Ε. 6. Προσεκτέον Β. 16. ἐκείνῃ τῇ ἡμέρᾳ Β.Ε. (Alex. XII. ℵ ex corr.) τῇ ἡμ. ἐκ. Edd. (Vat.) 22. τὰ assumpsimus ex Β.Ε. 24. Δημιουργὸς B.D.E. Θεὸς Edd. 25. ἀποθνήσκοντος D.E. Edd. ἁμαρτωλοῦ Β. cf. in Es. 765 b. αὐτὸν ἀπὸ τῆς—πονηρᾶς om. D.)