In XII Prophetas
Cyril of Alexandria
Cyril of Alexandria. Cyrilli Archiepiscopi Alexandrini In XII Prophetas, Vol 1-2. Pusey, Philip Edward, editor. Oxford: Clarendon Press, 1868.
Cyril of Alexandria. Cyrilli Archiepiscopi Alexandrini In XII Prophetas, Vol 1-2. Pusey, Philip Edward, editor. Oxford: Clarendon Press, 1868.
Καί τι τοιοῦτόν ἐστιν ὃ βούλεται λέγειν. πάροικοι μὲν γὰρ ἐπὶ τῆς γῆς καὶ παρεπίδημοι πάντες εἰσὶν οἱ ἅγιοι, [*](Cf. Heb. xi. 13.) βραχὺς δὲ δὴ λίαν ὁ ἐν σώματι βίος ἀνθρώπου παντὸς, κἂν εἴ τις αὐτὸν καταλογίσαιτο πρὸς αἰῶνα τὸν μέλλοντα, καταθρήσειεν ἂν αὐτὸν ὀλίγον ὄντα παντελῶς, ὡς τάχα που καὶ ἡμέρᾳ παρεικάζεσθαι μιᾷ. οὐκοῦν ἀντὶ μιᾶς ἡμέρας τῆς παροικεσίας σου φησὶ, τουτέστιν; ἀντὶ τοῦ βραχέος τε καὶ συνεσταλμένου χρόνου τῆς ἐν σώματι ζωῆς διπλᾶς τε καὶ [*](e) ἐν πλεονασμῷ τὰς ἀμοιβὰς ἀποδώσω. ἔφη δέ που καὶ ὁ Χριστὸς, ὅτι “Μέτρον καλὸν πεπιεσμένον σεσαλευμένον [*](S. Luc. vi. 38.) “ὑπερεκχυνόμενον δώσουσιν εἰς τὸν κόλπον ὑμῶν. οὐ γάρ [*](3. περὶ αὐτὰ C. 5. καθίσεσθε D.b. (95, 185, 233.0 7. κάθ,ισιν Β. καθήσειν C. καθίσειν D. κάθησιν Edd. 9. καθήμενος] + εἰς Edd. repugnantibus B.C.D. 13. ἕξουσι C.b. ἔχουσι Edd. 14. κα alt. assumptum ex C. 16. παροικεσίας C.b. παροικίας Edd. 18. τῆς assumptum ex B.C.b. 19. δὴ assumptum ex B.C.D. 20, 21. καταλογίσαιτο — ὂν αὐτὸν accesserunt ex B.C.D.b. καταλογίσαιται (sic) D. καταλογίσαι τὸ (sic) b. 23. παροικεσίας b. παροικίας C. Edd. του assumptum ex C.b. 26. πεπιεσμένον] + καὶ Edd. inv. C. σεσαλευμένον] + καὶ Edd. repugn. B.C.)
Διότι ἐνέτεινά σε Ἰούδα ἐμαυτῷ τόξον, ἔπλησα τὸν Ἐφραΐμ.
[*](740 A. a)τίνα δὴ τρόπον κληθήσεταί τε καὶ εἰσελάσει διὰ τῆς πίστεως ἢ ἐξ ἐθνῶν ἀγέλη, ταλαιπωρήσει δὲ καὶ ὁ πάλαι τρυφῶν, τουτέστιν ὁ σατανᾶς, τῶν ἐκ πλεονεξίας αὐτῷ πεπορισμένων μένων προσκυνητῶν ἐξωθούμενος, διατρανοῖ πάλιν ἐν τούτοις. ποιεῖται γεμὴν τὸν λόγον, ὡς πρὸς τοὺς ἁγίους ἀποστόλους, ἤτοι τοὺς ἐξ Ἰσραὴλ διδασκάλους, οἳ καὶ τὴν τῶν ἐθνῶν ἐκπεριθέοντες χώραν, εἰς ἐπίγνωσιν ἀληθείας ἐκάλουν τε καὶ σεσαγηνεύκασι τοὺς ἐν αὐτῇ. ὦ τοίνυν Ἰούδα, φησὶν, ἐνετεινά σε ἐμαυτῷ τόξον, τουτέστι, διὰ σοῦ τοξεύσω [*](b) τοὺς ὑπεναντίους· καί σε δὲ, ὦ Ἐφραῒμ, ἔπλησα. καὶ τί δὴ τοῦτό ἐστιν, ἐρῶ πάλιν. ὅτε γὰρ τῆς τοξείας οἱ ἔπιστήμονες νευρὴν μὲν μαζῷ, τοῦ δὲ τόξου τὸν σίδηρον ἄγουσιν ἐγγὺς, τότε πλῆσαι τὸ τόξον λέγονται, βάλλουσί τε οὕτω δεινόν τι καὶ ἄφυκτον καὶ οἷον ἀσχέτοις ὁρμαῖς ἀναπηδῶντά τε καὶ διιπτάμενον τὸν ἰὸν ἤτοι τὸ βέλος. ἔστι τοίνυν αὐτὸ διαφόρως πεφρασμένον. τόξον σε πεποίημαί φησιν, ὦ Ἰούδα, ἔπλησα δὲ καί σε, ὦ Ἐφραΐμ. Ἰούδας δὲ καὶ Ἐφραῒμ ἅπαν ἐστὶ τὸ γένος τὸ ἐξ Ἰσραήλ. οὐκοῦν τόξον ὥσπερ τι πεποίηται τοὺς ἐξ Ἰουδαίων πεπιστευκότας τε πρὸ τῶν ἄλλων, [*](c) καὶ γνώμης εἰς τοῦτο προεληλυθότας, ὡς ἔθνη παιδαγωγεῖν, καὶ τῶν πλανωμένων ἀποσοβεῖν τὰς τῶν δαιμονίων ἀγέλας, καταπαίειν τε τὸν σατανᾶν καὶ ἁπαξαπλῶς τοὺς τοῖς θείοις [*](1. τοι C. που Edd. ὡς pro ὧν C. 3. Ἰούδα ἐμαυτῷ hoc ord. C.D. inv. ord, F. Edd. (22. al.) Statim ὡς add. D.F. Edd. invito C. cf. infra 740 a. 748 e. 5. ἐξ om. C. habent D.b. ταλεπωρήσειε b. 14. τουτέστιν C. 15. νευρὴν C.D.b. νευρὰν Edd. 16, 17. Haec τε — ἀναπηδῶντά τε accesserunt ex B.C.D. 18. αὐτὸ D. Edd. αὐτῶ C. τοαυτὸ b. 19. πεφρασμένον B.C.b, περιπεφρασμένον D. πεφαμένον Edd. 22. τε assumptum ex C. 24. δαιμονίων B.C. δαιμόνων Edd.)