In XII Prophetas

Cyril of Alexandria

Cyril of Alexandria. Cyrilli Archiepiscopi Alexandrini In XII Prophetas, Vol 1-2. Pusey, Philip Edward, editor. Oxford: Clarendon Press, 1868.

Ὅτι γενόμενος ἄνθρωπος ὁ Μονογενὴς, τοῖς τῶν ἀγαπώντων αὐτὸν ὑποφέρειν ἔμελλε ποσὶν ἀρχάς τε καὶ ἐξουσίας [*](Eph vi. 12.) καὶ τοὺς κοσμοκράτορας τοῦ σκότους τούτου, τουτέστι τὰ βδελυρὰ τῶν δαιμονίων στίφη, πάντα τε αὐτοῖς ὑποτάξειν ἐχθρὸν ὁρατόν τε καὶ ἀόρατον, καὶ πάντα συντρίβειν πόλε [*](6. καρδίας Nik Edd. καρδίαν C. 8. λελατρεύκασι C. invito Nik. 11. πα + γὰρ Edd. invitis C. Nik. 12. καὶ ὡμ.] ὠμοίονται γὰρ C. invito Nik. 15. πάντες C. Nik. πάντως Edd. 18. καὶ εἰρήνη C manu prima. εἰρήνης D (23) καὶ εἰρήνην F. Edd. (91, 132, 240.) 19. ἀπὸ θαλάσσης F. Ldd. (22. al.) desunt in C.D. sed cf. infra. 20. ποταμῶν διεκβολὰς C.D. ἄπο ποτάμων ἕως διεκβολῶν F. Edd. (36. al.) 23. σκότους C b κόσμου Edd. 24. ὑποτάξειν C.D. ὑποτάσσειν Edd. 25. τε om. C. habet D.)

418
[*](c) μον, καὶ τοῖς ἐξ εἰρήνης κατευφραίνειν ἀγαθοῖς, αἰνιγματωδῶς ἡμῖν ὁ προφητικὸς ὑποφαίνει λόγος. ᾔεσαν μὲν γὰρ κατὰ καιροὺς κατὰ τῶν ̔Ιεροσολύμων οἱ Βαβυλώνιοι, καὶ μὴν καὶ ἕτεροι τινες τῶν ὁμόρων ἐθνῶν ἵπποις τε καὶ ἅρμασιν ἐποχούμενοι, [*](Ps. lxxvii. 9.) χούμενοι, “καὶ βάλλοντες τόξοις,” κατὰ τὸ γεγραμμένον, κατεχειροῦντό τε οὕτω καὶ πικροῖς ἐνίεσαν πόνοις. ἀπὸ δὴ τοῦ συμβαίνειν εἰωθότος, τῶν διὰ Χριστοῦ κατορθωμάτων τὴν λαμπρότητα δηλοῖ. ὁ γάρ τοι σώζων, φησὶν, ὁ δίκαιός [*](d) τε καὶ πραότατος βασιλεὺς, ἀφίξεται μὲν, καὶ οὐκ εἰς μακράν· πλὴν οὐ πολλῷ πλήθει τῶν ὑπασπιστῶν δορυφορούμενος, οὐ μυρίους ἔχων τοὺς εἰδότας τὰ τακτικά· ἐπασκήσας δὲ οὕτως ἐν ἤθει τὸ μέτριον, ὡς πώλῳ καὶ μόλις ἐφιζῆσαι γυμνῷ. πλὴν ἔσται τοσοῦτος εἰς ἀρετὴν, ὀνήσει τε οὕτω τοὺς ἐπ’ αὐτῷ πεποιθότας, ὡς περιελεῖν μὲν ἅρματα ἐξ Ἐφραῒμ, ἀποστῆσαι δὲ καὶ ἵππον ἐξ ̔Ιερουσαλὴμ, ὀλοθρεῦσαι δὲ καὶ τόξον πολεμικὸν, καὶ εἰρήνην ἁπλῶσαι βαθεῖαν, τὴν ἐκ [*](e) πάντων τῶν ἐθνῶν. Ἐφραῒμ δέ φησι τὰς ἐν τῆ Σαμαρείᾳ δέκα φυλὰς, ̔Ιερουσαλὴμ δὲ τοὺς ἐν αὐτῇ κατοικήσαντας, Ἰούδας δὲ οὗτοι καὶ Βενιαμίν. οὐκοῦν ἀσφαλείας ὑπόσχεσιν καὶ εἰρήνης ἡμῖν ὁ προφητικὸς εἰσκομίζει λόγος. οὐ γὰρ ἄν γένοιτο, φησὶν, εὐκατάδρομος τοῖς ἐθέλουσι κακοῦν ἡ ἁγία [*](1. Tim. iii 15.) πόλις, τουτέστιν ἡ νοητὴ Σιῶν, ἤγουν ̔Ιερουσαλὴμ, “ἥτις “ἐστὶν Ἐκκλησία Θεοῦ ζῶντος,” κατευρύνει δὲ οὕτω τὴν ἑαυτοῦ βασιλείαν ὁ σώζων αὐτὴν, ὡς ὅλης κατάρξαι τῆς Ἰουδαίας, ἀπὸ θκλάσσης εἰς ποταμούς. αὗται γάρ εἰσιν αἱ διεκβολαὶ τῆς γης, τουτέστι τὰ πέρατα. ψάλλει δέ που καὶ ὁ θεσπέσιος [*](2. ὑπεμφαίνει b. ἴεσαν C. 6. δὴ C.b. γοῦν Edd. 7. διὰ] ἐπὶ iid. 9. τε om. C. habet b. 10. δορυφορούμενος C.b. οὐ δορυφόρους D. Edd. Statim οὐ om. D. 11. δὲ b. τε C.D. Edd. 12. ὡς πώλῳ καὶ μόλις ἐφιζῆσαι γυμνῷ C.b. ὥστε κοὶ μ. ἐπιβῆναι τοῦ πώλου D. ω ι Edd. 15. ἀποστῆσαι C.D.b. Aub. ἀποστῆσαι Β. ἀπωστῆσαι Pont. ὀλοθρεῦσαι C.D.b. ἐξολοθρ. Edd. 16. δὲ om. C. habent D.b. 18. δὲ om. C. 19. ὑπόσχεσιν C.D.b. ὑπόθεσιν Edd. 22. Haec τουτέστιν — ζῶντος accesserunt ex C.D.b. ἡ ἱεροὺς. D. 23. κατευρύνει B.C.D.b. κατευρυνεῖ Edd. 24. ὁ om. b. 25. εἰς ποταμοὺς C.D. ἕως ποταμῶν Edd.)
419
Δαυεὶδ, ὡς περὶ ἀμπέλου λέγων τῆς Ἰουδαίων Συναγωγῆς [*](a 738 A.) “ Ἐξέτεινε τὰ κλήματα αὐτῆς ἕως θαλάσσης, καὶ ἕως ποτα- [*](Ps. lxxixx.12.) “μῶν τὰς παραφυάδας αὐτῆς.” τερματίζεται γὰρ ἡ τῶν Ἰουδαίων χώρα θαλάσσῃ τε τῇ πρὸς νότον καὶ Ἰνδικῇ, καὶ τῇ καλουμένη Μέσῃ τῶν ποταμῶν. ἀλλ’ οὐκ ἐν τούτοις τοῖς ὅροις ἡ Χριστοῦ βασιλεία· πολλοῦ γε καὶ δεῖ· ἕρπει δὲ ὁ λόγος ὡς ἐκ μερικοῦ παραδείγματος ἐπὶ τὸ καθόλου καὶ γενικώτατον. βεβασίλευκε γὰρ οὐ τῆς Ἰουδαίας μόνης, ἁπάσης δὲ μᾶλλον τῆς ὑπ’ οὐρανὸν, καὶ ἀπὸ περάτων εἰς [*](b) πέρατὰ τὰ τῆς ἐξουσίας αὐτῷ κατευρύνεται.

Καὶ σὺ ἐν αἵματι διαθήκης ἐξαπέστειλας τοὺς δεσμίους σου ἐκ λάκκου οὐκ ἔχοντος ὕδωρ. καθήσεσθε έν ὀχυρώματι δέσμιοι τῆς συναγωγῆς, καὶ ἀντὶ μιᾶς ἡμέρας παροικεσίας σου διπλᾶ ἀνταποδώσω σοι.

Μέτεισιν ὁ λόγος ἐπ’ αὐτὸν ἤδη τὸν δίκαιόν τε καὶ σώζοντα βασιλέα, καὶ μέντοι καὶ πρᾶον, τουτέστι Χριστόν· καὶ τὰ λαμπρά τε καὶ ἀξιάγαστα τῆς ἐπιδημίας αὐτοῦ [*](c) κατορθώματα καθίστησιν ἐναργῆ. κεκένωκε γὰρ ἑαυτὸν [*](Phil. ii. 7.) ἑκὼν, γενόμενος ἄνθρωπος, ὁ μονογενὴς τοῦ Θεοῦ Λόγος· ὑπέμεινε δὲ καὶ σταυρὸν, αἰσχύνης καταφρονήσας, καὶ τέθεικε [*](Heb. xii. 2.) τὴν ἑαυτοῦ ψυχὴν τῆς ἁπάντων ζωῆς ἀντάλλαγμα, καὶ κατεκτήσατο τῷ Θεῷ καὶ Πατρὶ τὴν ὑπ’ οὐρανὸν ἐν [*](Cf. ib. xiii. 20.) αιματι δὶαθηκης αἰωνίου, ἦς ἢν τύπος τὸ διὰ τοῦ πανσόφου Μωυσέως τοῖς ἀρχαιοτέροις ἐπιρρανθέν. λαβὼν γὰρ, φησὶ, Μωυσῆς τὸ αἷμα, “αὐτό τε τὸ βιβλίον καὶ πάντα τὸν λαὸν [*](Ib. ix. 19,20. d) “ἐρράντισε, λέγων τοῦτο τὸ αἷμα τῆς διαθήκης ἧς διέθετο [*](4. χώρα, θαλάσσῃ τε C. θάλασσά τε καὶ χώρα B.D. θαλάσσῃ τε καὶ χώρᾳ Edd. 6. γε] δὲ C. δεῖν C. 10. αὐτῷ B.C. αὐτοῦ Edd. 11. τοὺς assumptum ex C.D. (Alex. XII.) σου om. B. (240.) 12. ὀχυρώματι C.D. (Alex. XII.) ὀχυρώμασι Edd. (Vat. ℵ 13. παροικησίας F. παροικίας Β. (49. al.) 15. τὸν deest in Edd. 17. τε assumptum ex C.D. 22. καὶ prius om. Edd.)

420
“πρὸς πρὸς ὑμᾶς ὁ Θεός. ἀλλ’ ἐκεῖνα μὲν τύποι, καὶ τῆς ἀληθείας μόρφωσις ἦν· αὕτη δὲ λοιπὸν ἡ ἀλήθεια Χριστὸς, ὁ πάντας ἡμᾶς ἀγοράσας ἐν αἵματι διαθήκης. ἐκλελυτρώμεθα γὰρ ὡς [*](1 S. Pet. i. 18, 19.) ὁ αὐτοῦ φησι μαθητὴς “οὐ φθαρτοῖς ἀργυρίῳ ἢ χρυσίῳ, ‘ἀλλὰ τιμίῳ αἵματι ὡς ἀμνοῦ ἀμώμου καὶ ἀσπίλου Χριστοῦ.” σὺ τοίνυν, φησὶν, ὦ δικαιότατε καὶ πραότατε [*](e) βασιλεῦ, ἐν αἵματι διαθήκης τοὺς σοὺς γεγονότας δεσμίους· τουτέστιν οὓς δεσμοῖς ἀγάπης κατέσφιγξας, καὶ ταῖς σαῖς ζεύγλαις ὑπενεγκεῖν καὶ ἐγκαταδῆσαι σαφῶς τὸν τῆς διανοίας πέπεικας αὐχένα· ἐξαπέστειλας, τουτέστιν ἐξεκόμισας ἤγουν ἐξήγαγες ἢ ἀνήνεγκας ἐκ λά,κκου οὐκ ἔχοντος ὕδωρ· σημαίνειν δὲ διὰ τούτου φαμὲν αὐτὸν ἢ τὸν ᾅδην, τὸν οὐκ ἔχοντα ζωήν· ἐκδεξόμεθα γὰρ εἰς τύπον ζωῆς τὸ ὕδωρ, καὶ γάρ ἐστι ζωοποιόν· ἤγουν λάκκον καταλογιούμεθα, καὶ μάλα ὀρθῶς, τὴν ἐπί γε τοῖς ψευδωνύμοις θεοῖς ἀπάτην. βόθρος [*](739 A. a) γὰρ ἀληθῶς τὸ χρῆμά ἐστιν, εἰς ὃν εἴπερ τις ὅλως κατολισθήσειε, ζωῆς ἀμοιρήσει τῆς εἰς αἰῶνα τὸν μέλλοντα. ὅτι δὲ κεκένωκε τὸν ᾅδην ἀποθανὼν ὁ Χριστὸς, καὶ ἀνῆκε τοῖς ἐν φυλακῇ πνεύμασι τὰς κάτω πύλας παντί που σαφές. ἔφη ’δε που καὶ ὁ τῶν ὅλων Θεὸς διὰ φωνῆς ̔Ιερεμίου περὶ τῶν ἐξ Ἰσραὴλ. καταλελοιπότων μὲν αὐτὸν, τραπομένων δὲ [*](Hier. ii. 12, 13.) φληνάφως εἰς ἀπάτην εἰδωλομανῆ “Ἐξέστη ὁ οὐρανὸς ἐπὶ “τούτῳ, καὶ ἔφριξεν ἐπὶ πλεῖον σφόδρα, λέγει κύριος· ὅτι [*](b) “δύο καὶ πονηρὰ ἐποίησεν ὁ λαός μου, ἐμὲ ἐγκατέλιπον “πηγὴν ὕδατος ζῶντος, καὶ ὤρυξαν ἑαυτοῖς λάκκους σὺν- “τετριμμένους οἳ οὐ δυνήσονται ὕδωρ συνέχειν.” ὥσπερ γάρ ἐστι ζωοποιὸς καὶ πηγὴ ζωῆς, ἡ ὀρθή τε καὶ ἀπλανὴς [*](2. μόρφωσις] ἡ μόρφ. C. αὕτη C. αὐτὴ Edd. 8. κατέσφιγξας D. Edd. κατέσφιξας C. συνέσφιγξας b. 9. ἐγκαταδῆσαι C. ἐνκ. Cod.] ἐγκαταδεῖσαι b. καταδῆσαι Edd. σαφῶς CD. Edd. σοφῶς b. 11. ἀνήνεγκας C. ἀνῆκας b. Edd. 12. σημαίνει C αὐτὸν om. C. invitis D.b. ἢ om. b. 13. ἐκδεξώμεθα C. Haec καὶ γάρ ἐστι ζωοποιόν accesserunt ex C.D.b. ζωοποιόν D.b. ζωοποιοῦν C. 14. λάκκον C.b. ᾅδην D. Edd. 16. ἐστιν om. C. κατολισθήσειε C. κατολισθήσει Edd. 21. καταλελοιπότων Β. καταλειπόντων C. καταλελειπότων Edd. 24. ἐγκατέλιπεν C. (239.) 27. ζωοποιὸς καὶ πηγὴ ζωῆς C. πηγὴ ζωῆς καὶ πηγὴ ζωοποιὸς Edd.)
421
περὶ Θεοῦ γνῶσις· οὕτως ἄνυδροι καὶ οἱονεὶ λάκκοι συντετριμμένοι νοηθεῖεν ἂν τὰ τῆς εἰδωλολατρείας ἀθύρματα, καὶ ἡ περὶ αὐτοῦ πλάνησις. εἶτα πρὸς αὐτοὺς διαλέγεται τοὺς δεσμίους, καὶ εἰς ἐλπίδας αὐτοὺς ἀγαθὰς παραθήγει, λέγων Καθήσεσθε ἐν ὀχυρώματι δέσμιοι τῆς συναγωγῆς. καὶ ὀχύρωμα μὲν, καθάπερ ἐγῷμαι, τὴν Ἐκκλησίαν ἀποκαλεῖ ὡς τετειχισμένην [*](c) ἐν Χριστῷ, καὶ ἀκλονήτως ἔχουσαν· κάθισιν δέ φησι τὸ οἷον ἱδρυμένον ἐν πίστει. γέγραπται γὰρ περὶ Θεοῦ “Ὅτι σὺ καθήμενος τὸν αἰῶνα” τουτέστιν, ἱδρυμένην [*](Bar. iii. 3.) ἔχων καὶ ἀκατάσειστον φύσιν. ἔσεσθε δὴ οὖν ἐν ἀσφαλείᾳ, φησὶ, τὸ βεβηκὸς ἔχοντες εἰς πίστιν, ὦ δέσμιοι τῆς ἐμῆς συναγωγῆς· εἶεν δ’ ἂν οὗτοι τῶν ἐν Χριστῷ δεδικαιωμένων ἡ ἁγία πληθύς. ὅτι δὲ οὐκ ἄμισθον ἕξουσι τὴν ἐφ’ ἅπασι τοῖς ἀρίστοις ὑπομονὴν, καὶ μὴν καὶ τὸ ἐρηρεισμένον εἰς ἀγάπησιν τὴν ἐπὶ Θεῷ, κατασημαίνει λέγων Καὶ ἀντὶ μιᾶς [*](d) ημερας παροικεσιας σου διπλα ανταποδωσω σοι.