In XII Prophetas
Cyril of Alexandria
Cyril of Alexandria. Cyrilli Archiepiscopi Alexandrini In XII Prophetas, Vol 1-2. Pusey, Philip Edward, editor. Oxford: Clarendon Press, 1868.
Cyril of Alexandria. Cyrilli Archiepiscopi Alexandrini In XII Prophetas, Vol 1-2. Pusey, Philip Edward, editor. Oxford: Clarendon Press, 1868.
Ἐπιτήρει δὲ, ὅτι τὴν τοῦ Σωτῆρος ἡμῶν παρουσίαν εὐθὺς θυγατέρα τὴν Σιῶν ἀποκαλεῖ. σφόδρα δὴ οὖν χρῆναι χαίρειν αὐτὴν εὖ μάλα προστέταχεν, ἀνακηρύττειν τε παρεγγυᾷ τῇ ̔Ιερουσαλὴμ, ὡς ἤδη παρέσται, καὶ ἀναδειχθήσεται μετὰ σαρκὸς ὁ βασιλεὺς αὐτῆς, δίκαιός τε [*](1, 2. Sic Β. ΤΟΜΟΣ Δ΄. C. 4. πραὺς C. πρᾶος F. Edd. (22. al.) 5. ἐπὶ ὑποζύγιον] Fortasse ἐπὶ omiserat C. Hodie rasura 10 fere litt. ἐπὶ ὄνον manu recenti et mala. 7. ἄναντες. B.C.b, ἀνιᾶν Edd. 9. ἁπάσης b. invitis C.D. ἔτι] ἐστι C. 15. ἡμῖν b. 19. τε assumptum ex C.b.)
Ἀνέγνωμεν δὲ ὅτι “τὸ γράμμα ἀποκτενεῖ, τὸ δὲ πνεῦμα ζωοποίει. γράμμα μὲν γὰρ ο κολαστὴς ἐστι νόμος, η σκιὰ καὶ ὁ τύπος· πνεῦμα δὲ ζωοποιόν ἐστιν ὁ Χριστὸς, ἐν πνεύματι γὰρ καὶ ἀληθείᾳ δεδιδάγμεθα προσκυνεῖν διὰ τῆς [*](c) εὐαγγελικῆς παιδεύσεως. ὅτι δὲ καὶ ἐπιβέβηκεν ἐπὶ πῶλον νέον, οὕτω τε εἰσέφρησεν ἐν τοῖς ̔Ιεροσολύμοις, οὐ μακροῦ πρὸς πληροφορίαν δεήσει λόγου· ἀπόχρη γὰρ εἰς πίστιν [*](S.Matth. xxi. 1 sqq.) ἡμῖν ὁ θεσπέσιος εὐαγγελιστὴς γεγραφὼς τὰ τοιάδε. ἐπεκάθητο μὲν γὰρ τῷ πώλῳ Χριστὸς, εἵπετο γεμὴν ἡ τεκοῦσα· καὶ σημεῖον ἡμῖν ἀναγκαιοτάτου πράγματος τὸ δρώμενον ἦν. ἐπανεπαύσατο γὰρ ὁ Χριστὸς τῷ νέῳ λαῷ, τουτέστι τῷ κεκλημένῳ πρὸς ἐπίγνωσιν ἀληθείας καὶ εἰδωλολατροῦντί ποτε. ἦν γὰρ οἷά τις πῶλος, οὔπω δεδαμασμένος, οὔτε [*](d) μὴν εἰδὼς βαδίζειν ὀρθῶς· οὐ γάρ που τῷ θείῳ πεπαιδαγώγητο νόμῳ. ἀλλ’ ὁ πάντας ἄγων εἰς εὐτεχνίαν πνευματικὴν, προὐπέθηκε μὲν ἑαυτῷ τὸν πῶλον. ἕψεται δὲ ὅτι κατὰ καιροὺς καὶ ἡ τῶν Ἰουδαίων Συναγωγὴ, διὰ τῆς ἑπομένης ὄνου δέδωκε νοεῖν, καίτοιγε ἐν χρόνῳ τῷ κατὰ τὴν κλῆσιν τὸ πρεσβύτερον ἔχουσα· προεισκέκλητο γὰρ διὰ Μωυσέως καὶ προφητῶν. ἐπειδὴ δὲ προσκέκρουκε τῷ Σώ- [*](3. πρὸς τούτῳ D.b. πρὸς τοῦτο C. πρὸς τούτοις Edd. πρᾶος habent C.D.b. εἰσφέρων b, 6. Haec κἂν εἴτις—Πατέρα accesserunt ex C. κἂν εἴτις ἆμαρ παραβαίη, αὐτὸς πρὸς τὸν Θεὸν κοὶ Πατέρα ἀνα τὴν κλῆσιν (sic) D. 8. ἀποκτενεῖ B.C.D. ἀποκτείνει Edd. 10. ζωοποιὸν Β. ζωοποιῶν (= ζωοποιὸν) C. ζωοποιοῦν Edd. 14. δεήσῃ C. 18. ἐπανεπαύσατο b. Nik. in S. Matth. Edd. ἐπανεπαύετο C. 19. καὶ C.b. τῷ Edd. 20. ἦν γὰρ οἷά τις C.b. οἷα γάρ τις ἦν Edd. 21. ἐπαιδαγωγεῖτο b. 25. γε Nik. 1. c. Edd. γὰρ C. Neutrum habet b. 27. καὶ] + τῶν b.)
Καὶ ἐξολοθρεύσει ἄρματα ἐξ Ἐφραῒμ καὶ ἵππον ἐξ Ἱερουσαλὴμ, [*](10 b) καὶ έξολοθρευθήσεται τόξον πολεμικὸν, καὶ πλῆθος καὶ εἰρήνη ἐξ ἐθνῶν, καὶ κατάρξει ὑδάτων ἀπὸ θαλάσσης ἕως θαλάσσης καὶ ποταμῶν διεκβολὰς γῆς.